Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγοι παρααινετικοὶ πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχούς

Ἐφραίμ ὁ Σύρος

Παραίνεση 48: Κατά της ακηδίας, μοναχικά διακονήματα και υπομονή

Εκτενής σύγκριση των μοναχικών κόπων με τα κοσμικά επαγγέλματα, έλεγχος της ολιγοψυχίας και υποδείξεις για την πιστή και ανύστακτη εκτέλεση των διακονημάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 11 από 12

Πρὸς ἀκηδιαστὴν μοναχόν, λέγοντα· ἀφίημι, εἰς τὸν κόσμον ὑπάγω. Παραίνεσις μηʹ Ἔφη ὁ Θεὸς τῆς δόξης· εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι [καὶ] πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εὑρίσκοντες αὐτήν. Τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν τὴν αἰώνιον, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Καὶ τίς ἐστιν ὁ εὑρὼν αὐτὴν καὶ ἀναγγέλλει ἡμῖν τὴν ὁδὸν αὐτῆς; Οἱ Ἅγιοι πάντες.

Εἰς ἣν ἔδραμε τὸ σκεῦος τῆς ἐκλογῆς, Παῦλος, καὶ τελέσας τὸν δρόμον τὸν στέφανον ἐκομίσατο. Διὸ καὶ ἀναγγέλλει ἡμῖν τὴν ὁδὸν αὐτῆς, λέγων· ἐν παντὶ συνιστῶντες ἑαυτούς, ὡς Θεοῦ διάκονοι· ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν· διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς· ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι· ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν· ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι· ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοί, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες. Καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν, εἰδότες ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως.

Τοιγαροῦν καὶ ἡμεῖς, ἀδελφοί, ὀφειλέται ἐσμὲν τὴν αὐτὴν ὁδὸν κατέχειν ἄχρι τέλους, εἰς ἣν καὶ ἐστρατεύθημεν. Ἡσυχαστὴς εἶ; Ἀναλόγισαι τοὺς ἐν ταῖς φυλακαῖς κατακεκλεισμένους, ὅτι οὐ μόνον κατακεκλεισμένοι εἰσίν, ἀλλὰ καὶ σίδηρος περίκειται αὐτοῖς περὶ τὸν τράχηλον· οἱ δὲ καὶ ἐν ξύλῳ βέβληνται. Ἐρημίτης εἶ; Ἀναλόγισαι τοὺς ποιμένας τῶν προβάτων, οἵους κινδύνους ὑπομένουσιν ἐν ταῖς ἐρήμοις καὶ ὄρεσι, καὶ τῷ μὲν χειμῶνι στυφόμενοι ὑπὸ τοῦ ψύχους, τῷ δὲ θέρει συγκαιόμενοι ὑπὸ τῶν ἀκτίνων τοῦ ἡλίου. Ἐν κοινοβίῳ εἶ; Ἐννόησον τὸ γεγραμμένον· τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ ψυχὴ καὶ ἡ καρδία μία, καὶ οὐδείς τι τῶν ὑπαρχόντων ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς πάντα κοινά. Τὴν σειρὰν ἐργάζῃ; Ἀναλόγισαι τοὺς τὴν θάλασσαν πλέοντας· οὗτοι γὰρ θαλασσομαχοῦντες τὴν αὐτὴν τέχνην ἐγχειρίζουσι. Τὰ μικρὰ σπυρίδια ἐργάζῃ, τὰ λεγόμενα μαλάκια;

Ἀναλόγισαι τοὺς βρεγκαρίους. Καλλιγράφος ἐργάζῃ; Ἀναλόγισαι τοὺς κλείστας καὶ λεπτουργούς· πλὴν μὴ διάστρεφε θείους λόγους γεγραμμένους ἐν πίστει καὶ ἀληθείᾳ. Τί γὰρ τούτου μεῖζον ἁμάρτημά ἐστι· τὸ ποιεῖν τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ· τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, ἐπὶ καταστροφῇ τῶν ἀναγινωσκόντων; Οὐαὶ τῷ ποιοῦντι ταῦτα· τίθησι γὰρ σκάνδαλα ψυχῶν ὁ τοιοῦτος. Τὸ κεντητὸν ἐργάζῃ; Ἀναλόγισαι τοὺς μάρμαρα πρίζοντας. Χαρτοκόκκινα ἐργάζῃ; Ἀναλόγισαι τοὺς λωροτόμους. Τὸ σίβινον ἐργάζῃ; Ἀναλόγισαι τοὺς κανναβαρίους. Καννοπλόκος ἐργάζῃ;

Ἀναλόγισαι τοὺς τὴν αὐτὴν τέχνην ἐγχειρίζοντας κοσμικούς. Τὸ σκολάκιν ἐργάζῃ, ἤτοι τὴν ἐραίαν; Ἀναλόγισαι τοὺς φασκιαρίους. Τὸ λίνον ἐργάζῃ; Ἀναλόγισαι τοὺς λινυφεῖς. Λινυφικὸν ἐργάζῃ; Ἀναλόγισαι τοὺς σηρικαρίους.

