Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγοι παρααινετικοὶ πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχούς

Ἐφραίμ ὁ Σύρος

Παραινέσεις 46-47: Αγάπη, αποφυγή κοσμικών συναναστροφών και νοερός πόλεμος

Διδασκαλία για τη σημασία της αγάπης, συμβουλές για την αποφυγή των κοσμικών ηδονών και της οινοποσίας, και ανάλυση της νοεράς αντιμετώπισης των ρυπαρών λογισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 10 από 12

Περὶ ἀγάπης. Παραίνεσις μϛʹ Ἀγαπητέ, ἐὰν ἀξιωθήσῃ γνώσεως καὶ διακρίσεως, εἴτε ἰαμάτων, ὅρα μήποτε θαρρῶν τῷ χαρίσματι διατελέσῃς ἄκαρπος· ἵνα μὴ εἴπῃς, ἐλέησον, καὶ ἀκούσῃς μετὰ τῶν ἐξ εὐωνύμων, ὅταν γ᾽ ἀφορίσει ὁ βασιλεὺς τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν, οὐκ οἶδα ἡμᾶς. Γέγραπται γάρ· οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Πολλοὶ γὰρ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Διατί ἄρα; Ὅτι τὴν ἀγάπην οὐκ ἐφύλαξαν. Καθὼς γέγραπται· ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακε, τὸν Θεόν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾶν; Γέγραπται γάρ· ἐκεῖνος ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας.

Καὶ ὁ Ἀπόστολος λέγει· Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν Ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν γῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Ἰδού, ἀκήκοας, ἀγαπητέ, τὴν δύναμιν τῆς ἀγάπης. Ταύτην κτῆσαι σεαυτῷ ἐν πᾶσι τοῖς ἔργοις σου, καθ᾽ ὅσον ὁδηγῇ ὑπὸ τῆς χάριτος, ὅπως κομίσῃ τὸν ἔπαινον παρὰ Θεοῦ.

Παρακαλῶ δὲ ὑμᾶς, ἀγαπητοί μου ἀδελφοί, μέμνησθέ μου τοῦ ἀχρείου δούλου ἐν ταῖς προσευχαῖς ὑμῶν, ὅπως οἱ λόγοι μου μὴ γένωνται κατ᾽ ἐμοῦ ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Σωτῆρος. Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλων τοὺς ὑπεναντίους, πτοοῦσί με. Ἀλλὰ δῴη κἀμοὶ ὁ Κύριος σὺν ὑμῖν τοῖς ἐκλεκτοῖς αὐτοῦ, τῷ ἀναξίῳ, εἰσελθεῖν εἰς τὴν βασιλείαν αὐτοῦ, διὰ τοὺς οἰκτιρμοὺς αὐτοῦ. Δῴη δὲ ὁ Κύριος τὴν ἀγάπην αὐτοῦ ἐν ταῖς καρδίαις πάντων ἡμῶν. Ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

Πρὸς Εὐλόγιον. Παραίνεσις μζʹ Ἐπὶ τὸν καρπὸν τῆς ὑπακοῆς ἀφορῶν, ἀδελφέ, ἐσπούδασα γράψαι σοι περὶ ὧν μοι προσέταξας. Ἀρχὴ ἀγαθὴ φοβεῖσθαι τὸν Κύριον· γῆρας δὲ τίμιον ἐν ψυχῇ φιλοχρίστῳ. Ὁ προσέχων ἑαυτῷ, ἐν παντὶ τόπῳ σῴζεται. Ὁ ἀγαπῶν συντυχίας κοσμικῶν, τὸν κόσμον οὔπω μεμίσηκεν. Ὥσπερ γὰρ ὁ ἐρεθίζων πῦρ, ἐξεγείρει φλόγα, οὕτω καὶ κοσμικαὶ ὁμιλίαι ἐξεγείρουσι πάθη ἐν καρδίᾳ μοναχοῦ.

