Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγοι παρααινετικοὶ πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχούς

Ἐφραίμ ὁ Σύρος

Παραινέσεις 23-25: Σταθερότητα στον τόπο άσκησης και πειρασμοί αναχώρησης

Ανάλυση της διψυχίας που προκαλεί την επιθυμία φυγής από το κοινόβιο, οι παγίδες του αναχωρητικού βίου, και προτροπή για αυστηρή υπομονή και σταθερότητα στη μοναχική συνοδεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 12

Παραίνεσις κγʹ Διαφόρως πολεμοῦνται οἱ ἐν ὑποταγῇ πνευματικοῦ πατρὸς καθεζόμενοι. Ἐὰν ἴδῃ ὁ Ἐχθρὸς σαρκικὰ φρονοῦντα, ὑποβάλλει αὐτῷ σαρκικοὺς λογισμούς, λέγων· ἔξελθε τοῦ κοινοβίου καὶ χρῆσαι τῇ πραγματείᾳ καὶ συνάξεις ἑαυτῷ χρείας. Τῷ δὲ πνευματικῷ, διὰ δικαιωμάτων, παρατάσσεται ὁ Πονηρὸς ὑποβάλλων τὰ τοιαῦτα, καί φησιν· ἐν τῷ κόσμῳ εἰργάζου καὶ ἔσθιες, ὥσπερ τὰ ἄλογα ζῶα. Καὶ ποία δικαιοσύνη αὕτη, ἐργάζεσθαι καὶ ἐσθίειν; Ἰδοὺ γὰρ διὰ τῆς βρώσεως ἐγείρεταί σοι ὁ πόλεμος τῆς πορνείας.

Καὶ πάλιν· ἐὰν μὴ φάγῃς, οὐχ ὑποφέρῃς τὸν κάματον. Ἀλλὰ μᾶλλον δεῦρο, εἴσελθε εἰς τὴν ἐσωτέραν ἔρημον, καὶ σῴζῃ· τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Πλὴν μικρὸν σιδήριον ἆρον μετὰ σεαυτοῦ, ἔνθα τὰς βοτάνας μέλλῃς ἀνασπᾶν καὶ ἐσθίειν, καθὰ καὶ οἱ ἀρχαῖοι μοναχοὶ ἐποίουν, οἳ καὶ εὐηρέστησαν τῷ Θεῷ. Καὶ τί χρείαν ἔχεις καθίσαι ὧδε, ἔνθα εἰσὶ τὰ σκάνδαλα καὶ καταλαλιαὶ καὶ ἕτερα πράγματα, ἃ μὴ δεῖ λέγειν; Καὶ ὅταν ἐξέλθῃς, καὶ μηδὲν τούτων ἔχῃς, τέχνην ἑτέραν μανθάνῃς, ὅθεν καὶ ἱκανοῦ μισθαρίου καταλύῃς, ὅπως καὶ τῷ πτωχῷ δώσῃς ἐκ τῶν καμάτων σου.

Τοιούτους ὑποβάλλει ὁ Πονηρὸς λογισμοὺς τῷ ἀδελφῷ. Τότε ἀποκρίνεται ὁ ἀδελφὸς τῷ ὑποβάλλοντι, λέγων· ἰδού, ἐξέρχομαι τῶν ὧδε· εἰς ποῖα μέρη καθίσαι οὐκ ἐπίσταμαι· μήποτε ἐξελθόντος μου, καὶ μὴ εὑρόντος τόπον, πάλιν ὑποστρέψω ὧδε. Ὁ ἐξεναντίας λέγει· μόνον τῶν ὧδε ἔξελθε, καὶ τόπος οὐ λίπῃ. Τίνα γάρ, φησίν, ἐγκατέλιπεν ὁ Κύριος, ὅτι σὲ ἐγκαταλίπῃ; Ἀλλὰ καὶ ὄμοσον, τοῦ μὴ ὑποστρέψαι ἐνταῦθα. Ἀποκρίνεται ὁ ἀδελφός, λέγων· ὑπομείνωμεν ἕως τοῦδε τοῦ καιροῦ· οὐ γὰρ νῦν ἐπιτήδειος καιρός ἐστι τοῦ ἀναχωρῆσαι ἡμᾶς ἐντεῦθεν. Ὁ ἐξεναντίας λέγει· καὶ πῶς σὺ ὑποφέρῃς τοὺς συμβαίνοντας πειρασμοὺς ἐν τῷ τόπῳ τούτῳ; Καὶ δοκῶν ὁ ἀδελφὸς εἰς μείζονα προκοπὴν ἕλκεσθαι, συγκατατίθεται τοῖς λογισμοῖς, ὃ χεῖρόν ἐστι πάντων. Ὥσπερ γὰρ πλοῖον ἐν πελάγει, γενομένης αὐτῷ μικρᾶς τρυμαλιᾶς, ἐὰν μὴ συντόμως τύχῃ τῆς ἐπιμελείας, ἐκ τοῦ μικροῦ ἐκείνου, τὸ τηλικοῦτο μέγεθος καταποντίζεται ὑπὸ τῶν κυμάτων, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχή, δεχομένη τὰς προσβολὰς τῶν ἐχθρῶν, ἐὰν μὴ ἀνανήψῃ πρὸς τὸν ποιήσαντα αὐτήν. Νήψεως οὖν χρή, ἀγαπητοί, καὶ πολλῆς ταπεινοφροσύνης. Πᾶν δὲ πονηρὸν καταργεῖται τῷ πρὸς τὸν Θεὸν τελείαν ἀγάπην κεκτῆσθαι.

