Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Κεφάλαια ἑκατόν. Περὶ ταπεινοφροσύνης

Ἐφραίμ ὁ Σύρος

Φιλαδελφία, φιλοξενία και η διατήρηση της σωφροσύνης

Οδηγίες για την αποφυγή γογγυσμών, την άσκηση της φιλοξενίας, την αδελφική αλληλεγγύη, την αντιμετώπιση των ύβρεων και τη διαρκή πνευματική εγρήγορση για τη διαφύλαξη της αγνείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 7

Κεφαλὴ κθʹ Δύο ἀδελφοὶ ἐν ἀγρυπνίᾳ ἀπέσχιζον τὸ λίνον τὸ σχιστόν, καὶ ἡ μία χορδὴ συνεχῶς ἐκόπτετο· καὶ ἤρξαντο οἱ λογισμοὶ τοῦ ἕλκοντος σὺν αὐτῷ ἐκταράσσειν αὐτὸν κατὰ τοῦ ἀδελφοῦ αὑτοῦ. Ὁ δὲ θέλων νικῆσαι τὸν θυμὸν καὶ μὴ λυπῆσαι τὸν ἀδελφὸν αὑτοῦ, ἡνίκα ἀπέσπασεν ἤτριον τοῦ ἀδελφοῦ, αὐτὸς τὴν ἰδίαν ἔκοπτε, καὶ εὑρίσκοντο οἱ δύο ἀματίζοντες, καὶ ἀνέστησαν μὴ λυπήσαντες ἀλλήλους, καὶ οὐκ ἔγνω ὁ ἀδελφὸς ὃ πεποίηκεν ὁ ἀδελφὸς αὑτοῦ.

Κεφαλὴ λʹ Ἀδελφὸς ἀνεγίνωσκεν ἐν τῇ ἀγρυπνίᾳ, καὶ θέλων τελέσαι τὸ κεφάλαιον, παρέσυρε μικρόν. Ἕτερος οὖν μοναχὸς ἤρξατο κατ᾽ αὐτοῦ γογγύζειν, λέγων· ἤκουσεν Ἔγειρε, καὶ οὐκ ἐγείρεται. Ἔφη δὲ αὐτῷ ἕτερος ἀδελφός· Ἆράγε εἰ ἦν ἄριστον καὶ ἐπέτρεψεν ἡμῖν ὁ ἡγούμενος πιεῖν περισσότερον ποτήριον, οὐχ ἡδέως ἔχωμεν; Καὶ ἀκούσας ὁ ἀδελφὸς ἔβαλε μετάνοιαν, λέγων· συγχώρησόν μοι.

Κεφαλὴ λαʹ Ἀδελφὸς ἀδελφῷ ἔφη, ἱνατί ταχὺ αἴρεις τὸ πινάκιον καὶ οὐκ ἐᾷς ἡμᾶς φαγεῖν; Ἀπεκρίθη καὶ αὐτῷ ὁ ἀδελφός· ἐγὼ δοῦλός εἰμι, καὶ ὅ με κελεύουσιν οἱ μειζότεροί μου, τοῦτο ποιῶ. Καὶ ἀκούσας ὁ ἀδελφὸς ἔφη· συγχώρησόν μοι.

Κεφαλὴ λβʹ Λογίζομαι ὅτι ὠφέλιμον τοῖς ἀδελφοῖς τὸ ἀναδέξασθαι τὸν προεστῶτα πᾶσαν φροντίδα τοῦ ὑποτεταγμένου καὶ ἀμέριμνον ποιῆσαι τὸν ἀδελφὸν καὶ ἀπερίσπαστον κατὰ πάντα, μάλιστα δὲ καὶ ἐκ τῶν παραβαλλόντων κοσμικῶν, ἵνα μόνῃ τῇ προσευχῇ σχολάζῃ ὁ λογισμὸς τοῦ ἀδελφοῦ καὶ καθάπερ φοῖνιξ κειρόμενος ἐπιμελῶς, ἀναδράμῃ εἰς τὸ ὕψος τῶν ἀρετῶν. Φθείρουσι γάρ, φησὶν ὁ Ἀπόστολος, ἤθη χρηστὰ ὁμιλίαι κακαί. Μέγα γὰρ ναυάγιον ψυχῶν, ἐν ᾧ κανόνες καὶ κυβερνήσεις οὐ πολιτεύονται.