Ὤφελον τοὺς παρατυγχάνοντας, ἀδελφέ, σεαυτὸν μὴ βλάπτειν. Ὁ ἀγαπῶν συνομιλίαν γυναικῶν, ἐξεγείρει καθ᾽ ἑαυτοῦ τὸν δαίμονα τῆς πορνείας. Ἀκοὴν ἀγαθὴν ἀκούσαντες περὶ σοῦ οἱ γεννήσαντές σε, ὑπὲρ οἶνον καὶ κραιπάλην εὐφρανθήσονται. Ὁ ἀγαπῶν μέθην, πολλὰ ζημιωθήσεται· λέγει γὰρ καὶ πράττει ἃ μὴ δεῖ, καὶ συλᾷ τὸν ἴδιον πλοῦτον, καὶ μεταδίδωσι τοῖς ἐχθροῖς, ὡς ἀλλότριον· ἡ γὰρ μέθη ἐσκότωσεν αὐτοῦ τὴν διάνοιαν.

Εὐλαβὴς γενοῦ, ἀδελφέ· ἡ γὰρ εὐλάβεια γεννᾷ εἰρηνικὴν κατάστασιν. Εἰρηνικὴ δὲ κατάστασις τίκτει ἀπάθειαν. Ἔστω ἡ εὐλάβειά σου συνεζευγμένη τῇ ταπεινοφροσύνῃ, ὅπως γένῃ ἀληθινὸς μοναχὸς καὶ κληρονομήσῃς τὴν ἀγάπην καὶ σωφροσύνην.

Ἡ πολυλογία, ἀδελφέ, σκοτοῖ διάνοιαν· διάνοια δὲ ἐσκοτισμένη ἄγει πρὸς τὴν ἀναισχυντίαν· ἀναισχυντία δὲ μήτηρ ἐστὶ τῆς πορνείας. Ὁ ἀγαπῶν σιωπὴν ἀτάραχος διαμένει· ἀλλ᾽ οὐδὲ τὸν πλησίον παροξύνει. Γέλως δὲ καὶ παρρησία ἀρχάριον, ὡς δηλητήριον, βλάψει, καὶ μοναχῷ ἀσύμφορον. Τοὺς γὰρ νῦν πενθοῦντας καὶ κλαίοντας ἐμακάρισεν ὁ Κύριος. Ἥττημά ἐστι μοναχοῦ ἀκοή. Ἐπὶ τραπέζης δεῖ σιγᾶν. Ἀγάπα τὴν σιωπήν, ἀγαπητέ, ἵνα σοι διαμείνῃ ἡ εὐλάβεια. Φύλαττε δὲ τὴν εὐλάβειαν, ἵνα σε τηρήσῃ ἀπὸ τῆς πορνείας. Ὁ ἀντιλέγων ἡγουμένῳ καὶ ἀνυποτακτῶν οὐ χρονιεῖ περιπεσεῖν κακοῖς· ὁ δὲ ὑπακούων νουθεσίᾳ μειζοτέρου εὐφρανθήσεται μετὰ δικαίων.

Ὁ καυχώμενος ἐπὶ ἰδίᾳ δυνάμει ἀπωθεῖται ἀφ᾽ ἑαυτοῦ τὴν βοήθειαν τοῦ Θεοῦ· ὁ δὲ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Ὁ ἀγαπῶν περισπασμοὺς καὶ μισῶν τὴν ἡσυχίαν, θλιβήσεται πολλά· ὁ δὲ ἡσυχάζων ἐν ταπεινοφροσύνῃ, εὐφρανθήσεται ἐν τῷ Κυρίῳ. Ὁ μὴ προαιρούμενος ἑστᾶναι καρτερῶς ἐν τῇ συνάξει, πολλὰ ζημιωθήσεται· ὁ δὲ ἑστὼς μετ᾽ εὐλαβείας καὶ ὑπομονῆς, εἰσακουσθήσεται.

Ὁ ἀργολογῶν ἐν καιρῷ τῆς συνάξεως, δισσὴν μέμψιν εὑρήσει, διότι καταργεῖ ἀπὸ τῆς εὐχῆς καὶ ψαλμῳδίας ᾧ ὁμιλεῖ, ἅμα δὲ καὶ τοὺς ἔγγιστα αὐτοῦ ἱσταμένους. Ὁ ἀγαπῶν ἄσκησιν, εὐτονώτερος ἔσται· ὁ δὲ ἀγαπῶν μέθην, εἰς οὐδὲν καρτερήσει. Ὁ μισῶν τὸ ἐργάζεσθαι, περίεργος ἔσται· πολλὴν κακίαν ἐδίδαξεν ἡ ἀργία· ὁ δὲ ἀγαπῶν τὸ ἐργάζεσθαι, ἄλυπος διαμένει. Ὁ καυχώμενος ἐν περιβολῇ γονέων, ἀδόκιμος ἔσται· ἐν γὰρ παρατάξει πολέμου οὐκ ὠφελοῦσιν αὐτόν.

