Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγοι παρααινετικοὶ πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχούς

Ἐφραίμ ὁ Σύρος

Παραινέσεις 49-50: Αποφυγή κακοήθειας και η υπεροχή της μοναχικής πολιτείας

Τελικές προτροπές για την αποβολή της κακίας, η οποία ακυρώνει τους πνευματικούς κόπους, και ανακεφαλαίωση της ανωτερότητας της μοναχικής ζωής, καταλήγοντας σε δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 12 από 12

Περὶ κακοηθείας. Παραίνεσις μθʹ Ὃν τρόπον ξίφος νευροκοπεῖ ἵππον καὶ τὸν ἐπιβάτην καταβάλλει, οὕτως καὶ ἡ κακοήθης γνώμη κόπτει τοὺς τόνους τῆς ψυχῆς καὶ τῇ λύπῃ παραδίδωσι· λύπη δὲ διαφθείρει τοὺς ἐμπίπτοντας ἐν αὐτῇ. Τίς δέ ποτε βουλόμενος εἰς πόλιν ἀπελθεῖν ἀπέχουσαν στάδια τριάκοντα, ποιήσας δὲ εἴκοσι ἐννέα, τὸ δὲ ἓν μὴ ποιήσας, οὗτος ἐκ τῶν ἰδίων ἐξῆλθε καὶ εἰς τὴν πόλιν οὐκ εἰσῆλθε. Καθάπερ 〈γὰρ〉 ὁ ἐλθὼν εἰς τὴν ἐνδεκάτην ὥραν πλήρη τὸν μισθὸν ἔλαβεν ὡς καὶ οἱ λοιποὶ οἱ βαστάσαντες τὸ βάρος τῆς ἡμέρας, οὕτως καὶ ὁ ἐργασάμενος μέχρι τῆς ἑνδεκάτης ὥρας, περὶ δὲ δωδεκάτην τὴν ὥραν ἐὰν ἄρξηται καταστρέφειν καὶ τὰ πεφυτευμένα ἐκτίλλειν, μισθὸν οὐ λαμβάνει, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· καὶ πάλιν· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὑτοῦ ἐπ᾽ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἡ γὰρ γυνὴ τοῦ Λὼτ στραφεῖσα εἰς τὰ ὀπίσω ἐγένετο στήλη ἁλός· ὅθεν καὶ ὁ Ἀπόστολος τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς ἔμπροσθεν ἐπεκτείνετο.

Καὶ σὺ οὖν, ἀγαπητέ, ὑπόμεινον· ὁ γὰρ κόσμος οὗτος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα· ξένοι γάρ ἐσμεν καὶ πάροικοι ἐν τῷ βίῳ τούτῳ· ἐὰν δέ, ὡς καιρὸν ἔχομεν, ἐργασώμεθα ἐν αὐτῷ τὰ ἀρεστὰ τῷ Κυρίῳ, τὸν μισθὸν κομισόμεθα.

Κτῆσαι οὖν τὴν ὑπομονήν, ἀγαπητὲ ἀδελφέ· γέγραπται γάρ· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν. Ὁ Ἐνὼχ διακόσια ἔτη εὐηρέστησε τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα, καὶ ἡμεῖς ἐν τῷ βραχεῖ τούτῳ καιρῷ ὀλιγωροῦμεν; Ἀντίστα, ἀγαπητέ, τοῖς βλαβεροῖς λογισμοῖς, καὶ εἰπὸν μετὰ τοῦ λέγοντος· Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Τί γὰρ ὠφελήσει ἄνθρωπος, ὅταν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; Ἐκκλίνατε ἀπ᾽ ἐμοῦ πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου· τοῦ Ἐκκλησιαστοῦ βοῶντος· ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης, μετὰ τοσοῦτον πλοῦτον καὶ δόξαν. Οὐκέτι ματαιότητι προσφέρω μου τοὺς καμάτους, ἵνα μὴ μετὰ τὴν ἐμὴν ἔξοδον ἄλλοι κληρονομήσωσι, κἀγὼ ἀποτίσομαι τὴν δίκην, ἀλλὰ προσφέρω μου τοὺς καρποὺς τῷ ἀγαθῷ καὶ ἐλεήμονι Θεῷ, τῷ παρέχοντι μετὰ θάνατον ζωήν, καὶ ἑτοιμάζοντι τοῖς ἀγαπῶσιν αὐτόν, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.