Ὁ οὖν ἀδελφὸς συγκατατιθέμενος τοῖς λογισμοῖς καὶ σφοδροτέρως ὑπ᾽ αὐτῶν λοιπὸν ὀχλούμενος, προσέρχεται τῷ ἡγουμένῳ, αὐτῷ λέγων· Ἀββᾶ, ποίησον ἀγάπην, λοιπὸν ἀπόλυσόν με· οὐ γὰρ δύναμαι ἔτι εἰς τὸ κοινόβιον καθίσαι. Ταῦτα ἀκούσας ὁ γέρων, ἄρχεται λυπεῖσθαι καὶ ἀδημονεῖν περὶ τοῦ ἀδελφοῦ, ὅτι ἐνεπαίχθη· καὶ ἄρχεται ὁ γέρων παρακαλεῖν τὸν ἀδελφόν, λέγων· ἐγώ, ἀδελφέ, οὐκ ἀπολύω σε. Διατί δέ, ἀδελφέ, ἀκούεις τῶν δαιμόνων, τῶν βουλομένων σε χωρίσαι τῆς ἀδελφότητος, καὶ τῆς αὐτῶν γλυκείας ἀγάπης; Ἢ οὐκ οἶδας, ἀδελφέ, ὅτι ἐὰν μὴ ἐξέλθῃ τὸ πρόβατον ἐκ τῆς μάνδρας, θηριάλωτον οὐ γίνεται; Εἰπέ μοι δέ, τέκνον, μήτις τῶν ἀδελφῶν ἔθλιψέ σε; Εἰπέ μοι, κἀγώ σε θεραπεύσω ἐν Κυρίῳ. Εἰ δὲ καί τίς σε ἐλύπησε τῶν ἀδελφῶν, βάσταξον, διὰ τὸν λέγοντα· ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Τί δὲ καὶ προσέχεις πταίσμασιν ἀλλοτρίοις; Σεαυτὸν ἁγνὸν τήρει. Εἰ δὲ καὶ ἐγώ σε ἐλύπησα, μάρτυς μου ὁ καρδιογνώστης Κύριος, ὅτι οὐ μισῶν σε ἐσπούδακα εἰς σέ, ἀλλὰ περὶ τῆς σωτηρίας τῆς ψυχῆς σου ἐπιμελητὴς ἐγενόμην. Καὶ τοῖς μὲν ὠσὶν ἀκούων ὁ ἀδελφός, ἕλκεται ὑπὸ τῶν λογισμῶν. Ὁμοίως δὲ καὶ οἱ ἀδελφοὶ παρακαλοῦσιν αὐτόν, λέγοντες· μὴ ἐγκαταλίπῃς ἡμᾶς, ἀδελφέ· ἅμα καὶ μετανοοῦντες αὐτῷ. Καὶ ἐὰν πεισθεὶς ὁ ἀδελφὸς ἡσυχάζῃ ἐν Κυρίῳ, ἀπηλλάγη πολλῶν πειρασμῶν καὶ θλίψεων.

Ἐὰν δὲ μὴ πεισθῇ, λέγει τῷ ἡγουμένῳ· οὐχ ἕνεκα τούτου, ἀλλὰ καταμόνας βούλομαι ἡσυχάσαι. Ἵνα δὲ μὴ μηκύνωμεν τὸν λόγον, μὴ πειθομένου τοῦ ἀδελφοῦ, χωρίζεται τῆς ἀδελφότητος, καὶ ἐξελθὼν τοῦ μοναστηρίου, ἔνθα ἦν παροικῶν, περιβλέπεται εἰς τὰ δεξιὰ καὶ εἰς τὰ εὐώνυμα. Καὶ ἐὰν τὸν κόσμον ζητήσῃ, καὶ ἐκκλίνας τῆς ἐρήμου εἰς τὸν κόσμον πορευθῇ, τυφλωθεὶς τῇ διανοίᾳ λέγει ἐν ἑαυτῷ· ἀπηλλάγην τοῦ μοχθηροῦ βίου τῶν μοναχῶν· καὶ σοφίαν ἡγεῖται τὴν ἑαυτοῦ ἀπώλειαν.

Ἔοικε γὰρ ὁ τοιοῦτος ἀνθρώπῳ, ὅστις ὑδρίαν λαβὼν τοῦ ἀντλῆσαι ὕδωρ, καὶ ὑδρίαν οὐκ ἐνέπλησεν ὕδατος, ὑποστρέφων δὲ καὶ τὸ ἀγγεῖον συνέτριψε. Τοιοῦτος καὶ ὁ ἀθετῶν τὴν χάριν τοῦ Κυρίου, καὶ εἰς τὸν κόσμον πάλιν καὶ τὸν βίον ἐπιστρέφων.

Ἐὰν δὲ περικρατὴς γένηται ὁ ἀδελφὸς τῷ εὐσεβεῖ λογισμῷ, εἰς τὴν ἐνδοτέραν ἔρημον προβάλλει· συμβαίνει δὲ αὐτὸν παραβαλεῖν γέρουσί τισιν. Οἱ οὖν γέροντες, τῆς φιλοξενίας τὴν ἀρετὴν ἀσκοῦντες, δέχονται τὸν ἀδελφὸν μετὰ χαρᾶς. Εἶτα ἐπερωτῶσι· πόθεν ἀδελφέ; Ὁ δέ φησι· τοῦ κοινοβίου τοῦδε εἰμί, ἀδελφοί, καὶ ἀκηδίας μοι περιχυθείσης ἐν τῷ κοινοβίῳ, ἐξῆλθον ἀπ᾽ αὐτοῦ. Καὶ νῦν ἐπιζητῶ, ἔνθα καθίσω καὶ κλαύσω τὰς ἁμαρτίας μου.