Τίμα, ἀδελφέ, μικρούς τε καὶ μεγάλους, ἵνα σε ὑψώσῃ ὁ Κύριος· ὁ γὰρ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Ταπείνωσον κεφαλὴν ἡγουμένῳ, καὶ τοῖς προεστῶσι τῆς ἀδελφότητος ἐν Κυρίῳ ὑποτάγηθι· καρπὸς γὰρ τοῦ φόβου Κυρίου, ταπείνωσις. Ταπείνωσις δὲ οὐκ ἐν τῷ ταπεινωθῆναι τοῖς μειζοτέροις ὑποφαίνεται, ἀλλ᾽ ἐν τῷ καὶ τοῖς μικροτέροις ἀπονέμειν τιμήν. Γέγραπται γάρ· ἀλλ᾽ ἢ τοὺς δοξάζοντάς με δοξάσω· ὁ δὲ ἐξουθενῶν με, ἀτιμασθήσεται.

Ἡμεῖς οὖν δοξάσωμεν τὸν Θεόν, ὅπως καὶ αὐτὸς δοξάσῃ ἡμᾶς σὺν πᾶσι τοῖς Ἁγίοις αὐτοῦ. Καὶ ἐν τίνι δοξάσομεν αὐτόν; Ἐν τῷ τηρεῖν τὰς ἐντολάς. Γέγραπται γάρ· οὐκ ἐν λόγῳ ἡ βασιλεία Θεοῦ, ἀλλ᾽ ἐν δυνάμει. Καὶ πάλιν· οὐ πᾶς ὁ μοὶ λέγων, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.

Πρὸ πάντων, ἀδελφέ, φοβοῦ τὸν Κύριον ἐν ἀληθείᾳ, καὶ ὁ φόβος αὐτοῦ φωτίσει σου τοὺς ὀφθαλμοὺς τῆς διανοίας. Ἀγάπα δὲ τὴν ταπεινοφροσύνην· ἡ γὰρ κατὰ Θεὸν ταπείνωσις, τεῖχός ἐστιν ἄρρηκτον ἀπὸ προσώπου Ἐχθροῦ, καὶ πέτρα ἀντιδέρουσα καὶ συνθλάσασα τὰς μηχανὰς καὶ τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα. Ἐὰν θῇς ἐν τῷ λογισμῷ σου ὑπομεῖναι διὰ τὸν Κύριον ὕβριν καὶ ζημίαν καὶ ἐξουδένωσιν, ἔσῃ ὥσπερ γενναῖος πολεμιστής, καθωπλισμένος κατὰ τῶν ὑπεναντίων ἀεί· τότε καὶ οἱ ἐχθροὶ ὁρῶντές σου τὴν τοσαύτην σπουδήν, καταπίπτουσιν ἀπὸ προσώπου σου. Ἐὰν βούλει δραμεῖν, κοπιάσαι δὲ μηδέν, τί τὸ ὄφελος;

Τὴν ἁγνείαν τοῦ σώματός σου φύλαττε. Ἡ ἀγάπη μήτηρ ἐστὶ τῶν ἀρετῶν, ἡ δὲ ἁγνεία λύχνος καὶ στήριγμα. Λύχνος δὲ τούτων, ἡσυχία· τεῖχος δὲ αὐτῶν, φόβος Κυρίου. Τηρήσωμεν, ἀδελφοί, τὴν ἁγνείαν τοῦ σώματος ἡμῶν ἐν ἀγάπῃ Θεοῦ, ἵνα ἡμᾶς συγκαταριθμήσῃ Κύριος μετὰ τῶν ἁγίων αὑτοῦ Ἀγγέλων. Ἐπὶ τῷ ἀγαπῶντι τὴν ἁγνείαν εὐφραίνεται τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ τὴν ὑπομονὴν δωρεῖται αὐτῷ.

