Παραίνεσις ιϛʹ. Διδακτική Ἀδελφέ, ἠξιώθης τοῦ ἁγίου ἐνδύματος τοῦ μοναχοῦ; Μὴ ἐπαίρου κατὰ τῶν ἐπιμενόντων εἰς τὸ ἐρχόμενον ἔτος. Οὐ γὰρ τὸ οἴεσθαί τινα πρῶτον εἶναι ἐστὶν ἀρετή, ἀλλὰ ὑπομεῖναι ἄχρι τέλους. Μηδὲ δόξῃ σοι λέγειν ἐν σεαυτῷ λαβὼν τὸ σχῆμα· ἀπηλλάγην νῦν ἀπὸ τοῦ κόπου· ἀλλὰ νῦν πολλῷ μᾶλλον πόνεσον εἰς τὰς ἀρετάς, ἵνα μὴ σεαυτὸν ζημιώσῃς. Ἄχρι γὰρ τοῦ παρόντος, πολλάκις καὶ ἐξ ἀνάγκης τοῦ μειζοτέρου, οὐκ ἠμέλησας τῆς ἑαυτοῦ σωτηρίας. Ἄχρι γὰρ τοῦ δεῦρο ἐν τῷ ἐξωτέρῳ θόλῳ ἦς· νυνὶ δὲ ἐν τῷ ἐσωτέρῳ θόλῳ εἰσελήλυθας. Μὴ οὖν ἀμελήσῃς σεαυτοῦ, ἵνα μὴ ἀπολέσῃς τοὺς κόπους σου, ἀλλὰ τὸν μισθόν σου ἀπολάβῃς. Ἀπὸ τοῦ νῦν φαίνεταί σου ὁ κόπος καὶ ἡ σπουδὴ καὶ ἡ ἁγνεία καὶ τὸ κάθισμα. Ἀπὸ τοῦ νῦν φαίνεται ὁποίαν ὁδὸν ἐπιθυμεῖς· ἢ τὴν πλατεῖαν καὶ εὐρύχωρον, τὴν ἐπάγουσαν εἰς τὴν ἀπώλειαν, ἢ τὴν στενὴν καὶ τεθλιμμένην, τὴν ἐπάγουσαν εἰς τὴν ζωὴν τὴν αἰώνιον. Καὶ ἐν μὲν τῇ πλατείᾳ ὁδῷ ἔστι ταῦτα· κακοφροσύνη, περισπασμοί, γαστριμαργία, μέθη, ἀσωτία, ἀσέλγεια, ἔρις, θυμός, φυσίωσις, ἀκαταστασία, καὶ τὰ ὅμοια τούτοις· οἷς ἐξακολουθεῖ ἀπιστία, ἀπείθεια, ἀνυποταγή· ἔσχατον δὲ πάντων τῶν κακῶν, ἡ ἀπόγνωσις. Καὶ ὁ ἐν τούτοις ἀναστρεφόμενος πεπλάνηται ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας, πρόξενος ἑαυτῷ γενόμενος τῆς ἰδίας ἀπωλείας.