Τότε καὶ οἱ γέροντες ἄρχονται παραινεῖν τῷ ἀδελφῷ, λέγοντες· πορεύου μᾶλλον εἰς τὸ κοινόβιόν σου, τέκνον, καὶ μᾶλλον ἀνάπαυε. Ἰδοὺ γὰρ ὁρᾷς ἡμᾶς ἐν ποίᾳ στενώσει ἐσμὲν ἐν τοῖς τόποις τούτοις. Ἀκηκόαμεν δὲ καὶ παρὰ τῶν πατέρων, ὅτι καλὰ κοινόβια, καὶ μάλιστα τοῖς νέοις. Καὶ ἐὰν πεισθεὶς ὁ ἀδελφὸς ὑποστρέψῃ εἰς τὸν τόπον αὑτοῦ καὶ ἡσυχάσῃ, ἔφυγε θλίψεις πολλὰς καὶ κακάς. Ἐὰν δὲ μὴ πεισθῇ ὁ ἀδελφὸς τοῖς γέρουσι, τὴν ἐνδοτέραν ἔρημον διώκει. Καὶ καταλαβοῦσα ἄρχεται ἡ πεῖνα ἐκθλίβειν αὐτόν.

Τότε ἄρχεται ὁ ἀδελφὸς μεταμελεῖσθαι. Ἔτι δὲ καὶ οἱ δαίμονες περισσῶς ἐκταράσσουσιν αὐτὸν τῇ δειλίᾳ, καί φασιν· καλῶς ἐκαθέζου μετὰ τῶν ἀδελφῶν σου. Τίς σε ἀνεστάτωσε καὶ ἐξήγαγεν εἰς τὴν ἔρημον ταύτην; Καὶ ποία δικαιοσύνη ἐστίν, ἐὰν ἀποθάνῃς ἐν τῇ ἐρήμῳ ταύτῃ κακῷ θανάτῳ; Τότε δεικνύουσιν αὐτῷ δειλίαν πολλὴν καὶ φόβητρα καὶ βασάνους πολλὰς ἐν τῇ διανοίᾳ αὐτοῦ. Τότε καὶ ὁ ἀδελφὸς ἄρχεται λέγειν ἐν ἑαυτῷ μεταμελούμενος· καλῶς ἐκαθεζόμην μετὰ τῶν ἀδελφῶν μου. Τίς δὲ ἐπλάνησέ με; Ἢ ποῖος δαίμων ἠπάτησέ με ἐξελθεῖν εἰς ταύτην τὴν φοβερὰν ἔρημον, ἔνθα οἰκοῦσι θηρία πολλὰ καὶ δεινά; Τί δὲ ποιήσω ὁ ταλαίπωρος, ἐὰν ἐμπέσω εἰς χεῖρας τῶν βαρβάρων; Μήποτε καὶ λῃσταῖς περιπέσω· μήποτε καὶ θηρίον πονηρὸν συναντήσῃ μοι. Ἀλλὰ καὶ δαιμόνια πολλὰ εὑρίσκονται ἐν τοῖς τόποις τούτοις· ἔρημος γάρ, φησίν, ὁ τόπος. Καὶ πῶς ἐγὼ δυνήσομαι καταμόνας οἰκεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ, ἔνθα ἐνδελεχοῦσι πνεύματα ἀκάθαρτα, μάλιστα δὲ καὶ ἐθίσαντός μου μετὰ πλειόνων ἀδελφῶν; Ἐπ᾽ ἀληθείας δέ, ἐὰν μὴ νήψῃ ὁ οἰκῶν καταμόνας ἐν τῇ ἐρήμῳ, τάχα καὶ τὴν φρένα ἀπολεῖ, καθάπερ καί τινες πολλοὶ τοῦτο ὑπέμειναν. Εἶτα μετὰ τοὺς λογισμοὺς τούτους, ἄρχεται ὁ ἀδελφὸς ἐν ἑαυτῷ λέγειν· πορευθῶμεν παροικῆσαι πλησίον ἀδελφῶν καταμόνας ἡσυχαζόντων. Εἶτα παραγίνεται πρὸς τοὺς μονάζοντας.

Δέχονται αὐτὸν οἱ ἀδελφοὶ μετ᾽ εἰρήνης, παρέχουσιν αὐτῷ κελλίον ἐν τῷ μεταξὺ ἑαυτῶν καὶ προσλαμβάνονται ἐν Κυρίῳ, φέροντες αὐτῷ καθ᾽ ὅ,τι ἰσχύει ἡ χεὶρ αὐτῶν. Εἶτα καθέζεται ὁ ἀδελφὸς εἰς τὸ κελλίον αὑτοῦ· λέγει λοιπὸν ἐν ἑαυτῷ· ὀφείλομεν ἐργάζεσθαι ὀλίγον, ἵνα εὕρωμεν διατραφῆναι.

Καὶ πάλιν· τί ποιήσω; Τὸ ἐργόχειρον τοῦ τόπου τούτου οὔπω μεμάθηκα. Καὶ μεθ᾽ ἡμέρας μαθὼν τὸ ἐργόχειρον, ἄρχεται λοιπὸν περισπᾶσθαι, ὡς καταμόνας οἰκῶν. Καθάπερ γὰρ τῷ ἐθίσαντι καταμόνας δυσχερὲς τὸ κοινόβιον φαίνεται, οὕτω τῷ ἐθίσαντι ἐν κοινοβίῳ δυσχερὴς ἡ μονία φαίνεται. Πᾶν δὲ ξύλον ἐκ τοῦ ἰδίου καρποῦ ἐπιγινώσκεται, καὶ ὁ πονικὸς ἐκ νεότητος αὑτοῦ.

Ἄρχεται λοιπὸν ὁ ἀδελφός, πολλάκις ἐκ τῶν περισπασμῶν συνεχόμενος, μεταμελεῖσθαι καὶ λέγειν· ἰδοὺ περισπῶμαι πάντοθεν, καὶ οὐδὲ τὴν μικράν μου σύναξιν εὑρίσκω βαλεῖν, τοῖς λογισμοῖς ἀντιμαχόμενος καθ᾽ ἑκάστην ἡμέραν. Ὅτε δὲ ἤμην ἐν τῷ κοινοβίῳ, τούτων ἁπάντων ἐλεύθερος ἤμην· ἡ δὲ μέριμνά μου ἦν εἰς τὴν σύναξίν μου, καὶ εἰς τὸ μικρὸν ἐργόχειρον. Νῦν δὲ τί ποιήσω ἐγὼ ὁ ταλαίπωρος; Διὰ γὰρ τὰς ἁμαρτίας μου ταῦτά μοι συνέβησαν.