Τοιγαροῦν ἡ ἁγνεία κατορθοῦται δι᾽ ἐγκρατείας καὶ πρᾳότητος καὶ τῆς ἐν ἀγάπῃ ἡσυχίας. Ὅθεν χρὴ ἡμᾶς στέλλεσθαι ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, μήποτε ὑποψίαν δῶμεν τοῖς ἡμᾶς θεωροῦσι. Λέγει γὰρ ὁ Ἀπόστολος· προνοούμενοι καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων. Εἰ δέ τις φιλόνεικός ἐστιν, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ Θεοῦ. Ἄκουε δὲ πάλιν αὐτοῦ λέγοντος· σὺ μὲν καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. Διατί γάρ, φησίν, ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; Ὅθεν ἀναγκαῖον παραδέχεσθαι παραίνεσιν ἀνθρώπων φοβουμένων τὸν Κύριον, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Κατὰ τὸν λέγοντα· ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω πρὸς οἰκοδομήν. Καὶ πάλιν· ἵνα ἐντραπῇ ὁ ἐξεναντίας, μηδὲν ἔχων φαῦλον πρᾶγμα. Εἶπε γὰρ ὁ Κύριος τῆς δόξης· οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

Μηδὲ ἐν προφάσει μεταδόσεως τὴν ἁγιότητα ἀπολέσωμεν· ἔθος γάρ ἐστι τῷ Ἐχθρῷ διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν κατεργάζεσθαι. Ὁ γὰρ ἁμαρτάνων καὶ δοκῶν κρύπτειν ἀπατᾶται· οὐδὲν γὰρ κρυπτόν, ὃ οὐκ ἀποκαλυφθήσεται.

Ἐὰν ὑποβάλλῃ σοι ὁ Ἐχθρὸς ἐπιθυμίαν σαρκός, εἰπὲ πρὸς αὐτόν· μή μοι γένοιτο ἔτι λυπῆσαι τὸ Πνεῦμα 〈τὸ〉 Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθην εἰς ἡμέραν ἀπολυτρώσεως· ἀρκετὸς γάρ μοι ὁ παρεληλυθὼς χρόνος. Γέγραπται γάρ· πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ὁ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.

Περὶ δὲ τοῦ κατὰ διάνοιαν πολέμου ἐκ μέρους μεμάθηκα. Ἀδελφὸς γὰρ ἠρωτήθη ὑφ᾽ ἑτέρου ἀδελφοῦ λέγοντος· οἱ ῥυπαροὶ λογισμοὶ ταράσσουσί με. Ὁ δὲ ἀπεκρίθη· οἱ ἅγιοι γέροντές τισιν ἐπέτρεπον τοὺς λογισμοὺς ἔνδον ἀφιέναι εἰσελθεῖν, καὶ τότε πολεμεῖν πρὸς αὐτούς· τοῖς δὲ ἀσθενεστέροις μηδ᾽ ὅλως συνομιλεῖν παρήγγελλον, μήποτε τῆς μνήμης ἐγχρονιζούσης γενήσεται πάθος δυσίατον. Τότε εἶπεν ὁ ἀδελφός· καὶ τί ἐστι τὸ ἔνδον ἀφιέναι εἰσελθεῖν τοὺς λογισμούς, καὶ τότε πολεμεῖν πρὸς αὐτούς; Ἄκουε, φησίν· ἡνίκα ἂν ἐπάγῃ ὁ Ἐχθρὸς ἐνθύμησιν αἰσχρὰν καὶ λογισμοὺς ῥυπαρούς, εὐθὺς παρίστησι κατὰ διάνοιαν γυναῖκα εὐπρόσωπον, ἤ τι τῶν ὁμοίων τῶν ἀπατώντων πρὸς φθοράν. Καὶ ταῦτα ὁρῶν ὁ κατὰ διάνοιαν πολεμῶν, οὐ ταράττεται ὑπὸ τῶν τοιούτων λογισμῶν, ἀλλ᾽ ἵσταται γενναίως ἀπ᾽ ἐναντίας αὐτῶν, πολεμῶν πρὸς αὐτοὺς σφοδρῶς. Εἶτα ἀνοίγει αὐτοῖς, καὶ ἀποκλείει αὐτούς· καὶ ἔνδον αὐτῶν γενομένων καὶ τῆς ὕλης, δι᾽ ἧς πολεμοῦσι, πρὸς αὐτοὺς [καὶ] λέγει· αὕτη ἐστὶν ἡ ἱσταμένη πρὸς ὑμᾶς, περὶ ἧς ἐνοχλεῖτέ μοι καθ᾽ ἑκάστην ἡμέραν· καὶ γὰρ καὶ φαντάζετέ μου τὴν διάνοιαν 〈καὶ〉 ταράσσετέ μου τὴν ψυχήν. Θέλω οὖν γνῶναι ἀκριβῶς, τίς αὐτῆς ἡ χρεία;