Ναί, ἀγαπητέ, ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου καὶ ὑπόμεινον τὸν Κύριον· καὶ ἔσται ἐν εἰρήνῃ ἡ ἔξοδός σου. Ἐκεῖ ὄψει τοὺς δικαίους χαίροντας ἐπὶ τῇ σῇ σωτηρίᾳ· ἐκεῖ αὐλισθήσῃ ἐν κόλποις Ἀβραὰμ σὺν τῷ Λαζάρῳ· τὴν γὰρ πτωχείαν ἐξελέξω, τὴν θλῖψιν ὑπέμεινας, ὀνειδισμοὺς ὑπήνεγκας, ἐξουδένωσιν οὐκ ἐμίσησας. Διὰ τοῦτο δέξονταί σε μετ᾽ εὐφροσύνης εἰς τὰς αἰωνίους σκηνάς, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Ἐκεῖ ὄψει τὴν ζωὴν καὶ τὸ φῶς τὸ ἀληθινόν, τὴν ἐλπίδα πάσης τῆς κτίσεως, τὸν λυτρωτὴν τῶν ψυχῶν ἡμῶν, Ἰησοῦν Χριστόν, τὸν βασιλέα τῆς δόξης, καὶ χαρήσεταί σου ἡ καρδία, καὶ τὴν χαρὰν οὐδεὶς αἴρει ἀπὸ σοῦ· αὐτὸς δὲ ὁ Κύριος, ὁ Θεὸς ἡμῶν, διαφυλάξει ἡμᾶς ἀμέμπτους. Ὅτι αὐτοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ διαφορᾶς τοῦ μοναχικοῦ βίου ὑπὲρ τὸν κοσμικόν Παραίνεσις νʹ Ἀγαπητὲ ἀδελφέ, ἐὰν ἀποταξάμενος τῷ βίῳ γένῃ μοναχός, νῆφε, ὅτι πολλαὶ αἱ μεθοδεῖαι τοῦ Ἐχθροῦ. Μήποτε εὑρὼν χώραν, ὑποβάλλῃ τὰ τοιαῦτα. Ἰδού, φησίν, ἀπετάξω τῷ κόσμῳ καὶ τοῖς ἰδίοις. Οὐκ ἰδοὺ καὶ τὰ θηρία ἡσύχαζον εἰς τοὺς φωλεοὺς αὐτῶν; Σὺ οὖν ἐπιτίμησον αὐτῷ, λέγων· ὁ Κύριος καταργήσει σε, Διάβολε, ὅτι τὸν ἄνθρωπον, ὃν ἐποίησε κατ᾽ ἰδίαν εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν, θηρίῳ ἀλόγῳ καθωμοίωσας. Οὐ παύῃ διαστρέφων τὰς εὐθείας ὁδούς; Περὶ δὲ τῆς διαφορᾶς, ἄκουε· πρῶτον μὲν ὁ θέλων γενέσθαι μοναχὸς ἀποτάσσεται τῷ κόσμῳ, ἀποτάσσεται τοῖς ἰδίοις θελήμασι καὶ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ τῷ Σωτῆρι ἡμῶν Χριστῷ. Οὐ φιλονεικεῖ, οὐ καταρᾶται, οὐκ ὀμνύει, οὐ δυσφημεῖ, οὐ μελετᾷ λόγους ψευδεῖς διὰ τῆς εὐλάλου καὶ φλυάρου φιλοσοφίας. Ἐγκρατεύεται, οὐ σπαταλᾷ.

Πάντας τοῦ Θεοῦ Ἀγγέλους φίλους ἔχει, ἐχθρὸν δὲ τὸν Διάβολον. Οὐκ ἐκθλίβει γεωργόν, οὐ βιάζεται χήραν, οὐχ ἁρπάζει τὰ τοῦ πτωχοῦ, οὐ κονδυλίζει ὀρφανόν, οὐ μαίνεται ἐπὶ πλούτῳ. Ἀρκούμενος τοῖς παροῦσιν, οὐ φροντίζει τοῦ στρατεῦσαι τοὺς ἑαυτοῦ υἱούς, ἢ πῶς ἐγγαμίσαι θυγατέρας.