Διότι παρήκουσα νουθεσίαν πατρός, ἰδοὺ συνέχουσί με θλίψεις πολλαί. Κακὴ γὰρ σφόδρα ἡ παρακοή· τὸν Ἀδὰμ ἐξέβαλεν ἐκ τοῦ παραδείσου, κἀμὲ ἐκ τοῦ μοναστηρίου μου. Καὶ μετὰ τοὺς λόγους τούτους, συμβαίνει φέρεσθαι τῷ ἀδελφῷ λογισμοὺς δύο· εἷς ἀγαθός, καὶ εἷς πονηρός. Ὁ δὲ πονηρὸς τοιαῦτα ὑποβάλλει, λέγων· ἰδοὺ καὶ τὸ κοινόβιον ἐδοκίμασας, καὶ τῆς ἐρήμου ἐπειράθης. Καὶ ἐὰν ὑποστρέψῃς εἰς τὸ κοινόβιον, αἰσχύνη σοι ἐστὶ καὶ ὄνειδος. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐν τοῖς κοινοβίοις θλίψεις ὑπάρχουσιν, ἀλλὰ καὶ σκάνδαλα πολλά. Καὶ πάλιν ἐν τῇ ἐρήμῳ ταύτῃ δειλία ὑπάρχει καὶ κόπος ἄμετρος. Ἀλλὰ μᾶλλον διελθών, πορεύου εἰς τὸν κόσμον· κἀκεῖ γάρ, φησίν, ἐὰν θέλῃς φοβηθῆναι τὸν Θεόν, σῴζῃ. Ἢ δοκεῖς, ὅτι μόνοι οἱ ἐν τῇ ἐρήμῳ σῴζονται; Ἐὰν δέ ἐστι σοφὸς ὁ ἀδελφός, ἀποκρίνεται τῷ λογισμῷ, λέγων· εἰ γὰρ ἐν τῇ ἐρήμῳ, ὅπου πολλὴ ἡσυχία καὶ γαλήνη, οὐκ εἴασάς με ἡσυχάσαι, ἐὰν πορευθῶ εἰς τὸν κόσμον, τί οὖν μέλλεις ἐγείρειν κατ᾽ ἐμοῦ κακά; Ταῦτα γὰρ ὑποβάλλει ὁ Ἐχθρός, θέλων αὐτὸν ἀνακάμψαι ὡς κύνα ἐπὶ τὸ ἴδιον ἐξέραμα. Ἐὰν γὰρ καὶ συγκαταθῆται ὁ ἀδελφὸς τῷ λογισμῷ, εὐθέως εἰς τὸν κόσμον ἐλαύνει αὐτὸν ὁ Ἐχθρός.

Εἰ δέ ἐστιν ἐπιποθοῦσα ἡ ψυχὴ τοῦ ἀδελφοῦ εἰς τὸ σωτήριον τοῦ Κυρίου, ὁ Θεὸς δίδωσιν αὐτῷ λογισμὸν ἀγαθὸν εἰς τρίβον δικαιοσύνης. Τοιαῦτα οὖν τὰ προβλήματα τοῦ ἀγαθοῦ λογισμοῦ. Καί φησιν· ἰδοὺ καὶ τὰ κοινόβια ἐδοκίμασας, καὶ τῆς ἐρήμου ἐπειράθης. Τοιγαροῦν δοκίμασον τὸν λογισμόν σου, καὶ ὅπου βλέπεις, ὅτι οἰκοδομεῖται ἡ ψυχή σου εἰς τὸ ἀγαθόν, ἐκεῖ μεῖνον. Ἐὰν δὲ καὶ ἐν τοῖς τόποις τούτοις βουληθῇς ἡσυχάσαι, ὡς καὶ οἱ λοιποὶ ἀδελφοὶ οἱ καθεζόμενοι διὰ τὸν Κύριον, ὁ Κύριος Ἰησοῦς Χριστὸς οὐ μή σε ὑπερίδῃ· ἀλλ᾽ αὐτός σου φροντίσῃ, μόνον ἐν φόβῳ Θεοῦ ἀναστρέφου.

Εἰ δὲ καὶ εἰς τὸ κοινόβιον βούλει ἀναστρέψαι, καὶ τοῦτο κρεῖσσον. Καὶ μὴ εἴπῃς ἐν τῇ διανοίᾳ σου, λέγων· αἰσχύνομαι ὑποστρέψαι πρὸς τοὺς ἀδελφούς μου· ἡγεῖσθαί με γὰρ ἔχουσιν, ἐὰν ὑποστρέψω πρὸς αὐτούς, ὡς ἀδόκιμον καὶ μὴ ὑπομένοντα τὸν κόπον τῆς ἐρήμου, ἀλλὰ δραπετεύσαντα, ὡς δειλὸν στρατιώτην, ἀπὸ παρατάξεως πολέμου. Οὐχ οὕτως, ἀδελφέ μου, οὐχ οὕτως· ἀλλὰ σὺ μᾶλλον, ὡς ἀγωνιστής, τὸ εἰρημένον ἐν τῷ Ἀποστόλῳ πεπλήρωκας.

Λέγει γάρ· πάντα δοκιμάζοντες, τὸ καλὸν κατέχετε. Καὶ ἰδού, σοὶ τὰ ἀμφότερα δεδοκίμασται. Εὗρες ὅτι καλὸν καὶ τερπνὸν τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό. Καθὼς γέγραπται· ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή· ἰσχύει δὲ ὥσπερ μεμοχλευμένον βασίλειον.