Κεφαλὴ λγʹ Μοναχέ, ἐὰν παραβάλῃ σοι [ὁ] μοναχὸς ἢ κοσμικός, μὴ θέλε ἀπαντᾶν αὐτῷ ὑπὲρ δύναμιν, ἵνα μὴ μετὰ τὴν ἐκχώρησιν τοῦ ἀδελφοῦ μεταμεληθῇς ἐφ᾽ οἷς ἐδαπάνησεν ἀγαθοῖς σου· ἀλλὰ παράθες, ὃ ἐὰν ὁ Κύριος εὐοδοῖ σε· κρεῖσσον γὰρ ἡ παράθεσις λαχάνων μετὰ ἀγάπης, ἢ μύρια ἐδέσματα μετ᾽ ὀδύνης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Ταῦτα δέ φημι, ἀδελφέ, οὐχ ὡς ἐκκοπὴν ἡμῖν παρέχων εἰς τὴν φιλοξενίαν, ἀλλ᾽ ἵνα ἡ προσφορὰ ὑμῶν εὐπρόσδεκτος ᾖ, κατὰ τὸν λέγοντα, φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν.

Περὶ δὲ τῆς φιλοξενίας οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν· ἐπίστασθε γάρ, ὅτι ἡ φιλοξενία πολλῶν ἐστι μείζων ἀρετῶν. Καὶ γὰρ ὁ πατριάρχης Ἀβραὰμ διὰ ταύτης Ἀγγέλους ἐξένισε, καὶ ὁ δίκαιος Λὼτ διὰ τῆς φιλοξενίας οὐ συναπώλετο τῇ καταστροφῇ Σοδόμων. Ὁμοίως δὰ καὶ Ῥαὰβ ἡ ἐπιλεγομένη πόρνη διὰ τῆς φιλοξενίας οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους ἐν εἰρήνῃ. Λέγει γὰρ ὁ Σωτήρ· ξένος ἤμην καὶ συνηγάγετέ με· καί, μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Κεφαλὴ λδʹ Ἀγαπητέ, ἐὰν παραβάλῃ σοι ἀδελφός, καὶ στῆτε ἀμφότεροι ἅμα ἐπιτελεῖν τὸν συνήθη κανόνα τῆς συνάξεως, καὶ προτρέπῃ τὸν ἀδελφὸν λέγειν μικρὸν ἀπὸ στήθους, ἐὰν παραιτήσῃ σε ἅπαξ καὶ δὶς ἕως τρίτου, μὴ αὐτὸν παραβιάσῃ· εἰσὶ γὰρ πολλοί, οἳ οὐκ ἐπίστανται λόγῳ κηρύττειν τὴν ἀρετήν, ἀλλ᾽ ἔργῳ τὴν ἀλήθειαν. Καὶ ἐν τούτῳ εὐφραίνῃς τὴν καρδίαν τοῦ ἀδελφοῦ· ἡ γὰρ φιλονεικία οὐκ εὔθετος πρὸς ἀρετήν, μᾶλλον δὲ καὶ θυμοῦ προτρεπτικὴ ὑπάρχει.

Κεφαλὴ λεʹ Ἐὰν ἐπισκέπτῃ ἄρρωστον, βλέπε μὴ ὑποβάλῃ ὁ Ἐχθρὸς μεταξὺ ὑμῶν ἀργολογίαν ἢ καταλαλιάν, ἵνα μὴ ζημιωθῇς σου τὸν μισθόν. Ἔθος γὰρ τοιοῦτο τῷ Διαβόλῳ, ἵνα τὸν μὲν ζημιώσῃ δι᾽ ἀκοῆς, τὸν δὲ διὰ γλώσσης.

