Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Κεφάλαια ἑκατόν. Περὶ ταπεινοφροσύνης

Ἐφραίμ ὁ Σύρος

Η ταπεινοφροσύνη, η υπακοή και η συμβίωση στο κοινόβιο

Αρχικές νουθεσίες για την ταπείνωση ως καρπό της υπακοής, τον φόβο του Θεού, την υπομονή στις θλίψεις και την αποφυγή της κενοδοξίας και του γογγυσμού κατά την κοινοβιακή ζωή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 7

Κεφαλαὶ ἑκατόν Πῶς κτᾶταί τις τὴν ταπεινοφροσύνην Κεφαλὴ αʹ Ἀρχὴ καρποφορίας ἄνθος καὶ ἀρχὴ ταπεινοφροσύνης ὑποταγὴ ἐν Κυρίῳ. Καρπὸς δὲ ὑπακοῆς μακροθυμία, μακροθυμία δέ ἐστι τῆς ἀγάπης καρπός· ἀγάπη δέ ἐστι σύνδεσμος τῆς τελειότητος, τελειότης δέ ἐστιν τήρησις ἐντολῶν Θεοῦ· ἡ δὲ ἐντολὴ τοῦ Κυρίου ἐστὶ τηλαυγής, φωτίζουσα ὀφθαλμούς· ὀφθαλμοὶ δὲ πεφωτισμένοι ἐξέφυγον τὰς ὁδοὺς τῶν παρανόμων.

Ἔστω οὖν σοι ἡ ταπεινοφροσύνη καθέδρα καὶ περίβλημα ἀποκρίσεως. Λαλιὰ δέ σοι φαιδρὰ ἐν προσηγορίᾳ ἐν ἀγάπῃ Θεοῦ. Εἶπε γὰρ ὁ Σωτήρ· ἔσεσθε τέλειοι, καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι. Πόθεν δὲ φανερὰ ἔσται ἡ ὑψηλοφροσύνη, ἥ ἐστιν ἀνυπότακτος; Ἀνήκοός ἐστι καὶ ἀπειθής, τῷ ἰδίῳ λογισμῷ συναπαγομένη. Ἡ δὲ ταπεινοφροσύνη ὑπήκοός ἐστιν, εὐπειθής, ἐπιεικής, ἀπονέμουσα τιμὴν μικροῖς τε καὶ μεγάλοις. Ὁ ταύτην κεκτημένος, πιστεύω ὅτι τὸν μισθὸν λήψεται παρὰ Κυρίου μετὰ ζωῆς αἰωνίου.

Κεφαλὴ βʹ Ἐὰν δύο οἰκῆτε ἐν κελλίῳ ἑνί, προσέχετε ἑαυτοῖς ἀκριβῶς, εἰδότες ὅτι ὁ Κύριος ἐν μέσῳ ὑμῶν ἐστιν. Αὐτὸς γὰρ εἴρηκεν· Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Κἂν γὰρ ἡμεῖς, ὡς ἀνάξιοι, οὐχ ὁρῶμεν αὐτόν, ἀλλ᾽ αὐτός, ὡς Θεός, καὶ τὰς ἐνθυμήσεις καὶ τὸ ἔργον ἑκάστου εἶδεν καὶ ἐφορᾷ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

Κεφαλὴ γʹ Ἠκούσαμεν τῆς Σοφίας λεγούσης· Ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς, οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ. Ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κοίτης αὑτοῦ, λέγων ἐν τῇ ψυχῇ αὑτοῦ· Τίς με ὁρᾷ; Τίνα εὐλαβοῦμαι; Σκότος κύκλῳ, καὶ οἱ τοῖχοί με καλύπτουσι, καὶ οὐθείς με ὁρᾷ, τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθῇ ὁ Ὕψιστος. Καὶ ὀφθαλμοὶ ἀνθρώπου, ὁ φόβος αὐτοῦ· καὶ οὐκ ἔγνω ὅτι οἱ ὀφθαλμοὶ Κυρίου μυριοπλάσιον ἡλίου φωτεινότεροι, ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων καὶ κατανοοῦντες εἰς τὰ ἀπόκρυφα μέρη. Πρὶν κτισθῆναι, τὰ πάντα ἔγνωσται αὐτῷ, ὄντως καὶ μετὰ τὸ συντελεσθῆναι. Οὗτος ἐν πλατείαις πόλεως ἐκδικηθήσεται· καὶ οὗ οὐχ ὑπενόησε, πιασθήσεται.

