Παραίνεσις κϛʹ Ἐὰν συμβῇ ἀδελφὸν τοῦ κοινοβίου χωρισθῆναι οἱᾳδήποτε προφάσει, καὶ αὐτὸν συμβῇ περιπεσεῖν ἐν ἀρρωστίᾳ, ἢ καὶ μεταγνόντα ἐπιστρέψαι, οὐ δεῖ παρορᾶν τὸν ἀδελφόν, ἀλλὰ προσλαμβάνεσθαι ἐν Κυρίῳ, ὡς ἴδιον μέλος, εἰ καὶ ἥμαρτεν. Ἀλλὰ σὺ οὐκ ἀνθρώπῳ ποιεῖς, ἀλλὰ τῷ Κυρίῳ, τῷ εἰπόντι· ὃ ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Τὸ γὰρ περὶ ἑαυτοῦ μόνου φροντίζειν κωλυτόν· τοῦ Σωτῆρος ἡμῶν εἰπόντος· μὴ μεριμνήσητε ταῖς ψυχαῖς ὑμῶν, τί φάγητε, καὶ τὰ ἑξῆς. Διὸ ἐπάγει, λέγων· ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ. Ὅθεν καὶ διὰ τοῦ Ἀποστόλου παραγγέλλει, λέγων· μὴ τὰ ἑαυτοῦ ἕκαστος σκοπείτω, ἀλλὰ καὶ τὰ τοῦ ἑτέρου. Καὶ πάλιν ὁ αὐτὸς λέγει· καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.