Ἐν τῷ ἀρτοκοπείῳ σε κατέστησαν; Ἀναλόγισαι τοὺς δημοσιαρίους. Ἐν τῷ κήπῳ σε κατέστησαν; Ἐννόησον τοὺς γναφεῖς, οἵτινες τὸν χειμῶνα ὡς τὸ θέρος ἐπιτελοῦσι, ποιοῦντες τὴν ἐργασίαν ἐν ὕδασιν. Ἐν τῷ μαγειρείῳ σε κατέστησαν; Ἀναλόγισαι τοὺς βαφεῖς, εἴτε τοὺς τὴν χαλκευτικὴν τέχνην ἐργαζομένους, οἵτινες τὴν νύκτα ὡς ἡμέραν ἐπιτελοῦσι τῷ πυρὶ ἀντιμαχόμενοι καὶ τῇ ἐξουσίᾳ ὑποτασσόμενοι, καὶ ὑπομένουσιν ἐνοχλούμενοι· καὶ ὑπὸ ἀρχόντων πολλάκις βιαζόμενοι, τῆς ἑαυτῶν ἐργασίας οὐκ ἀμελοῦσι.

Θυρωρόν σε κατέστησαν; Ἀναλόγισαι τοὺς ὑπηρέτας τῶν ἐπιγείων ἀρχόντων. Διακονητήν σε κατέστησαν, ἤτοι οἰκονόμον, ἤτοι ἡγούμενον; Ἐννόησον τὸν εἰπόντα· Πρεσβυτέρους οὖν παρακαλῶ τοὺς ἐν ὑμῖν, ὡς συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὃς καὶ τῆς μελλούσης δόξης ἀποκαλύπτεσθαι κοινωνός, ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς, ἀλλ᾽ ἑκουσίως, κατὰ Θεόν, μὴ αἰσχροκερδῶς, ἀλλὰ προθύμως· μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γενόμενοι τοῦ ποιμνίου. Καὶ φανερωθέντος τοῦ Ἀρχιποίμενος Χριστοῦ, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Καὶ ἵνα μὴ καθ᾽ ἕνα λέγοντες, δόξωμεν μηκύνειν τὸν λόγον, πᾶν ὅ,τι ἂν ἐργάζῃ καὶ ἐπαγάγῃ σοι ὁ Ἐχθρὸς ἀκηδίαν ἐν τῷ ἔργῳ, τὴν καθ᾽ ὁμοιότητα τέχνην ἐγχείρησον πρὸς ἀντίρρησιν τοῦ Ἀντιπάλου· πᾶν δὲ ὅ,τι ἂν ποιῇς, εἴτε ἐν ἔργῳ ἢ ἐν λόγῳ, μάρτυρα ἔχε τὸ συνειδός σου, ὅτι κατὰ Θεόν ἐστι τὸ γινόμενον, καὶ σῴζῃ.

Λέγε δέ μοι καὶ αὐτός, παρακαλῶ, ὅτι ἐὰν ἀρνησάμενος τὴν χάριν τοῦ καλέσαντός σε εἰς τὴν αἰώνιον αὐτοῦ βασιλείαν καὶ δόξαν, καὶ πορευθεὶς εἰς τὸν κόσμον, τί μέλλεις ποιεῖν, ὡς ὑπολαμβάνει σου ὁ λογισμός; Μᾶλλον δέ, τί σοι ἐνέβαλεν ὁ πολέμιος τῶν ψυχῶν ἡμῶν; Ὅτι, ἐὰν ἀθετήσῃς τὴν χάριν τὴν δοθεῖσάν σοι, βασιλεῦσαι ἔχῃς; Εἰ δὲ καὶ βασιλεύσεις, οὐχὶ θάνατός σε διαδέξεται; Εἰ δὲ καὶ οὐσίας πολλὰς κληρονομήσεις, καὶ συνάγῃς πλοῦτον εἰς πλῆθος, οὐχὶ ἄλλοις αὐτὰ καταλιπὼν γυμνὸς ἀπελεύσῃ ἐντεῦθεν; Κατὰ τὸ λόγιον τοῦ Ἀποστόλου· οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον. Κατὰ ἄνθρωπον λέγω· ἐάνπερ ἀπαρνησάμενος τὴν χάριν τοῦ Κυρίου, οὐ μὴ καταλάβῃς τὰς προτέρας ὑπολήψεις, ἃς εἶχες πρὸ τοῦ ἐνάρξασθαί σε ἐν τῷ μονήρει βίῳ· ἀλλὰ γείτοσί τε καὶ φίλοις, οἰκείοις τε καὶ συγγενέσι παραβάτης ἔσῃ. Τίς γὰρ ἠνάγκασέ σε ἐνάρξασθαι ἔργον, ὃ οὐκ ἠδύνασο πληρῶσαι; Εἰ καὶ ὁ νόμος οὐ λέγει τοῦτο; Ἐν γὰρ τῷ νόμῳ γέγραπται· εἴ τις ἐστὶν ἀνὴρ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ, μὴ ἐκπορευέσθω εἰς πόλεμον· ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, ἵνα μὴ δειλιάσῃ τὴν καρδίαν τοῦ ἀδελφοῦ αὐτοῦ.