Ἀλλὰ χρὴ παρακαλεῖν τὸν κάμνοντα ἐκ τῶν θείων Γραφῶν καὶ ἐκ τῶν παθημάτων τοῦ Σωτῆρος· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Κεφαλὴ λϛʹ Ἀγαπητέ, ἐὰν παραβάλῃ ξένος τῷ ἀδελφῷ σου, σύνελθε αὐτῷ κατὰ τὴν δύναμίν σου, ἵνα συνεργὸς ἔσῃ τῆς φιλοξενίας, καὶ ὁ Κύριος εὐοδώσῃ τὰς ὁδούς σου.

Κεφαλὴ λζʹ Ἀγαπητέ, ἐὰν ἐξέλθῃς μετὰ τῶν ἀδελφῶν σου εἰς παρέργιον, βοήθει τῷ ἀσθενεστέρῳ κατὰ τὴν δύναμιν, ἣν ὁ Κύριος ἐχαρίσατό σοι, εἰδὼς ὅτι ἀπὸ Κυρίου λήψῃ τὸν μισθὸν τοῦ κόπου καὶ τῆς συμπαθείας. Ἐὰν δὲ ᾖς ἀδύνατος καὶ ἀσθενής, μὴ θέλε πολλὰ λέγειν καὶ προστατεῖν καὶ θρασύνεσθαι, ἀλλὰ μᾶλλον σιγᾶν καὶ ἡσυχάζειν. Καὶ ὁ Κύριος βλέπων σου τὴν ταπείνωσιν, πληροφορήσῃ τὰς καρδίας τῶν ἀδελφῶν σου, μὴ ἐπιτιθέναι σοι βάρος.

Κεφαλὴ ληʹ Οἱ καταμόνας ἡσυχάζοντες τοὺς ἐν τοῖς κοινοβίοις μακαρίζουσιν, ὡς ἀπερίσπαστον βίον διάγοντας· εἰ δὲ οὐ παρῇ ἀγάπη τοῖς ἀδελφοῖς, τότε οἱ ἐν τοῖς κοινοβίοις τοὺς καταμόνας μακαρίζουσι, μάλιστα δὲ οἱ ἐν ἀμελείᾳ διάγοντες καὶ τῇ ἀκηδίᾳ συμπεριφερόμενοι. Ὁ δὲ τέλειος τῷ λογισμῷ ὑπερβαίνει εὐχερῶς τὰς τοῦ Ἐχθροῦ παγίδας.

Κεφαλὴ λθʹ Πάνδεινον ὑπάρχει τὸ πάθος τῆς φιλαργυρίας, ὥστε αὐτὸ εἶναι ῥίζαν πάντων τῶν κακῶν. Βουλόμεθα οὖν γνῶναι ἐν τίνι ἐκριζοῦται τὸ πάθος τῆς φιλαργυρίας; Ἐν τῷ τὴν ἐλπίδα ἔχειν ἐπὶ τὸν Θεὸν ἐν ὅλῃ καρδίᾳ καὶ ψυχῇ.

Κεφαλὴ μʹ Ἀδελφέ, ἐὰν εἶ τροχαλὸς εἰς τὸ ἐργόχειρόν σου, ὥστε σε μεγάλα καὶ πολλὰ καὶ πλούσια ἐργάζεσθαι, μὴ ἐπαίρου ἐν τούτῳ, μηδὲ ἐξουθένει τοὺς ἀσθενεστέρους σου ἀδελφούς· οὐ γὰρ ἐν τούτῳ τετέλεκας τὴν ἀρετήν. Ἀλλὰ μᾶλλον τίμα καὶ φοβοῦ τὸν Κύριον, ὅπως ἄχρι τέλους ἐπιχορηγήσῃ σοι τὴν ἰσχύν· ὅτι μάταιοι οἱ πεποιθότες ἐπὶ τῇ ἰδίᾳ δυνάμει. Ὁ δὲ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω.