Καὶ κατανυγεὶς ὁ ἀδελφὸς ἐπὶ τούτοις, ὑποστρέφει εἰς τὸ κοινόβιον. Δέχεται αὐτὸν ὁ ἡγούμενος τοῦ κοινοβίου καὶ οἱ ἀδελφοὶ ἀσμένως, διὰ τὸν εἰπόντα· ἀντέχεσθε τῶν ἀσθενούντων· καὶ δίδωσιν αὐτῷ κελλίον. Καὶ μεθ᾽ ἡμέρας τινάς, τοῦ ἀδελφοῦ ἡσυχάζοντος ἐν τῷ κελλίῳ αὑτοῦ, ἄρχεται ὁ Πονηρὸς τὰ τοιαῦτα ἐκθλίβειν καὶ ὑποβάλλειν αὐτῷ, καί φησι· πάλιν εἰς τὰ ἀρχαῖα ἐλήλυθας; Οὐκ ἤρκει σοι μονὴ ἢ ἐλευθερία τῆς ἐρήμου, ὅτε οὔτε ἐθεώρεις βλαβερόν τι, οὔτε ἐσκανδαλίζου, οὔτε ἐλάλεις μετά τινος; Καὶ τοσοῦτο πάλιν ἄρχονται οἱ δαίμονες ἐκθλίβειν τὸν ἀδελφόν, ὥστε εἰ δυνατόν, ἐξορύξαντα τὸ τεῖχος τοῦ μοναστηρίου, ἐκφυγεῖν. Τοσοῦτο ταρασσόμενος ὑπὸ τοῦ πονηροῦ Διαβόλου, ἐκ τῶν λογισμῶν φέρων αὐτῷ καὶ ἀκηδίαν εἰς τὸ μικρὸν ἐργόχειρον, θέλων πάλιν ἀπώσασθαι αὐτὸν τοῦ κελλίου. Ἐὰν δέ ἐστι φρόνιμος ὁ ἀδελφὸς (καθὼς γέγραπται· γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί), ἀντιλέγει πρὸς αὐτούς, λέγων· οὐ μὲ ἐπιχλευάσητε, ἐργάται ἀνομίας· διότι τὰς συμβουλίας ὑμῶν ἐγὼ οὐκ ἀνέχομαι.

Ἡ γὰρ συμβουλία ὑμῶν μεστὴ ἰοῦ θανατηφόρου. Ἀκούσας γὰρ ὑμῶν τὸ πρῶτον, ἐξῆλθον τοῦ μοναστηρίου, νομίζων εἰς προκοπὴν ἐλθεῖν. Καὶ τοῦ μὲν κελλίου ἐξῆλθον, ὠφέλειαν δὲ οὐκ ὠφελήθην, πλὴν ὅτι ἔγνων, ὅτι πᾶσαι αἱ ὁδοὶ ὑμῶν σκότος, καὶ ὁ ἐν αὐταῖς περιπατῶν, ἐν σκότει πορεύεται. Ἐγὼ γάρ, ἀπὸ τοῦ νῦν, τοῦ Θεοῦ μοι συνεργοῦντος, δοῦλός εἰμί τινος· καὶ ἐλθὼν ὁ κύριός μου παρέθετό με τῷ ἡγουμένῳ τοῦ μοναστηρίου, ἔνθα ἐγὼ παροικῶ· διὸ οὔκ εἰμι αὐτεξούσιος. Καὶ ὑπὲρ τοῦ μικροῦ ἐργοχείρου, τί με ἐκθλίβετε;

Μὴ καλλίων εἰμὶ ἐγὼ τῶν κοσμικῶν, οἵτινες οὐ μόνον ἡμέρας ἐργάζονται, ἀλλὰ καὶ τῆς νυκτός, καὶ περὶ φροντίδα εἰσὶ γυναικῶν τε καὶ τέκνων καὶ κέλλης καὶ ἐνοικίου; Ἐμὲ δὲ τούτων ἁπάντων ἠλευθέρωσεν ὁ Χριστός· ὅτι ὁ ζυγὸς αὐτοῦ χρηστός, καὶ τὸ φορτίον αὐτοῦ ἐλαφρόν ἐστι. Διὰ τοῦτο, ἐκκλίνατε ἀπ᾽ ἐμοῦ πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ.

Ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ ἀκηδίας καὶ ὑπομονῆς γερόντων. Παραίνεσις κδʹ Ὑποβάλλει ὁ Ἐχθρὸς τῷ ἀδελφῷ· τοσαῦτα ἔτη ἔχεις ἐν τῷ ἁγίῳ τόπῳ τούτῳ, τῷ Δεσπότῃ Χριστῷ δουλεύων, νῦν δὲ γεγήρακας, καὶ οὐκ ἰσχύεις ἔτι φέρειν τοὺς κανόνας τοῦ τόπου τούτου· ἡ γὰρ σάρξ σου ἀσθενὴς γέγονε, καὶ οὐκέτι ὑπάρχει σοι ἰσχὺς τοῦ ποιεῖν τί ποτε· καὶ μέλλεις τοῦ λοιποῦ ἐξουθενεῖσθαι ὑπὸ μικρῶν τε καὶ μεγάλων· ἀλλὰ καὶ διὰ τὸ γῆράς σου ἀναπαύσεως χρῄζεις. Δεῦρο οὖν, ἔξελθε ἐντεῦθεν καὶ καθέζου ἑνὶ τόπῳ καὶ ἡσύχασον· καὶ εἴτε ἐξ ἀγάπης, εἴτε ἐξ οἱασδήποτε προφάσεως, ὁ Θεὸς ἀποστελεῖ τὴν τροφήν σου. Ποία γὰρ ἀνάγκη σοι ἐπίκειται, ἵνα καὶ ταλαιπωρῶν ὀνειδίζῃ περὶ τῆς τροφῆς σου; Τί δὲ καὶ ἡ βρῶσίς σου τυγχάνει, ὅτι οὕτως καθ᾽ ἑκάστην ἡμέραν ταλαιπωρεῖς, ὡς κακὸς δοῦλος, καὶ ἀνέχῃ τοῖς μικροτέροις σου ὑποταγῆναι;