Νῦν οὖν ὃ ἤρξω, ἐπιτέλεσον. Εἰ δὲ καὶ προελήφθης ἐν παραπτώματί τινι, μὴ ἔμμενε εἰς τὸ πτῶμα, ἀλλ᾽ ἐπιστρέφου πρὸς Κύριον ἐν ἀληθείᾳ. Ἔστιν ἐν οὐρανῷ ὁ ἐξαλείφων τὰς ἁμαρτίας τῶν ἐπιστρεφόντων πρὸς αὐτόν.

Μόνον μὴ συγκατάθου τῷ λογισμῷ τῆς κακοφροσύνης. Οὔτε γὰρ λέοντες, οὔτε δράκοντες, οὔτε βάρβαροι βλάψαι δυνήσονται, ὅσον ἡ κακοφροσύνη τοῖς πειθαρχοῦσιν αὐτῇ. Πολλοὶ γὰρ ταύτην ἀποσεισάμενοι τὴν ἀρχὴν καὶ τοῖς τρόποις αὐτῆς μὴ κοινωνήσαντες, ὑπὸ βαρβάρων ἐτιμήθησαν, καὶ λέοντες καὶ δράκοντες ᾐδέσθησαν αὐτούς. Φλὸξ πυρὸς οὐκ ἴσχυσε φλογίσαι τρίχας τῆς κεφαλῆς αὐτῶν, οὔτε εὑρέθη ἐν αὐτοῖς ὕλη κακίας, ἀλλ᾽ ἀγαθωσύνης.

Ἡ δὲ κακοφροσύνη ἀνιλεῶς κόπτει τοὺς ἐραστὰς αὐτῆς· οὐ γάρ ἐστι κακία, ἧς οὐκ ἔστι μήτηρ ἡ κακοφροσύνη. Ἡ μὲν γὰρ φιλαργυρία δηλονότι ῥίζα ὑπάρχει πάντων τῶν κακῶν, κατὰ τὸ λόγιον τοῦ Ἀποστόλου λέγοντος· ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία. Ἡ δὲ ῥίζα ἐπ᾽ αὐτῆς πεφύτευται· αὕτη γὰρ ἐκτρέφει καὶ αὔξει τὰ τῆς κακίας στελέχη. Τί ταύτης χαλεπώτερον ἐν κόσμῳ, ἥτις τοὺς ἐραστὰς αὐτῆς ἐκδότους παραδίδωσι καὶ φυγάδας αὐτοὺς παρεσκεύασε γενέσθαι; Φεύγει γὰρ ὁ ἀσεβής, μηδενὸς διώκοντος, ὁ δὲ δίκαιος πέποιθεν, ὥσπερ λέων, ἐν τῇ αὑτοῦ πολλῇ παρρησίᾳ. Ὁ δὲ κατασχεθείς, οὐχ ὑπὸ βαρβάρων χειρῶν κολασθήσεται, οὐκ ἐπὶ ξένης γῆς, ἀλλ᾽ ἔνθα ἐγεννήθη, ἔνθα ἀνετράφη, καὶ ὑπὸ ἰδίων συμφυλετῶν καταικιζόμενος καὶ οὐδεὶς περὶ τούτου δεόμενος, καίπερ οὐ κρυπτῶς ἐπιφέρεται τούτῳ τὰ βασανιστήρια, ἀλλ᾽ ἐμφανῶς· οὐ περὶ ἀγαθοεργίας, ἀλλὰ διὰ κακοφροσύνης.