Κεφαλὴ δʹ Ἀγαπητὲ ἀδελφέ, ἐὰν ἐπιλέξῃς σεαυτῷ εὐλάβειαν, νῆφε, μήποτε διὰ τῆς εὐλαβείας παρεισάξῃ ὁ Πονηρὸς τὸν ἀλλότριον λογισμόν, τουτέστι τῆς κενοδοξίας καὶ ὑπερηφανίας, ἐν τῷ μὴ βούλεσθαι συγκοπιάσαι τοῖς ἀδελφοῖς.

Ἀλλ᾽ ἔργασαι καθάπερ καὶ οἱ ὁμόψυχοί σου ἀδελφοί, καὶ τὴν εὐλάβειάν σου φύλαττε. Ἡ γὰρ ὀκνηρία τὴν εὐλάβειαν καταλύει καὶ ὄνομα ἐπονείδιστον ἐπιφέρει τῷ κτησαμένῳ αὐτήν. Συζεύγνυε τοιγαροῦν τὴν εὐλάβειαν τῇ σπουδῇ καὶ τῇ γνώσει, καὶ ἔσῃ ἀληθινὸς εὐλαβής.

Κεφαλὴ εʹ Ἀγαπητέ, ἐὰν κτήσῃ σεαυτῷ ταπεινοφροσύνην, πρόσεχε σφοδρῶς, μήποτε μεθοδεύσῃ σε ὁ Ἐχθρὸς καὶ μεταστήσῃ σε εἰς ὁδὸν ἀλλοτρίαν ἐν τῷ αὐτὸν ὑποβάλλειν τὶ τῶν ἰδίων, καθὼς ἡ Σοφία λέγει· μὴ εἴπῃς, Ἀπὸ Κυρίου κρυβήσομαι, καὶ ἐξ ὕψους τίς μου ἀκούσῃ; Ἐν λαῷ πλείονι οὐ μὴ μνησθῶ· τίς γάρ μου ψυχὴ ἐν ἀμετρήτῳ κτίσει; Ὁ δ᾽ ἔτι ἐπάγει λέγων· ἰδοὺ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, τοῦ Κυρίου· ἄβυσσος καὶ γῆ ἐν τῇ ἐπισκοπῇ αὐτοῦ σαλευθήσονται· ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς, ἐν τῷ ἐπιβλέψαι εἰς αὐτά, τρόμῳ συσσείονται. Δεῖ οὖν συζευγνύειν τῇ ταπεινοφροσύνῃ τὴν πίστιν, ὅπως ὀρθοτομήσῃς τοὺς αὔλακας τῆς ταπεινοφροσύνης.

Κεφαλὴ ϛʹ Ἀδελφός τις εἰσῆλθεν εἰς κοινόβιον, θέλων γενέσθαι μοναχός· ἐβουλήθη δὲ μεῖναι εἰς κελλίον μετὰ μειζοτέρου· καὶ μεθ᾽ ἡμέρας τινὰς πολεμηθεὶς ὑπὸ τῶν λογισμῶν, εἶπεν· οὐκ ἀναπαύομαι εἶναι μετὰ τούτου τοῦ ἀδελφοῦ.

Ἄλλος οὖν ἀδελφὸς παρῄνει αὐτόν, λέγων· ἆράγε εἰ περιέπεσας βαρβάροις καὶ παρεδόθης οἵῳ δήποτε βαρβάρῳ, εἰπεῖν εἶχες ὅτι οὐ θέλω μετ᾽ αὐτοῦ διάγειν; Καὶ ταῦτα ἀκούσας ὁ ἀδελφὸς καὶ κατανυγεὶς ἐπὶ τῷ λόγῳ, ἔβαλε μετάνοιαν, λέγων, συγχώρησον.

Κεφαλὴ ζʹ Εἶπε πάλιν· Ὅτι ὁ θέλων γενέσθαι μοναχός, καὶ ὕβριν καὶ ἐξουδένωσιν καὶ ζημίαν μὴ ὑποφέρων, οὐ δύναται γενέσθαι μοναχός.