Κεφαλὴ μαʹ Ὅτι οὐ δεῖ φθονεῖν ἐν προκοπῇ ἀδελφοῦ· μέλη γάρ ἐσμεν τοῦ σώματος τοῦ Χριστοῦ.

Κεφαλὴ μβʹ Μοναχέ, ἐάν σε ἐγκαλῇ ὁ ἡγούμενός σου, εἴτε ὁ ἐργοδότης, περὶ τῆς φιλοκαλίας τοῦ ἔργου, μὴ βαρέως φέρε τὸν ἔλεγχον· ἀλλὰ μᾶλλον φιλοκαλήσωμεν ἐν ἀγαθῇ συνειδήσει, ἵνα καὶ ὁ πωλῶν καὶ ὁ ἀγοράζων ἀμφότεροι εὐχαριστήσωσι τῷ Κυρίῳ· εἴπωμεν δὲ καὶ τῷ λογισμῷ, Ἆράγε, εἰ ἄπιμεν ἀγοράσαι σκεῦος εἴτε ἱμάτιον, οὐ περὶ τῆς καλλονῆς σπουδάζομεν; Τοιγαροῦν καὶ ἡμεῖς φιλοκαλήσωμεν διὰ τὴν συνείδησιν.

Κεφαλὴ μγʹ Ἡμεῖς δέ, ἀγαπητοί, ὡς πεπιστευμένοι τὴν οἰκονομίαν, τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζωμεν. Εἶπε γὰρ ὁ Σωτήρ· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες.

Κεφαλὴ μδʹ Ἀγαπητοί, ἐὰν καὶ οἱ ἡγούμενοι ἡμῶν σκολιάζωσι πρὸς ἡμᾶς, ὅπερ ἀπείῃ, ἀλλ᾽ ἡμεῖς ἐν ἀγαθῇ συνειδήσει δουλεύσωμεν ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι ἀπὸ Θεοῦ ληψόμεθα τὸν μισθόν.

Κεφαλὴ μεʹ Φρόνιμον δεῖ εἶναι καὶ ἀκέραιον τὸν μοναχόν, ἵνα ἐπιγινώσκῃ τὰ ἐπιφερόμενα καθ᾽ αὑτοῦ ἀπὸ τοῦ ὑπεναντίου, ὅπως τὰ μὲν ὡς ἐν γελοίῳ παρέλθῃ, τὰ δὲ ἐν ταπεινώσει, τὰ δὲ ἐν τῷ ἠρτυμένῳ λόγῳ ἀνατρέψῃ.

Κεφαλὴ μϛʹ Ἀγαπητέ, ἐὰν ἐξεγείρῃ ὁ Ἐχθρὸς ἀδελφὸν τοῦ λοιδορεῖν σε καὶ λέγειν, Κακόγηρε ἢ Κακέσχατε, μακροθύμως φέρε τὴν ὕβριν. Ἐὰν δὲ καὶ τῷ λογισμῷ καταδεξώμεθα ἕνεκα τῆς εἰρήνης, ἀντὶ τοῦ, Κακόγηρε, γίνεται Καλόγηρε, καὶ ἀντὶ τοῦ, Κακέσχατε, γίνεται Καλέσχατε. Δοῦλον τοῦ Κυρίου οὐ χρὴ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας.

Κεφαλὴ μζʹ Ἀδελφῷ τινι ὑπέβαλεν ὁ λογισμὸς ἐν καιρῷ τῆς ἀγρυπνίας, λέγων· ἀνάπαυσον σεαυτὸν σήμερον καὶ μὴ ἀναστῇς εἰς ἀγρυπνίαν. Ὁ δὲ ἀπεκρίνατο τῷ λογισμῷ· λόγιζε ὅτι χθὲς οὐκ ἀνέστης· σήμερον ὀφείλεις ἐγερθῆναι.