Καὶ προστάσσει μάχαιραν αὐτῷ ἐνεχθῆναι κατὰ διάνοιαν, καὶ λαβὼν ἀναπτύσσει αὐτὴν ἐν τῇ γαστρί, κατὰ διάνοιαν, λέγων· θέλω γνῶναι, τί ἄρα εὑρίσκω ἐν αὐτῇ· κάλλος ἢ σαπρίαν; Καὶ ἀναπτύξας, φησί, τὴν κοιλίαν αὐτῆς, εὑρίσκει ἔνδον ὅπερ πάντες οἴδαμεν· φανεροῦται γὰρ ἐκ μέρους ἡ αἰσχρότης τῆς ἐπιθυμίας. Οἱ οὖν ἐναντίοι θεασάμενοι τὴν γενομένην αὐτοῖς ἧτταν, θορυβοῦσι σκυβαλεῦσαι τὸν λογισμὸν τοῦ ἀδελφοῦ, φοβούμενοι, ἵνα, θολώσαντες τὴν διάνοιαν ὑφ᾽ ἑτέρων λογισμῶν, καταργήσωσι τὸν ἐνεστῶτα ἀγῶνα, δειλιῶντες μήποτε φανερωθῇ αὐτῶν τελείως ἡ αἰσχύνη. Ὁ ἐξεναντίας πολεμῶν πρὸς αὐτοὺς λέγει· τί ἄλλα ἀντ᾽ ἄλλων προσάγειν βούλεσθε; Οὐ γὰρ ἐάσω ὑμᾶς ἐξελθεῖν, ἕως οὗ ἐρευνήσω πάντα ἀκριβῶς τὰ τοῦ πράγματος, εἰ ὄντως ἄξιόν ἐστιν ἀγαπήσεως, ὃ ὑμεῖς ἐπῃνέσατε. Τότε ἀποκλείει ὁ ἀδελφὸς τὸ πτῶμα ἐν τῷ ἐσωτέρῳ ταμείῳ, ἕως τριῶν ἡμερῶν ἢ τεσσάρων. Καὶ μετὰ ταῦτα ἀνοίγει ὁ ἀδελφός, θεάσασθαι τὸ πτῶμα βουλόμενος. Καὶ πρὸ τοῦ αὐτὸν εἰσιέναι, ἀπαντᾷ αὐτῷ ἡ ἀφόρητος ἐκείνη δυσωδία· καὶ συμφράσσων τῇ χειρὶ τὸ στόμα σὺν τῇ ὀσφρήσει, ἐννεύει ὑποδεικνύων τοῖς ὑπεναντίοις λογισμοῖς, καὶ συνεργοῖς τῆς ἁμαρτίας, τὸ τέλος τοῦ πράγματος. Εἶτα λέγει πρὸς αὐτούς· τί ἀποκρίνεσθε πρὸς ταῦτα; Οἱ δὲ αἰσχυνόμενοι διαλυθήσονται, ὡσεὶ καπνὸς ἐν ἀέρι.

Καὶ οὕτως γίνεται ὁ ἀδελφὸς ὑψηλότερος τῶν παθῶν, τῆς χάριτος συνεργούσης. Καὶ ἐξομολογούμενος τῷ Κυρίῳ, λέγει· Εὐχαριστῶ σοι, Κύριε, ὁ Θεός μου, ὅτι οὐ παρέδωκάς με εἰς χεῖρας ἐχθρῶν μου, ἀλλ᾽ ἔσωσάς με ἐκ παγίδος θηρευτῶν. Καὶ ἡ σὴ χάρις, Κύριε, ἐφώτισέ με τοῦ συνιέναι ταῦτα. Οὐ γὰρ ἐν τῇ σοφίᾳ μου διεσώθην ἐκ τῆς παγίδος αὐτῶν.