Κεφαλὴ ηʹ Ἐὰν ἔλθῃ τις εἰς τὸν μονήρη βίον ἁπλούστερος τῷ λογισμῷ, μηχανᾶται ὁ Ἐχθρὸς προσάψαι αὐτῷ τὴν παρρησίαν καὶ ἀναίδειαν. Ἐὰν δὲ ἐν τῇ εὐλαβείᾳ ἔλθῃ εἰς τὸν μοναχόν, ὑποβάλλει καὶ τούτῳ, ἐάνπερ νέος ᾖ, κατ᾽ εὐλάβειαν δίδωσιν αὐτῷ προθυμίαν εἰς ἄσκησιν, ἣν οὐ δύναται ἐκτελεῖν. Ὁ δὲ φοβούμενος τὸν Κύριον ἐν ἀληθείᾳ, οὐδὲ τῷ πρώτῳ, οὐδὲ τῷ δευτέρῳ λογισμῷ συναπαχθήσεται. Εἰ δὲ καὶ προληφθῇ ἐν τῇ τῶν δαιμόνων ἀπάτῃ, ὁ φόβος τοῦ Κυρίου, ὃν ἠγάπησεν ἐν ἀληθείᾳ, φωτίσει αὐτοῦ τὴν καρδίαν τοῦ πορευθῆναι εἰς ὁδὸν εὐθεῖαν. Ὁ δὲ ἀναιδὴς καὶ ἀναίσχυντος οὔπω πεπίστευκεν, ὅτι ἔσται κρίσις· οὐδὲ ὁ τετυφωμένος καὶ ἀλαζὼν καὶ οὐ διὰ Θεὸν εὐλαβούμενος· μέγαν γὰρ ἑαυτὸν ἡγεῖται. Ἐὰν οὖν ὀχλήσῃ σε τὸ πάθος τῆς οἰήσεως, εἰπὸν πρὸς τὸν πολεμοῦντά σε, Πόρρω ἀπ᾽ ἐμοῦ γενοῦ, πονηρὲ λογισμέ· τίς εἰμι ἐγώ; Ἢ ποίαν ἀρετὴν κατορθώσαντός μου, τοιαῦτά μοι ὑποβάλλεις;

Οἱ Ἅγιοι, οἱ μὲν ἐλιθάσθησαν, οἱ δὲ ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον. Τί δὲ λέγω περὶ ὁμοιοπαθῶν ἀνθρώπων; Αὐτὸς ὁ τῶν ὅλων Δεσπότης σταυρὸν ὑπέμεινε δι᾽ ἡμᾶς, αἰσχύνης καταφρονήσας.

Ἐγὼ δὲ ὁ ἐν ἁμαρτίαις ζήσας τὸν ἅπαντα χρόνον τῆς ζωῆς μου, τί ἀπολογήσομαι ἐν ἡμέρᾳ κρίσεως; Καὶ ἐν τούτῳ ἐκδιώξεις ἀπὸ σοῦ τὴν ὑψηλοφροσύνην. Εἰ δὲ καὶ κατώρθωσας, νόει ὅτι οὐκ ἐξ ἰδίας δυνάμεως· κατὰ τὸν λέγοντα· οὐκ ἐγὼ δέ, ἀλλ᾽ ἡ χάρις τοῦ Θεοῦ σὺν ἐμοί. Εἰ δὲ καὶ ἡ ἀναίδεια ὀχλήσῃ σε, ἀναλογισάμενός σου τὰ ἔργα, εἰπέ· τοσούτων κακῶν μέτοχος ὑπάρχω, καὶ πῶς τολμήσω ἀνοῖξαί μου τὸ στόμα, τοῦ Κυρίου εἰπόντος, ὅτι καὶ περὶ ἀργοῦ λόγου ἀπολογίαν δώσουσιν οἱ ἄνθρωποι ἐν ἡμέρᾳ κρίσεως;

Δέον ἐστὶν οὖν προσπεσεῖν τῷ Κυρίῳ, κατὰ τὸν λέγοντα· Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ αὐτῶν, ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου, ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος αὐτὴν τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου, ᾧ πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου· ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου καὶ ἀνύποιστος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου, ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου. Σὺ γὰρ εἶ Κύριος εὔσπλαγχνος, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων. Σύ, Κύριε, κατὰ τὸ πλῆθος τῆς χρηστότητός σου, καὶ σὺ ὁ Θεὸς δίκαιος ὤν, οὐκ ἔθου μετάνοιαν δικαίοις, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τοῖς οὐχ ἡμαρτηκόσι σοι, ἀλλ᾽ ἔθου μετάνοιαν ἐπ᾽ ἐμοὶ τῷ ἁμαρτωλῷ, διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης.

Ἐπλήθυναν αἱ ἀνομίαι μου, Κύριε, καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ, καὶ τὰ ἑξῆς. Ὅπως καὶ αὐτὸς ὁ φόβος καὶ ἡ δέησις ἐκδιώξωσιν ἀπὸ σοῦ τὴν ἀναίδειαν.