Τοὺς γὰρ πεσόντας δι᾽ αὐτῆς πάντες κατακρίνουσι, πάντες τούτους αἰτιῶνται. Οὐδεὶς ὁ βοηθῶν, οὐδεὶς ὁ ῥυόμενος. Ἐὰν ἐξακολουθήσῃς τῇ κακοφροσύνῃ, κατάξει σε εἰς τὰ ταμεῖα τοῦ ᾅδου. Αὕτη καὶ δυνάστας κατέστρεψε καὶ οἴκους ἐρήμωσε καὶ βασιλεῖς ἐσάλευσε καὶ εἰς πτῶσιν παρέδωκεν. Ἀπόστα ἀπ᾽ αὐτῆς, ἀγαπητὲ ἀδελφέ, μὴ οὖν συνδεσμευθῇς τοῖς δεσμοῖς αὐτῆς. Οἱ γὰρ δεσμοὶ αὐτῆς δεσμοὶ σιδηροῖ, καὶ αἱ πέδαι αὐτῆς χαλκαῖ. Αὕτη κατέστρεψεν ἀσφαλῶς τοὺς ἀγαπῶντας αὐτήν. Ἐν τῇ ζωῇ ταύτῃ πτῶμα αὐτῆς γέγονεν ἐξαίσιον, καὶ μετὰ θάνατον ὄλεθρος. Καὶ τί τὸ ὄνομα αὐτῆς, ἀλλ᾽ ἢ κακοφροσύνη; Μισεῖ τὴν ἀλήθειαν, ἀγαπᾷ τὸ ψεῦδος, παιδείαν οὐ παραδέχεται, ἀπαιδευσίᾳ χαίρει, ἐλέγχους οὐ παραδέχεται, νουθεσίαν δὲ ἀποβάλλεται, ἡδονὰς τρέφει, Θεοῦ καταφρονεῖ, ἀνθρώπους οὐκ ἐντρέπεται. Ἀρχὴ αὐτῆς ἀφοβία Θεοῦ, τέλος δὲ αὐτῆς ὄλεθρος καὶ ἀπωλείας κληρονομία. Κύριε, Κύριε, ὁ ἀνοίξας ὀφθαλμοὺς τυφλοῦ ἐκ γενετῆς, ἄνοιξον τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς τοὺς βρόχους αὐτῆς. Μὴ οὖν ἀθετήσωμεν τὴν χάριν τοῦ Θεοῦ, ἀγαπητέ.

Ἢ οὐκ οἶδας, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας; Τί δέ ἐστιν ἡ θλῖψις τοῦ αἰῶνος τούτου, ὡσαύτως καὶ ἡ χαρὰ τοῦ αἰῶνος τούτου ὑπάρχει, ἀγαπητέ; Κρεῖσσον οὖν ὑπομεῖναι τὰς τυχούσας θλίψεις, ἢ τὴν ἀπάτην. Ἔοικε γὰρ ἡ δόξα τοῦ κόσμου τούτου καὶ ἡ ἀπάτη φλογὶ πυρός, ἥτις κατέφαγε τὰ ἐπικείμενα ξύλα καὶ εὐθέως ἐσβέσθη. Καὶ ἡ τηλικαύτη φλὸξ εἰς τέφραν καὶ κόνιν ἀπέβη. Ὁ δὲ ὑπομένων θλῖψιν διὰ τὸν Κύριον, ὅμοιός ἐστι τῷ οἰκοδομοῦντι τὴν ἑαυτοῦ οἰκίαν ἐπὶ πέτραν. Διό, ἀδελφέ, ἀνάνηψον πρὸς Κύριον, παρακαλῶ. Μνησθῶμεν τοῦ ἀπαραιτήτου βήματος τοῦ Θεοῦ καὶ τῆς αἰωνίου κρίσεως καὶ τῆς φύσεως ἡμῶν τῆς ἀσθενοῦς.

