Ὁ οὖν ἀδελφὸς συγκατατιθέμενος τοῖς λογισμοῖς καὶ σφοδροτέρως ὑπ᾽ αὐτῶν λοιπὸν ὀχλούμενος, προσέρχεται τῷ ἡγουμένῳ, αὐτῷ λέγων· Ἀββᾶ, ποίησον ἀγάπην, λοιπὸν ἀπόλυσόν με· οὐ γὰρ δύναμαι ἔτι εἰς τὸ κοινόβιον καθίσαι. Ταῦτα ἀκούσας ὁ γέρων, ἄρχεται λυπεῖσθαι καὶ ἀδημονεῖν περὶ τοῦ ἀδελφοῦ, ὅτι ἐνεπαίχθη· καὶ ἄρχεται ὁ γέρων παρακαλεῖν τὸν ἀδελφόν, λέγων· ἐγώ, ἀδελφέ, οὐκ ἀπολύω σε. Διατί δέ, ἀδελφέ, ἀκούεις τῶν δαιμόνων, τῶν βουλομένων σε χωρίσαι τῆς ἀδελφότητος, καὶ τῆς αὐτῶν γλυκείας ἀγάπης; Ἢ οὐκ οἶδας, ἀδελφέ, ὅτι ἐὰν μὴ ἐξέλθῃ τὸ πρόβατον ἐκ τῆς μάνδρας, θηριάλωτον οὐ γίνεται; Εἰπέ μοι δέ, τέκνον, μήτις τῶν ἀδελφῶν ἔθλιψέ σε; Εἰπέ μοι, κἀγώ σε θεραπεύσω ἐν Κυρίῳ. Εἰ δὲ καί τίς σε ἐλύπησε τῶν ἀδελφῶν, βάσταξον, διὰ τὸν λέγοντα· ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Τί δὲ καὶ προσέχεις πταίσμασιν ἀλλοτρίοις; Σεαυτὸν ἁγνὸν τήρει. Εἰ δὲ καὶ ἐγώ σε ἐλύπησα, μάρτυς μου ὁ καρδιογνώστης Κύριος, ὅτι οὐ μισῶν σε ἐσπούδακα εἰς σέ, ἀλλὰ περὶ τῆς σωτηρίας τῆς ψυχῆς σου ἐπιμελητὴς ἐγενόμην. Καὶ τοῖς μὲν ὠσὶν ἀκούων ὁ ἀδελφός, ἕλκεται ὑπὸ τῶν λογισμῶν. Ὁμοίως δὲ καὶ οἱ ἀδελφοὶ παρακαλοῦσιν αὐτόν, λέγοντες· μὴ ἐγκαταλίπῃς ἡμᾶς, ἀδελφέ· ἅμα καὶ μετανοοῦντες αὐτῷ. Καὶ ἐὰν πεισθεὶς ὁ ἀδελφὸς ἡσυχάζῃ ἐν Κυρίῳ, ἀπηλλάγη πολλῶν πειρασμῶν καὶ θλίψεων.