Κεφαλὴ θʹ Ἀδελφός τις ἐπολεμεῖτο ὑπὸ λογισμοῦ ματαίου, ὡς ἤδη φησὶν κατορθώσαντος αὐτοῦ τι εἰς τὰς ἀρετάς. Ὁ δὲ θέλων νικῆσαι τὸν τῆς ὑψηλοφροσύνης λογισμόν, τὴν χεῖρα ἑαυτοῦ προσήγγιζεν ὑποκάτω τοῦ λέβητος τοῦ ὑποκαιομένου καὶ ἔλεγεν ἑαυτῷ, ἰδοὺ καίῃ, μηκέτι ὑψηλοφρόνει. Ὁρῶμεν γὰρ ὅτι τρεῖς παῖδες μέσον τῆς καιομένης φλογὸς ὑπῆρχον καὶ οὐδεὶς αὐτῶν ἐπήρθη τῇ καρδίᾳ, ἀλλ᾽ ἐν ταπεινοφροσύνῃ πολλῇ ὑμνοῦντες, τὸν Θεὸν ἐδόξαζον ἐν μέσῳ τῆς καμίνου, λέγοντες· ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν ἐνώπιόν σου. Καὶ σὺ ἐν ἀνέσει ἱστάμενος, ὑψηλοφρονεῖς; Καὶ ἐν τούτῳ ἐνίκα τὸν τῆς ὑψηλοφροσύνης δαίμονα.

Κεφαλὴ ιʹ Ἐὰν εὑρεθῇ ἄνθρωπος πονικὸς καὶ φιλοπονῶν περισσοτέρως εἰς τὰς ἀρετάς, μή τις αὐτὸν ἐξουθενείτω, ἀλλὰ προσλαμβάνεσθαι χρὴ τοὺς τοιούτους, ὅτι καὶ Θεῷ εὐάρεστοί εἰσι καὶ τῆς συνοδίας χρήσιμοι. Καὶ πειθέτωσαν ἡμᾶς αἱ δύο παρεμβολαί, ἡ τῶν Ἑβραίων καὶ ἡ τῶν ἀλλοφύλων, καὶ Δαβὶδ μονομαχῶν μετὰ Γολιάθ. Ἅμα δὲ καὶ οἱ περιπεσόντες ἐν τῷ ναυαγίῳ τῆς θαλάσσης καὶ διασωθέντες χάριν τοῦ εὑρεθέντος σὺν αὐτοῖς δικαίου· καθὼς γέγραπται· Μὴ φοβοῦ Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδού, κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ.

Κεφαλὴ ιαʹ Ἀδελφὸς ἐπολεμεῖτο ἐξελθεῖν ἀπὸ κοινοβίου, λαβόντος αὐτοῦ τὸ σχῆμα· καὶ προσέφερον αὐτῷ οἱ λογισμοὶ ὑπόδειγμα τοιοῦτο· κατανόησον, φασί, τὰ λάχανα τοῦ κήπου καὶ ἴδε, ὅτι ἐὰν μὴ ἀνασπάσῃ ἐκ τῆς πρασιᾶς ὁ ταύτην φιλοκαλῶν τὰ φυτὰ καὶ καταφυτεύσῃ εἰς ἕτερον τόπον, οὐ δίδωσιν εἰς ὕψος. Ὁ οὖν ἀδελφὸς διεκρίνετο τῷ λογισμῷ, λέγων· μὴ εἰς τέλος ἀνασπᾷ ὁ κηπουρὸς ἐκ πρασιᾶς τὰ ἐσπαρμένα ἐν αὐτῇ; Οὐχὶ ἐᾷ, φησίν, ἐν τῇ αὔλακι, ἃ δύναται ἀναθρέψαι. Πλὴν τὰ ἀνασπώμενα οὐκ ἀσφαλῆ, ὡς τὰ ἐπὶ τῷ τόπῳ διαμένοντα. Γενοῦ οὖν σὺ εἷς τῶν μὴ ἀνασπασθέντων. Καὶ ἐν τούτῳ ἐνίκα τὸν λογισμόν, τῆς χάριτος συνεργούσης.

Κεφαλὴ ιβʹ Ἀγαπητέ, ἐὰν ᾑρετίσω εἰς κοινόβιον ἡσυχάσαι, ὅρα μήποτε βάλῃ σοι ὁ λογισμὸς πανουργίαν πληθύνουσαν πικρίαν, ἐν τῷ λογίζεσθαί σε καὶ λέγειν· ὅτι πολλοῦ μὲν μισθαρίου καταλύω, ἡ δὲ τροφή μου, οὐδέν ἐστι. Μὴ οὖν ἕνεκα βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Ἐὰν γὰρ τοιαῦτα διαλογίζῃ, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς· ἀλλὰ μᾶλλον ἀκούσωμεν τῆς σωτηριώδους φωνῆς λεγούσης· τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκίας αὑτοῦ, διδόναι αὐτοῖς ἐν καιρῷ τὴν τροφήν;