Ὦ ἁγνεία, Θεοῦ δῶρον, πλήρης χρηστότητος καὶ παιδείας καὶ γνώσεως! Ὦ ἁγνεία, λιμὴν ἀκύμαντος, πλήρης εἰρήνης καὶ καταστάσεως! Ὦ ἁγνεία, ἡ χαροποιοῦσα τὴν καρδίαν τοῦ κεκτημένου αὐτήν, καὶ τὴν ψυχὴν πτεροφυοῦσα εἰς τὰ οὐράνια! Ὦ ἁγνεία, ἡ χαρὰν πνευματικὴν γεννῶσα καὶ λύπην φονοκτονοῦσα! Ὦ ἁγνεία, ἡ ἀποστυγοῦσα τὸ πονηρόν, κολλωμένη δὲ τῷ ἀγαθῷ! Ὦ ἁγνεία, ἡ πάθη μειοῦσα καὶ ἀπάθειαν ἀπεργαζομένη! Ὦ ἁγνεία, ἡ δικαίους φωτίζουσα καὶ τὸν Διάβολον σκοτίζουσα, καὶ ὀξυδρομοῦσα πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐν Χριστῷ! Ὦ ἁγνεία, ἡ τὴν ἀκηδίαν ἀπελαύνουσα καὶ τὴν ὑπομονὴν ἐμποιοῦσα! Ὦ ἁγνεία, φορτίον ἐλαφρόν, ὑπὸ ὑδάτων μὴ καταποντιζόμενον, καὶ πλοῦτος αἰώνιος κεκρυμμένος ἐν ψυχῇ ἀνθρώπου φιλοχρίστου, ὃν εὑρήσει ὁ τοῦτον κεκτημένος, ἐν καιρῷ τῆς χρείας! Ὦ ἁγνεία, κτῆμα καλόν, ὑπὸ θηρίων μὴ λυμαινόμενον καὶ ὑπὸ πυρὸς μὴ κατακαιόμενον! Ὦ ἁγνεία, ἡ ἐν χερσὶ πλοῦτον ἀμετάμελον κατέχουσα καὶ ὀλιγωρίαν ἀπελαύνουσα! Ὦ ἁγνεία, ἅρμα πνευματικὸν καὶ τὸν κεκτημένον ἀνάγουσα εἰς ὕψος! Ὦ ἁγνεία, ἡ καταλύουσα ἐν ψυχαῖς πραέων καὶ ταπεινῶν, καὶ τοῦ Θεοῦ ἀνθρώπους ἐργαζομένη! Ὦ ἁγνεία, ἡ ἀνθοῦσα, ὡς ῥόδον, ἀνὰ μέσον ψυχῆς καὶ σώματος, καὶ ὅλον τὸν οἶκον πληροῦσα εὐωδίας! Ὦ ἁγνεία, πρόδρομε καὶ σύνοικε τοῦ Ἁγίου Πνεύματος!