Ἔχωμεν οὖν, ἀδελφοί, τὸν φόβον τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν διαπαντός, ὅπως ἡμᾶς αὐτὸς σκεπάσῃ· δίχα γὰρ τῆς τοῦ Θεοῦ σκέπης ἄνθρωπος οὐδέν ἐστι. Πολλὴ γὰρ ἡ κακοτεχνία τῶν Ἐχθρῶν ἡμῶν, ἀλλὰ περισσοτέρα ἐστὶν ἡ βοήθεια τοῦ Θεοῦ, κυκλοῦσα τὸν ἄνθρωπον· ἀλλ᾽ οὐ συγχωρούμεθα ἰδεῖν τοῖς ὀφθαλμοῖς ἡμῶν. Ἀγαπήσωμεν οὖν τὸν Θεόν, τὸν βοηθοῦντα ἡμῖν καὶ σῴζοντα ἡμᾶς, ἐν ὅλῃ δυνάμει, καὶ τὸν πλησίον, ὡς ἑαυτούς. Ἔχε κατὰ νοῦν τὴν ἡμέραν τῆς τελευτῆς σου, ἀγαπητὲ ἀδελφέ, ὅταν μέλλῃς κατακεῖσθαι ἐν τῷ ψιαθίῳ σου ψυχορραγῶν.

Οἴμοι, οἴμοι, οἷος φόβος καὶ τρόμος περιέχει τὴν ψυχὴν ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἀγαπητὲ ἀδελφέ; Ἐάν τι ἀγαθὸν πεποίηκεν ἐν τῷ βίῳ τούτῳ, ἐν ᾧ παρῴκησεν ἐν αὐτῷ, ἐὰν θλῖψιν καὶ ὀνειδισμὸν ὑπήνεγκεν διὰ τὸν Κύριον καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ἐποίησε, μετὰ χαρᾶς πολλῆς ἀνάγεται εἰς οὐρανοὺς ὑπὸ ἁγίων Ἀγγέλων ὁδηγουμένη. Καθάπερ ἐργάτης μοχθῶν καὶ ἐργαζόμενος δι᾽ ὅλης ἡμέρας, προσδοκᾷ τὴν δωδεκάτην ὥραν, ἵνα μετὰ τὸν κάματον δεξάμενος τὸν μισθὸν αὐτοῦ ἀναψύξῃ· οὕτω καὶ αἱ ψυχαὶ τῶν δικαίων τὴν ἡμέραν ἐκείνην προσδέχονται, αἱ δὲ τῶν ἁμαρτωλῶν, φόβῳ καὶ τρόμῳ συνέχονται ἐν ἐκείνῃ τῇ ὥρᾳ. Καθάπερ κατάδικος συλληφθεὶς ὑπὸ ὑπηρετῶν, καὶ ὑπ᾽ αὐτῶν ἀγόμενος εἰς κριτήρια, οὕτω καὶ αἱ ψυχαὶ τῶν ἀδίκων τρέμουσιν ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἀφορῶσαι εἰς τὴν ἀτελεύτητον βάσανον τοῦ αἰωνίου σκότους. Κἄν τις εἴπῃ, ἄφετέ με πορευθῆναι εἰς ἐκεῖνον τὸν κόσμον, ὅπως τοῦ λοιποῦ μετανοήσω· οὐκ ἔσται ὁ ἀπολύων. Ἀκούεται γὰρ ὁ τοιοῦτος· ὅτε εἶχες καιρόν, οὐκ ἐμετανόεις, καὶ ἄρτι ἦλθες μετανοῆσαι; Ὅτε ἀνέῳκται τὸ στάδιον ἅπασιν, οὐκ ἠγωνίζου, καὶ νῦν θέλεις ἀγωνίσασθαι, ὅτε πᾶσαι αἱ θύραι ἐκλείσθησαν καὶ ὁ καιρὸς τοῦ ἀγῶνος παρῆλθεν; Οὐκ ἤκουσας τοῦ λέγοντος· γρηγορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν;

Ταῦτα δὲ προγινώσκοντες, ἀγαπητὲ ἀδελφέ, ὡς καιρὸν ἔχομεν, μετανοήσωμεν, ὅπως ἐξέληται ἡμᾶς ὁ Θεὸς ἐκ τῆς ὀργῆς, τῆς ὑπερχομένης ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, καὶ ἀξιώσῃ ἡμᾶς εἰς τὴν μερίδα τῶν Ἁγίων. Εὖξαι καὶ ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, τοῦ λέγοντος καὶ μὴ ποιοῦντος. Γέγραπται γάρ· ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.