Ταῦτα καὶ τὰ τοιαῦτα ὑποβάλλει ὁ Πονηρὸς τῷ γέροντι, βουλόμενος αὐτὸν χωρίσαι τῆς ἀδελφότητος μετὰ τοσαῦτα ἔτη, καὶ τοῦ τόπου ἔνθα γεγήρακε, καὶ ἀνυπομόνητον δεῖξαι αὐτὸν περὶ τὸ γῆρας αὐτοῦ. Καὶ ἐάν ἐστιν ὁ γέρων ἐλαφρότερος τῷ λογισμῷ, εὐθὺς καὶ παραχρῆμα μεταστρέφεται καὶ ἐλαύνεται ὑπ᾽ αὐτοῦ, ὡς φρύγανον ὑπὸ ἀνέμου σαλευόμενον. Ἐὰν δέ ἐστιν ὁ γέρων τῷ λογισμῷ τέλειος, οὐ μεταφέρουσιν αὐτὸν τοῦ τόπου τῆς ἡσυχίας, οὐδὲ νικῶσιν αὐτόν, ὥσπερ δέσμιον ἐν ἁλύσει· οὐ γὰρ ἰσχυροτεροῦσι τοῦ εὐσεβοῦς λογισμοῦ. Ἀντιλέγει γὰρ πρὸς αὐτοὺς καὶ ὁ γέρων, λέγων· οὐ μή μου γελοιάσητε τὸ γῆρας, πονηροὶ δαίμονες· οὐ γὰρ τὰ πονηρὰ ὑμῶν νοήματα ἀγνοοῦμεν. Εἰ γὰρ ἐν τῇ νεότητί μου ὑπέμεινα τοὺς πόνους καρτερῶς, πολλῷ μᾶλλον νυνὶ ὑπομενῶ, ὅτι ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκε, τοῦ εἶναί με σὺν Χριστῷ. Καθὼς καὶ ὑμεῖς μοι διεμαρτύρασθε, γεγήρακα, καὶ ἡ σάρξ μου ἀσθενὴς γέγονε. Ποῦ τοίνυν πορευθῶ; Ὁ γὰρ γηράσας οὐδὲν ἕτερον προσδοκᾷ, εἰ μὴ τοῦ ἀναλῦσαι τοῦ βίου. Ἅμα δὲ πείθετε, ἵνα τύπος γένωμαι ῥᾳθυμίας, καὶ οὐχ ὑπομονῆς. Εἰ γὰρ ὁ εὐσεβὴς γέρων ὁ Ἐλεάζαρος καυστικαῖς βασάνοις καταντλούμενος, οὐ μετετράπη τὸν λογισμόν, ὅθεν καὶ οἱ νέοι τὴν ἡλικίαν εἰς τὴν τούτου ὑπομονὴν ἐφορῶντες κατεφρόνησαν τῶν βασάνων τῶν ὁρωμένων, καὶ ἐνίκησαν τὸν τύραννον οἱ ἑπτὰ ὅσιοι παῖδες, τί οὖν ἐγώ;

Καὶ ἐν τούτῳ ἀνατρέπει τοὺς δαιμονιώδεις λογισμούς, ἐὰν μείνῃ τῇ αὐτῇ γνώμῃ, τῆς χάριτος συνεργούσης· καὶ τελειοῦται ἐν τῷ τόπῳ, ἔνθα γεγήρακε, κομιζόμενος τὸν στέφανον τῆς ζωῆς, ἀκούων παρὰ τοῦ Κυρίου· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

Περὶ μετάρσεως τόπου εἰς τόπον. Παραίνεσις κεʹ Ἡ πίστις μήτηρ ἐστὶ παντὸς ἔργου ἀγαθοῦ, καὶ δι᾽ αὐτῆς κτᾶταί τις τὰς ἐπαγγελίας τοῦ Δεσπότου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καθὼς γέγραπται· χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι. Εὐκαρποφόρον δὲ κτῆμα τῷ Διαβόλῳ τυγχάνει ἡ ἀπιστία, ἥτις ἐστὶ μήτηρ παντὸς ἔργου πονηροῦ.

Ἐξ αὐτῆς τίκτεται ἡ διψυχία, ἥτις ἐστὶν ἀταξία. Ἀνὴρ δίψυχος, φησίν, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Ἐὰν ἐξέλθωμεν εἰς τὴν ἔρημον, ἐν τῇ ἐρήμῳ οὐχ ἡσυχάζουσιν οἱ πόδες ἡμῶν· καὶ ἐὰν ἔλθωμεν εἰς τὰ οἰκούμενα, τοὺς τὴν ἔρημον διώκοντας μακαρίζομεν.