Τί ἐλαχιστότερον κώνωπος, καὶ τὴν τούτου ἀπειλὴν οὐ δυνάμεθα φέρειν. Τί ποιήσωμεν τὸν ἰοβόλον καὶ ἀκοίμητον σκώληκα; Ἑσπέρας δὲ γενομένης, ἐρεῖ τις· ἅψον λύχνον, ὅτι σκοτία ἐστί. Τί ποιήσωμεν τὸ σκότος ἐκεῖνο τὸ ζοφερὸν καὶ ἀφεγγές; Ἐὰν δὲ καίηταί τις ὑπὸ τῶν ἀκτίνων τοῦ ἡλίου, ὑπὸ τὴν σκιὰν φεύγει. Τί ποιήσωμεν τὴν ἄσβεστον γέενναν τοῦ πυρός;

Λάβωμεν ὑπόδειγμα, ἀγαπητοί, ἐκ τῶν ὁρωμένων πραγμάτων, περὶ τῆς μελλούσης κρίσεως, ἐν τῷ αἰῶνι τούτῳ. Ἐάν τις πράξῃ φαῦλον καὶ γνωσθῇ καὶ παραπεμφθῇ εἰς φυλακὴν ὑπὸ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, ἐν ποίᾳ αἰσχύνῃ καὶ θλίψει ἔσται ἡ ψυχὴ αὐτοῦ ἐν αὐτῷ; Εἴπερ πολλάκις καὶ ὑπὸ οἰκείων ὑπηρετούμενος καὶ ὑπὸ συγγενῶν θεραπευόμενος καὶ ὑπὸ φίλων παραμυθούμενος καὶ ὑπὸ γνωρίμων συνεχῶς ἐπισκεπτόμενος, καὶ ταῦτα οὕτως ἔχων, οὐκ ἀφίσταται ἡ λύπη ἀπ᾽ αὐτοῦ. Τέλος δὲ ῥημάτων, εἴτε διὰ τῆς τῶν φίλων παραμυθίας, περιδρομῆς τε καὶ παρακλήσεως, εἴτε καὶ διὰ δόσεως χρημάτων ἴσως ἐλπίδας ἔχει ποτὲ καιρῷ, τῆς φυλακῆς ἀπαλλαγῆναι. Ἐκεῖ δὲ ὁ καταδικασθεὶς ὑπὸ τῶν ἰδίων ἔργων, οὐκ ἔχει τοὺς παρακαλοῦντας. Οὐ πατὴρ περιτρέχει, οὐ μήτηρ παρακαθημένη καὶ παραμυθουμένη, οὐ συμπάθεια γυναικός, οὐ φίλων. Οὐκ ἀγγελία ἀγαθή, οὔτε ἀκοὴ εἰρήνης, οὔτε φῶς, οὔτε ὀρνέων ἦχος εὐμελής, οὐ τροπῶν ἀλλαγὴ καὶ μεταβολὴ καιρῶν, οὔτε φωνὴ μουσικῶν καὶ χαρμοσύνη. Πάντα γὰρ ταῦτα ἤρθη ἐξ ἀσεβῶν, ἡ δὲ μερὶς αὐτῶν τὰ ἐναντία. Καθὼς γέγραπται· ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας· πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. Ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν· εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ.

Δεηθῶμεν οὖν τοῦ Κυρίου ἐξ ὅλης ψυχῆς, ὅπως σκεπάσῃ ἡμᾶς. Χαίρει γὰρ ἐπὶ τοῖς σῳζομένοις· διὸ καὶ ἡτοίμασεν αὐτοῖς ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ταῦτα μνήσθητι, καὶ ἐπιστρέφου πρὸς Κύριον. Μὴ γίνου ὥσπερ ἀξίνη ἐν χειρὶ Διαβόλου, ἐκκόπτων φυτὰ καρποφόρα· μηδὲ ὡς ἄνεμος καύσων, διαφθείρων καρποὺς ἀγαθούς.

Οὐκ οἶδας, ἀγαπητέ, ὅτι ἐν παρατάξει πολέμου, ἐὰν τρωθεὶς ἀνὴρ πέσῃ ἐκ τῆς παρεμβολῆς, δειλίαν παρέχει τοῖς συμμαχοῦσι; Σὺ δὲ νόει τὸ εἰρημένον. Ἐὰν δὲ καθοπλίσῃ τις ἑαυτὸν ἀνδρείως κατὰ τῶν ὑπεναντίων, καὶ τοὺς ῥᾳθυμοτέρους καὶ τοὺς δειλοὺς τῇ καρδίᾳ διεγείρει τῇ προθυμίᾳ. Οὐ μνημονεύεις, ἀγαπητέ, οἵαν κατάνυξιν εἶχες πρότερον, ὅτε ἤρξω εἰς τὸν μονήρη βίον; Ποῦ τοίνυν ἐστὶν ἡ κατάνυξις ἐκείνη, ἡ πλήρης τῶν δακρύων ἐκείνων; Ποῦ ὁ οὐράνιος πόθος, ἡ ἀνυπόκριτος εὐλάβεια; Ποῦ ἡ ταπείνωσις, ἡ ἀνάγουσα εἰς οὐρανούς; Ποῦ ἡ σιωπή, ἡ πλήρης ἔνδον τῶν προσευχῶν;