Οὐ δέδεται περισπασμοῖς, ἀλλὰ σχολάζει τῇ ἑαυτοῦ σωτηρίᾳ. Οὐκ ἐπαίρεται, ἀλλὰ ταπεινοφρονεῖ, ἀλλὰ χρηστεύεται καὶ ἐπιεικεύεται. Ψάλλει καὶ οὐ τραγῳδεῖ. Προσεύχεται καὶ οὐ μετεωρίζεται. Οὐ θαλασσομαχεῖ ἐν ταῖς τοῦ βίου πραγματείαις. Οὐ φροντίζει περιποιεῖσθαι ἑαυτῷ δόξαν ἐπίγειον. Ἀντὶ αὐλῶν καὶ τυμπάνων καὶ μουσικῶν, ψάλλει τῷ Κυρίῳ καὶ προσεύχεται.

Πενθεῖ καὶ δακρύει ἐν τοῖς ἐσωτέροις ταμείοις, καὶ τοῦ οἴκου καὶ τῆς ψυχῆς, ἄφεσιν ἁμαρτιῶν αἰτούμενος. Προσευχόμενος προσεύχεται καὶ περὶ ὅλου τοῦ κόσμου. Οὐ παραβάλλει ματαίαις θεωρίαις, ἀλλὰ ἁγίοις ἀνδράσιν. Ἀντὶ αὐλῆς τῇ ἐρήμῳ. Ἐκκλίνει ὅρκους καὶ ψυχὰς τῶν τερπομένων αὐτοῖς. Χεῖρας ἐκτείνει ἐπὶ τὰ συμφέροντα εἰς ἔργον καὶ ἀνάγνωσιν τῶν θείων Γραφῶν.

Ἀμεριμνίαν γονέων καὶ γηΐνων πραγμάτων ὡς οὐδὲν λογίζεται. Ἀναλογίζεται τὰς ἐπαγγελίας τοῦ Σωτῆρος, καὶ ἀναζωπυρεῖται τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ τὴν λύπην φυγαδεύει. Ἥκει σωματικὴ ἀρρωστία; Χαίρει, ὅτι ἐγγὺς ὁ στέφανος. Ἥκει ἀκηδία; Διαδέχεται παρὰ Κυρίου ὑπομονή. Ἥκει ζημία γηΐνη; Ἀλλὰ μιμνῄσκεται τὴν ἡμέραν τῆς τελευτῆς, ὅτι πάντα ὧδε μένει.

Ὠχλήθη ὑπὸ τῆς ἡδυπαθείας; Ἀναλογίζεται τὴν πικρότητα τῶν βασάνων. Ἥκει συκοφαντία; Μακροθυμεῖ, ὅτι ἐγγίζει ὁ δικαιῶν αὐτόν. Ἥκει ὕβρις καὶ βάσανοι; Ἀναλογίζεται τὰ παθήματα τοῦ Σωτῆρος. Ἥκει ὑψηλοφροσύνη;

Ἀναλογίζεται, ὅτι διὰ πυρὸς μέλλει ἔρχεσθαι. Ταῦτα τὰ δωρήματα τῆς χάριτος, τοῖς ὀρθῶς δουλεύουσι τῷ Κυρίῳ, καὶ ὅσα πρέπει τοῖς ἁγίοις. Σέ, τὸν Διάβολον, ἄπρακτον ἀποστρέψει ὁ Κύριος. Ναί, ἀγαπητέ, ἄκουε τοῦ λέγοντος· ἀντίστητε τῷ Διαβόλῳ καὶ φεύξεται ἀφ᾽ ὑμῶν· ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν. Προσευχόμενος ἅμα καὶ ὑπὲρ ἐμοῦ τοῦ ταλαιπώρου, ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ὅπως 〈ὁ〉 ἀγαθὸς Κύριος καὶ ἐλεήμων διαφυλάξῃ καὶ σώσῃ ἡμᾶς εἰς τὴν αὐτοῦ βασιλείαν καὶ δόξαν· ἡ τῶν ἀπεγνωσμένων ἐλπίς. Ὅτι αὐτῷ ἡ δόξα, κράτος καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.