Ἀδελφοί, ἐὰν μὴ σπείρωμεν, πῶς θερίσωμεν; Τοὺς καρποὺς τῷ καρποδότῃ μὴ προσφέροντες, καὶ καρποφορεῖν πῶς δυνάμεθα; Τὴν θλῖψιν μὴ ὑποφέροντες, ἄνεσιν πῶς ἐξεύρωμεν; Ἐν τῇ ἐρήμῳ μὴ προσκαρτεροῦντες, πῶς ἀπολάβωμεν τὸν μισθὸν τῆς ξενιτείας ἡμῶν; Τῇ πτωχείᾳ καὶ τῇ στενώσει μὴ ὑπομένοντες, ἀληθινὸν πλοῦτον πῶς εὕρωμεν; Ἐν ὕβρεσι καὶ λύπαις καὶ ἐξουδενώσει μὴ εὐδοκοῦντες, τοῖς ἴχνεσι τοῦ Δεσπότου Χριστοῦ πῶς ἐξακολουθήσωμεν, ἐν ὑποταγῇ πρεσβυτέρων ἐν Κυρίῳ μὴ ἀνεχόμενοι, ἀπὸ τόπου εἰς τόπον ἕτερον μετερχόμενοι;

Πρῶτον ὀφείλει καταμαθεῖν ἐκ τῶν ἰδίων λογισμῶν, διατί, καὶ διὰ ποίαν αἰτίαν βούλεται καταλιπεῖν τὸν ἴδιον τόπον, ἐν ᾧ οἰκεῖ· μήποτε τὸν κόπον θέλων φυγεῖν, τὴν ἔρημον διώκῃ, οἰόμενος κουφότερον τόπον ἐν τῇ ἐρήμῳ· μήποτε πάλιν ὑπὸ τοῦ μισοκάλου δαίμονος ζήλῳ ἢ φθόνῳ τρωθείς, ὡς ἑτέρου ἀδελφοῦ προκόψαντος εἰς τὰ βλεπόμενα, αὐτοῦ μὴ ἐπιτυχόντος τῆς ἀρχῆς, καὶ τούτου χάριν βούλεται καταλιπεῖν τὸν τόπον· μήποτε καὶ τὸν πόλεμον φυγὼν τῶν ἀρετῶν, ἢ ἐν ὑποταγῇ Χριστῷ μὴ ἀνεχόμενος εἶναι, τὴν μονίαν διώκῃ· μήποτε καὶ κληρονομίαν γηΐνην διώκων, τὸν τόπον αὐτοῦ βούλεται καταλιπεῖν· οἱ γὰρ λογισμοὶ δηλοῦσι ταῦτα. Ἐὰν οὖν προεξετάσωμεν καὶ ἐρευνήσωμεν, καὶ ἐπιγνόντες τὸ ἐνοχλοῦν ἡμῖν πάθος, τοῦτο μὴ ἐξακολουθήσωμεν, οὐ μὴ ἐμπέσωμεν εἰς τὰς χεῖρας τῶν πονηρῶν δαιμόνων, εἰς ἐρήμους τόπους καὶ ἀνύδρους. Προέταζε οὖν σεαυτὸν ἰσχυρῶς, εἰ ὄντως ἐν ἀληθείᾳ κατὰ Θεόν ἐστι τὸ γενόμενον, καὶ οὐκ ἐν διεφθαρμένῳ σκοπῷ. Ὅστις οὐ μετὰ βουλῆς ποιεῖ πρᾶγμα, ἔοικεν ὁ τοιοῦτος ἀνδρὶ διώκοντι πτερωτὰ τοῖς ἰδίοις ποσίν, ἀβουλήτως ποιῶν τὰ καθ᾽ ἑαυτόν. Βουλὴ δὲ ἀγαθὴ τηρεῖ τὰς ἐντολὰς τοῦ Χριστοῦ.

Καὶ τί δεῖ λέγειν πρὸς ταῦτα; Νήψεως οὖν χρεία, ἀγαπητοί. Ἔστι δὲ ὅτε καὶ διὰ δικαιωμάτων παρατάσσεται τοῖς ἀδελφοῖς ὁ Ἐχθρός. Καὶ ἐὰν συγκατατιθῆται ὁ ἀδελφός, ἵνα χωρισθῇ τοῦ τόπου, μηχανᾶται ὁ Ἐχθρὸς παγιδεῦσαι αὐτὸν ἐν τόπῳ τινί. Ἐὰν δὲ διώξωσιν ἡμᾶς οἱ ἄνθρωποι ζήλου πικροῦ ἕνεκεν, ἢ βιαζόμενοι συγκοινωνεῖν ἔργοις ἀλλοτρίοις, ἐν οἷς οὐκ εὐαρεστεῖται Θεός, καὶ φύγωμεν εἰς ἕτερον τόπον, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν· τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος πρὸς τοὺς ἑαυτοῦ μαθητάς· ἐὰν διώξωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἄλλην. Περὶ δὲ τοῦ μὴ ῥέμβεσθαι εἶπε πάλιν ὁ Σωτήρ· καὶ μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. Καὶ πάλιν· εἰς ἣν δ᾽ ἂν πόλιν εἰσέλθητε, ἐκεῖ μένετε. Ἐὰν δὲ τὰ θελήματα ἡμῶν θέλωμεν ποιεῖν, ποία ἀρετὴ αὕτη;

Εἰ δὲ προεστῶτες ἡμᾶς ἀφορίσωσι, δῶμεν τόπον. Ἀντιστῶμεν δὲ τῷ Διαβόλῳ μᾶλλον· οὕτω γὰρ ἐποίει ὁ Δαβίδ· τοὺς ἀλλοφύλους πολεμῶν, ἀπὸ προσώπου Σαοὺλ ὑπεχώρει. Ἐὰν οὖν ἡσυχάζῃς καλῶς ἐν τῇ ἐρήμῳ καὶ ὀχλήσῃ σοι λογισμὸς μετᾶραι εἰς τὰ οἰκούμενα, ἀποκρίθητι αὐτῷ τὸν πόλεμον τοῦ κόσμου καὶ τὸ συμβαῖνόν τισιν εἰς τὰ οἰκούμενα. Ἐὰν δὲ καὶ εἰς κοινόβιον ἡσυχάζῃς καλῶς καὶ ὀχλήσῃ σοι λογισμὸς εἰς τὴν ἔρημον εἰσελθεῖν, ἀποκρίθητι αὐτῷ τὸν πόλεμον καὶ τὸν κόπον αὐτῆς. Ἐὰν δὲ καὶ καταμόνας ἡσυχάζῃς καλῶς καὶ ὀχλήσῃ σοι λογισμὸς ἐν συνοδίᾳ ἀδελφῶν πλειόνων εἰσελθεῖν, ἀποκρίθητι αὐτῷ τὸν ἀγῶνα τῶν κοινοβίων, ἅμα δὲ καὶ τὴν ἀνταπόδοσιν. Καὶ μὴ συναπαχθῶμεν ἀκρίτως τοῖς ἰδίοις λογισμοῖς· οὐ γὰρ οἴδαμεν τί συμφέρει ἡμῖν. Καθὼς ἡ Σοφία λέγει· μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου, ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου. Τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις καὶ ἀφήσεις ἑαυτὸν ὡς ξηρὸν ξύλον. Σωτηρία δὲ γίνεται ἐν πολλῇ βουλῇ.