Ποῦ ἡ φυλακὴ τῶν ὀφθαλμῶν, ἡ λογισμοὺς καθαροὺς τίκτουσα; Ποῦ ἡ ἀγάπη, ἡ Θεὸν δυσωποῦσα; Ταῦτα μισήσας καὶ ἀπωσάμενος, τί ἄρα ἐκτήσω; Ὀργήν, θυμόν, κραυγὴν καὶ βλασφημίαν, ἀκρασίαν καὶ ἀναίδειαν καὶ στόμα ἀχαλιναγώγητον. Οἴμοι, πῶς ἐγένετο ἡ καρποφόρος γῆ εἰς ἅλμην ὑπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; Οὗτοι εἰσὶν οἱ λόγοι, οὓς συνέθου δουλεύειν Θεῷ καὶ ὑπομένειν εἰς τὸ σωτήριον αὐτοῦ; Αὗταί εἰσιν αἱ προσευχαί, ἃς προσηύξω τῷ Θεῷ ἐν τῇ θλίψει σου;

Ὅρα, ἀγαπητέ, μήπως ὁ παρενοχλῶν σοι καὶ σπεύδων σε ἀπορρῆξαι τῆς ἀδελφότητος, αὐτὸς πρόξενός σοι γένηται θανάτου πικροῦ καὶ ἀσχήμονος. Ἀλήθειαν λέγω· ὅτι ἐγὼ ἔγνων καὶ ἕνα καὶ δεύτερον καὶ τρίτον ἀδελφὸν ἀπὸ μονῆς ἀποστάντας καὶ τὸν κοσμικὸν βίον ἀναλαβόντας, καὶ οὐκ ἐχρόνισαν ἐν τῷ βίῳ, ἀλλ᾽ ἐν θανάτῳ πικρῷ καὶ ἀσχήμονι τὸν βίον κατέλυσαν.

Ὅθεν παρακαλῶ σε, ἀδελφέ, ἀντίστα αὐτοῖς καὶ ἐγκρατὴς γενοῦ τῆς ἐπιθυμίας καὶ μὴ συγκαταθῇς τοῖς θέλουσί σε εὐάλωτον ποιῆσαι, ἀλλ᾽ ἄνω σχῶμεν τὸν νοῦν, ἀγαπητὲ ἀδελφέ. Ἄνω τὰς χεῖρας ὡς Μωυσῆς, καὶ ὁ Κύριος πολεμήσει αὐτοὺς ἀορασίᾳ ὑπὲρ ἡμῶν. Μὴ οὖν φοβηθῇς ἀπὸ προσώπου αὐτῶν. Πολλάκις γὰρ ὑποβάλλουσί σοι ἀσθένειαν σαρκὸς καὶ ἀνορεξίαν στομάχου, ὑποψίαν μειζοτέρου, φόβον ἡγουμένου, καὶ τὸ μῆκος τοῦ χρόνου, καὶ τὴν προτέραν διαγωγήν, καὶ μνήμην τῶν κατὰ σάρκα γονέων. Καὶ ταύτας ἀνάπτουσιν, ἵνα ψυχὴν πολιορκήσωσιν. Οὐκ ἀναλογίζῃ ὅτι ἐὰν σχῇ τις υἱὸν κακοῦργον, τοῦτον κατ᾽ ὀφθαλμοὺς τῶν γονέων κολάζουσιν οἱ νόμοι, καὶ οὐδεὶς ὁ δυνάμενος αὐτὸν ἐξελέσθαι ἐκ χειρὸς τῶν τιμωρούντων; Πόσον οὖν μᾶλλον δοκεῖς πλείονα φόβον ἔχειν τὸ κριτήριον τὸ μέλλον, ὅπου βασιλεῖς καὶ τύραννοι, πλούσιοι καὶ πτωχοὶ παρίστανται συνεχόμενοι τρόμῳ δεινῷ;