Καὶ περὶ τοῦ ἔργου πάλιν ὑπέβαλεν αὐτῷ· ἀνάπαυσον σεαυτὸν σήμερον, καὶ αὔριον ἐργάζου. Ὁ δὲ πάλιν ἀπεκρίνατο, Οὐχί, ἀλλὰ σήμερον ἔργαζε, καὶ περὶ τῆς αὔριον τῷ Κυρίῳ μελήσει.

Κεφαλὴ μηʹ Ἀγαπητέ, ἐὰν κτήσῃ φιλίαν μετά τινος καὶ πληροφορῇ σε ὅτι ἐν ἀληθείᾳ φοβεῖται τὸν Κύριον—καθώς φησιν ὁ Κύριος, ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς—μὴ σχῇς αὐτὸς ὑποψίαν περὶ πονηροῦ πράγματος. Τὸ δὲ νήφειν ἐν παντὶ καιρῷ, ἀγαθόν ἐστιν· ἐὰν δέ τις βουληθῇ ἔχειν μετὰ σοῦ φιλίαν δολερὰν καὶ παρρησίαν Θεῷ μὴ ἀρέσκουσαν, ἀπὸ τοῦ τοιούτου τήρει σεαυτὸν σφόδρα καὶ μηδόλως κτήσῃ παρρησίαν Θεῷ μὴ ἀρέσκουσαν πρὸς τὸν τοιοῦτον. Ἐὰν δὲ ἄρξηται ἐκφαίνειν τὸ ἑαυτοῦ ἐγκεκρυμμένον πάθος, εἴτε διὰ μειδιασμοῦ εἴτε διὰ γέλωτος ὑποκρινόμενος ὑπακοήν, καὶ βουληθῇ ὑποσκελίσαι σε, μὴ χαυνωθῇς τὸν λογισμὸν πρὸς τὴν ἐκείνου ἀφροσύνην, ἀλλ᾽ ἔμβλεψον αὐτῷ αὐστηρῷ ὄμματι, ὅπως γνῷ τὸ ἐγκείμενον ἐν σοὶ ἀγαθὸν θεμέλιον, καὶ ἐν τούτῳ ἢ μεταλλάσσῃ τὴν πονηρὰν γνώμην ἢ στέλλεται ἀπὸ σοῦ.

Κεφαλὴ μθʹ Ἀγαπητέ, ἐὰν ἀνδρίζῃ κατὰ τῶν συλῆσαι πειρωμένων τοὺς τῆς ἐργασίας σου πόνους, ὅρα μήπως τις ὑποκάτωθεν πανουργησάμενος ἐλθὼν ὑποσκελίσῃ σε. Ἀλλ᾽ εὐτρεπίζου τὸν λογισμόν, ἵνα πρὸς ὃ ὁρᾷς τὸν ἄνεμον καὶ τὸ σκεῦος ἑτοιμάσῃς, ὅπως σωθῇ τὸ πλοῖον εἰς λιμένα ζωῆς.

Κεφαλὴ νʹ Τίς φυτεύσας σικυήλατον ἑαυτῷ, καὶ οὐ τηρεῖ τὸν καρπὸν αὐτοῦ; Πόσῳ μᾶλλον δεῖ τηρεῖν τὴν ἁγνείαν καὶ σωφροσύνην! Μισεῖ οὖν Κύριος τὴν συντυχίαν τῶν φιληδόνων ἀνθρώπων· διότι γέγραπται· φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Ἢ τίς πληγείς ποτε ὑπ᾽ ἀσπίδος, καὶ οὐ τηρεῖ ἑαυτὸν τοῦ μὴ προσεγγίζειν τῇ τρώγλῃ αὐτῆς; Ἐὰν δὲ μετὰ τὴν πληγὴν προσάξῃ τὴν χεῖρα εἰς τὸν φωλεὸν αὐτῆς καὶ δευτερώσῃ αὐτῷ τὴν πληγήν, τίς ἄρα αἴτιος γέγονε τοῦ θανάτου; Τὸ ἰοβόλον θηρίον ἢ ὁ μὴ τηρήσας ἑαυτόν;

Σὺ δὲ νόει τὸ εἰρημένον.