Ἀλλὰ πολλάκις βούλει λέγειν, ὅτι διὰ τὰ σκάνδαλα καὶ τὴν καταλαλιὰν βούλει φυγεῖν ἐντεῦθεν. Ἀνάσχου οὖν, καὶ συμβουλεύσω σοι ῥῆμα. Θέλεις φυγεῖν τὰ σκάνδαλα καὶ τὴν καταλαλιάν; Θὲς θύραν τῷ στόματί σου ἐν Κυρίῳ, καὶ τοὺς ὀφθαλμούς σου ἀπόστρεψον τοῦ μὴ ἰδεῖν ματαιότητα, καὶ ἀμφότερα φεύξεις· τὴν μὲν καταλαλιὰν διὰ τῆς σιωπῆς, καὶ τὰ σκάνδαλα διὰ τῆς φυλακῆς τῶν ὀφθαλμῶν. Ἐὰν γὰρ ταῦτα μὴ νικήσωμεν, ὅπου δ᾽ ἂν πορευθῶμεν, ἐν ἑαυτοῖς βαστάζομεν τοὺς πολεμοῦντας ἡμᾶς. Τούτους νίκησον, ἀγαπητέ, καὶ ἕξεις ἀνάπαυσιν, ὅπου δ᾽ ἂν καθίσῃς.

Ἀλλὰ πολλάκις βούλει λέγειν, ὅτι ἐγνώσθη ἡ ἀσυστροφία μου καὶ ἡ ἀμέλειά μου πᾶσι τοῖς ἀδελφοῖς· διὸ οὐκέτι δύναμαι οἰκῆσαι ἐν τῷ τόπῳ τούτῳ· κἂν γὰρ ἐγὼ ποθήσω τὴν ἀρετήν, ἀλλ᾽ οἱ ἄνθρωποι, μεθ᾽ ὧν κατοικῶ, οἱ αὐτοί εἰσιν. Ἄκουε τοίνυν, ἀγαπητέ· σὺ τὸ ἀγαθὸν ποίει, καὶ ὄψει ὅτι ὁ Κύριος θεραπεύσει τὴν συνείδησίν σου καὶ τῶν ἀδελφῶν σου εἰς τὰ κατὰ σέ. Εἴπως ἀνέχῃ καταλιπεῖν τὸν τόπον, τῶν ἀδελφῶν ἐσκανδαλισμένων εἰς τὰ κατὰ σέ, φεύγεις μὲν ὀνειδισμὸν τῶν ἀνθρώπων καὶ πορεύεις εἰς ἕτερον τόπον, ἔνθα δόξης ἐπιτυχών, καὶ μὴ μνημονεύσῃς ἔτι τοῦ προτέρου ἐλαττώματος· τοῦ Προφήτου λέγοντος· ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Πάνυ γὰρ συμβάλλεται ὁ ὀνειδισμὸς καὶ ἡ ἐξουδένωσις ὑπὸ ἀνθρώπων, διὰ τὸν Κύριον, πρὸς κάθαρσιν ἁμαρτιῶν. Καὶ πειθέτω σε ὁ Προφήτης, λέγων· ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Ἀλλ᾽ ἔνθα κατέβαλεν ὁ ἐξεναντίας, ἐγερθεὶς καταπάλαισον κατὰ τοῦ Ἐχθροῦ· ἵνα οἷς ἐγνώσθη σου τὰ ἐλαττώματα, φανερωθῇ αὐτοῖς καὶ τὸ κατόρθωμα. Καὶ ἐν τούτῳ κομίσῃ δόξαν παρὰ Κυρίου μεγάλην· τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· καὶ ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. Ἀφ᾽ ᾗς γὰρ τὸ ῥυπωθὲν ἱμάτιον ἐπλύνθη, οὐκέτι οὐ μὴ ἀφορισθήσεται μετὰ τῶν ῥυπαρῶν.

Ἐὰν δὲ κατὰ φθόνον ἢ ζῆλον πονηρόν, ἐπονομάσῃ τις τὸ καθαρὸν ῥυπαρόν, οὐ πιστευθήσεται· ἡ γὰρ εἰδέα τοῦ ἱματίου ἐλέγξει αὐτόν. Πλυνεῖς με γάρ, φησί, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Πρὸς δὲ τοὺς ἀντικειμένους σοι καὶ θέλοντας μεταστρέφειν σου τὸν λογισμὸν πάλιν εἰς τὰ ἀρχαῖα κακά, λέγει ἡ Γραφή· οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὑτοῦ ἀνατροπὴν θολεράν· ὦ οἱ ἐγκαταλιμπάνοντες ὁδοὺς εὐθείας τοῦ πορευθῆναι ἐν ὁδοῖς σκότους· οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ· ὧν αἱ τρίβοι σκολιαί, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας, καὶ ἀλλότριον τῆς δικαίας γνώμης. Διὸ λέγει· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς· εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς, εὕροσαν ἂν τρίβους δικαιοσύνης λείας. Χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ. Ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξωσθήσονται ἐξ αὐτῆς. Υἱέ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία. Ὅτι τῷ Θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.