Ἐλθὲ οὖν εἰς ἑαυτόν, ἀγαπητὲ ἀδελφέ, καὶ μὴ καταφρόνει τοῦ δικαίου καὶ ἀπαραλογίστου Κριτοῦ, μηδὲ τῆς μηδέποτε σβεννυμένης φλογός. Εἰ δὲ καταφρονεῖς, δοκίμασον ἀπεντεῦθεν, εἰ δύνασαι τὴν δριμύτητα τοῦ πυρὸς καὶ τὴν βάσανον ὑπενεγκεῖν. Ἅψον λύχνον καὶ ἐπίθες τὸ ἄκρον τοῦ δακτύλου, καὶ ἐὰν δύνασαι βαστάσαι τὰς ὀδύνας, τάχα δυνήσῃ σεαυτῷ κἀκεῖ βοηθῆσαι. Εἰ δὲ ὅλον τὸ σῶμα ἔξω τοῦ πυρὸς τυγχάνει, καὶ τοῦ μικροῦ τούτου τὰς ὀδύνας οὐ δύνασαι φέρειν, τί ποιήσωμεν, ὅταν ὅλον τὸ σῶμα σὺν τῇ ψυχῇ ἐμβληθῇ εἰς τὴν γέενναν τοῦ πυρός; Ἀλλ᾽ ἴσως ἐρεῖ τις τῶν ἀφρόνων· κἀγώ, φησίν, ἤθελον ὑπομεῖναι· ἀλλὰ τί ποιήσω; Ἀσθενὴς γάρ εἰμι καὶ ὀλίγωρος· εἰ γὰρ ἤθελέ με ὁ Θεὸς σωθῆναι, παρεῖχέ μοι ὑπομονήν.

Δεῦτε, ἴδετε, ἀδελφοί, ψυχὴν αἰχμαλωτιζομένην, οὐχ ὑπὸ βαρβάρων καὶ μαχαίρας, ἀλλ᾽ ὑπὸ τῆς κακοφροσύνης. Θεὸν γὰρ τὸν ἀγαθὸν αἰτιᾶται, τὸν πάντα ἄνθρωπον σωθῆναι θέλοντα καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τὸν δι᾽ ἡμᾶς σταυρὸν ὑπομείναντα. Αὐτὸς προσκαλεῖται λέγων· δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι. Καὶ πάλιν λέγει· αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Πῶς οὖν λέγεις· εἰ ἤθελέ με σωθῆναι ὁ Θεός, ἐδίδου μοι ὑπομονήν; Ἵνα τί ἀπατᾷ σε ὁ Ἐχθρός, καὶ ἀνέχῃ τῆς αὐτοῦ συμβουλῆς; Ἵνα τί σοι τοσαύτη ζημία, ἀποδύσασθαι στολὴν δόξης καὶ χωρίζειν σεαυτὸν τῆς τῶν Ἀγγέλων διαγωγῆς καὶ κυλίεσθαι εἰς πάθη ἀτιμίας; Ἵνα τί σοι αὕτη ἡ αἰσχύνη; Ἵνα τί σοι τοῦτο τὸ ὄνειδος; Ἀκοῦσαί σε ἀπομόναχον, καὶ κληθῆναι ἴδε ὁ ἀθετῶν τὴν χάριν τοῦ Κυρίου καὶ Θεοῦ αὐτοῦ; Ἵνα τί σοι ὁ θάνατος οὗτος;

Εἰδέναι σεαυτὸν ἐμβαλλόμενον εἰς τὸ ἐξώτερον σκότος, κατέχοντα καρπὸν αἰσχύνης, τοὺς δὲ ὑπομένοντας εἰς τὸ σωτήριον τοῦ Κυρίου ἀδελφούς, ἐστεφανωμένους καὶ εἰσαγομένους εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτῶν; Ποῦ δὲ φυγεῖν δυνήσῃ· ἢ ποῖος τόπος ὑποδέξεταί σε φεύγοντα ἐκ προσώπου Κυρίου, ὃν βούλει ἀθετῆσαι;

Διὸ ὑπόμεινον, παρακαλῶ, μήποτε ἔλθῃ ἐπὶ σὲ τὸ γεγραμμένον· κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπεγνωκόσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· συμβέβηκε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον· καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου. Καὶ ἐν ἑτέρῳ λέγει· ἀλλ᾽ ἐλογίσαντο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν, καὶ τὸν βίον πανηγυρικὸν ἐπικερδῆ.

Ἐννοηθῶμεν, ἀγαπητὲ ἀδελφέ, ὅτι ξένοι καὶ πάροικοί ἐσμεν ἐν τῷ βίῳ τούτῳ· πολλοὶ γὰρ ἐγερθέντες τὸ πρωῒ τὴν ἑσπέραν οὐ κατέλαβον· ἕτεροι δὲ κοιμηθέντες τῇ ἑσπέρᾳ εἰς τὸ πρωῒ οὐκ ἔφθασαν. Ἄκουε γὰρ τοῦ λέγοντος· ἄνθρωπος ματαιότητι ὡμοιώθη· αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν.

Ἔτι μικρὸν ὑπόμενον, παρακαλῶ, ἀγαπητὲ ἀδελφέ· ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Οὐδεὶς γὰρ οἶδε, μήποτε ὁ καιρὸς τῆς ἀναλύσεως ἡμῶν ἐφέστηκε, καὶ τούτου χάριν πλεονάζουσιν ἡμῶν οἱ πειρασμοί.

Μὴ οὖν ὀλιγοψυχήσωμεν, μηδὲ στραφῶμεν εἰς τὰ ὀπίσω, ἀλλὰ μᾶλλον τῶν ὄπισθεν ἐπιλανθανόμενοι, τοῖς ἔμπροσθεν ἐπεκτεινώμεθα, ἵνα συνεισέλθωμεν τῷ Νυμφίῳ πρὸ τοῦ ἀποκλεισθῆναι τὴν θύραν. Λέγει γάρ· γρηγορεῖτε καὶ προσεύχεσθε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν. Καὶ πάλιν λέγει ὁ Σωτήρ· καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε, οὕτως ἔσται ἐν τῇ παρουσίᾳ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ὡς γὰρ ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ κατακλυσμοῦ· ἤσθιον καὶ ἔπινον, ἐγάμουν καὶ ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας ἦλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσε πάντας. Ὁμοίως, καθὼς ἐγένετο ἐν ἡμέραις Λώτ· ἤσθιον καὶ ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξε πῦρ ἀπὸ οὐρανοῦ καὶ ἀπώλεσε πάντας. Κατὰ ταῦτα ἔσται ἐν ᾗ ἡμέρᾳ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Μὴ οὖν ἀμελήσωμεν τῆς ἑαυτῶν σωτηρίας, ἀγαπητοί. Ἰδοὺ γὰρ αἱ θεῖαι Γραφαὶ μηνύουσιν ἡμῖν τὴν ἡμέραν, ἵνα διὰ τῆς μετανοίας σωθῶμεν ἀπὸ τῆς ὀργῆς καὶ κληρονομήσωμεν τὴν αἰώνιον ζωήν, ποιήσαντες τὰ εὐάρεστα τῷ Κυρίῳ. Εἰ δὲ ἐπιμένεις τῇ προτέρᾳ σου ἀπειθείᾳ καὶ ἐν τῷ τῆς ἀφοβίας λογισμῷ ὑπάρχεις, γίνωσκε ὅτι οὐ χρονιεῖς ἐκκοπῆναι. Ἀψευδὴς γὰρ ὁ εἰπών· ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. Ἄκουε δὲ καὶ τὴν παραβολὴν τῆς συκῆς. Συκῆν τις εἶχε, φησίν, ἐν τῷ ἀμπελῶνι αὑτοῦ.

Καὶ ἐξελθὼν ἐζήτει καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· ἰδοὺ τρία ἔτη ἀφ᾽ οὗ ἔρχομαι ζητῶν καρπόν, καὶ οὐχ εὑρίσκω. Ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἵνα σκάψω περὶ αὐτὴν καὶ βάλω κοπρίαν. Κἂν μὴ ποιήσῃ καρπόν, ἔπειτα εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.

Ὅρα οὖν, ἀγαπητέ, μήποτε πληρωθῇ ὁ καιρὸς τῆς προθεσμίας, καὶ ἄλλον καιρὸν οὐ μὴ εὕρωμεν. Δεῦτε οὖν, προσκυνήσωμεν αὐτῷ· κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Ἆρον τὰς χεῖράς σου πρὸς αὐτὸν σὺν τῇ καρδίᾳ, καὶ μετὰ δακρύων πρόσελθε αὐτῷ, βοῶν πρὸς αὐτὸν σὺν τῷ Προφήτῃ· σῶσόν με ἀπὸ πηλοῦ ἰλύος, ἵνα μὴ ἐμπαγῶ· ῥῦσαί με ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ᾽ ἐμὲ φρέαρ τὸ στόμα αὑτοῦ· εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ᾽ ἐμέ. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι· ταχὺ ἐπάκουσόν μου. Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν, ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. Ὅπως καὶ αὐτὸς εἴπῃ πρὸς σὲ τὸ γεγραμμένον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον. Ἵνα καὶ σὺ εὐχαριστῶν τῇ ἀγαθότητι αὐτοῦ εἴπῃς· ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος, καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ Θεῷ ἡμῶν· ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον.

Μακάριος ἀνήρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς.

Εὐλογητὸς Κύριος, ὁ διδοὺς δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. Καὶ εὐλογητὸς ὁ Θεὸς ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ Θεός, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν· ὅτι σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.