Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγοι παρααινετικοὶ πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχούς

Ἐφραίμ ὁ Σύρος

Παραίνεση 42: Πνευματική πτώση, μεταμέλεια και το θείο έλεος

Εκτενής αναφορά στη μεθοδεία του πονηρού που οδηγεί στην αποστασία, συνοδευόμενη από ενθαρρυντικούς λόγους κατά της απόγνωσης και προσευχή επιστροφής στη θεία ευσπλαχνία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 8 από 12

Πρὸς ἀδελφὸν ἐκπεσόντα, καὶ περὶ μετανοίας. Παραίνεσις μβʹ Τοῖς ἐν ὑποταγῇ καθεζομένοις πνευματικοῦ πατρὸς ὑποβάλλει ὁ Ἐχθρός, λέγων· ἀποχώρει ἐντεῦθεν καὶ οἴκει κατὰ σεαυτὸν καὶ ἀναπαύῃ μᾶλλον. Καὶ ἐὰν συγκατατιθῆται ὁ ἀδελφὸς τοῖς τοιούτοις λογισμοῖς, χωρίζεται τῆς ἀδελφότητος. Καὶ ἐὰν ἴδῃ ὁ Ἐχθρός, ὅτι νήφει ὁ λογισμὸς τοῦ ἀδελφοῦ μικρόν, ὑποβάλλει αὐτῷ, λέγων· εἴσελθε εἰς τὴν ἐνδοτέραν ἔρημον.

Εἶτα καθίσαντος τοῦ ἀδελφοῦ χρόνον τινὰ ἐν τῇ ἐρήμῳ, τότε προσφέρει αὐτῷ ὁ μισόκαλος δαίμων τὸν λογισμὸν τῆς ἀκηδίας καὶ τὸ ἔκταμα τοῦ χρόνου καὶ τὴν σπάνην τῶν χρειῶν καὶ τὴν ἀσθένειαν τοῦ γήρως καὶ τὸν κόπον τῆς ἐρήμου. Καὶ ἐὰν ἰσχύῃ ὁ Ἐχθρὸς σαλεῦσαι τὸν ἀδελφόν, ἀνασπᾷ αὐτὸν κἀκεῖθεν καὶ φέρει αὐτὸν πλησίον κώμης ἢ πόλεως. Τότε ἐπιτίθησιν αὐτῷ τὴν πορνείαν. Ὁ οὖν ἀδελφὸς ἐγκρατεύεται τοῦ μὴ εἰσιέναι ἐν τῇ πόλει, μήτε εἰς κώμας προσεγγίζειν. Τότε θεασάμενος ὁ Ἐχθρὸς τὸν σκοπὸν τοῦ ἀδελφοῦ, τὰς κινήσεις καὶ τὰ τεχνάσματα ἐπινοεῖ, ἐν οἷς βούλεται καταβαλεῖν τὸν ἀδελφόν. Ἐξ ὧν ἡ μία ἐστὶν αὕτη· ἐν μιᾷ τῶν ἡμερῶν, ἡσυχάζοντος τοῦ ἀδελφοῦ ἐν τῷ κελλίῳ, παρασκευάζει γυναῖκα κρούειν αὐτῷ, προφάσει πλανωμένης καὶ ὀλιγοψυχούσης, ἢ ὡς δι᾽ ἐλεημοσύνην ἐλθούσης, ἢ προφασίζεται μοναχὸν γνώριμον ἐπιζητεῖν. Ὁ οὖν ἀδελφὸς ἀνοίξας τὴν θύραν αὐτοῦ, ὁρᾷ τὴν γυναῖκα παρισταμένην ἐν τῇ αὐτοῦ κέλλῃ. Καί φησιν τὸ γύναιον· κύρι ἀββᾶ, ποῦ μένει ὁ δεῖνα μοναχός; Καί, ὅτι κέκλικεν ἤδη 〈ἡ〉 ἡμέρα, ποίησον ἀγάπην ὑποδέξαι ἡμᾶς ἔσω τῆς θύρας σου, τὴν νύκτα ταύτην, μήποτε πλανωμένων ἡμῶν φάγωσιν ἡμᾶς τὰ θηρία. Πολλάκις δὲ καὶ ἄλλην συμπαίκτριαν φέρει μεθ᾽ ἑαυτῆς τὸ γύναιον· ἴσως δὲ καὶ ἀναλώματα βαστάζουσι καὶ χρείας, ἐν οἷς βούλονται δελεάσαι τὸν ἀδελφόν.

Τότε πολεμεῖ ὁ ἀδελφὸς ἐξ ἑκατέρων τῶν λογισμῶν, καὶ δειμαίνεται 〈μή〉, ὡς ἄσπλαγχνος, ἐκπεσεῖν τῆς ἐντολῆς, μήποτε δὲ καὶ διὰ τοῦ ἀγαθοῦ θηρευθῇ αὑτοῦ ἡ ψυχή. Ἵνα δὲ μὴ μηκύνωμεν τὸν λόγον· ἥττηται ὁ μοναχὸς τῇ ἐπιθυμίᾳ.

Καὶ μετὰ τὸ συντελεσθῆναι τὴν ἀνομίαν, ἐάνπερ βουληθῇ ἐξαποστεῖλαι αὐτήν, ἀποκρίνεται αὐτῷ, λέγουσα· ὅτε με ἐταπείνωσας, ἐξαποστέλλεις με ἀπὸ σοῦ, ἵνα ποῦ πορευθῶ; Πῶς δὲ ὀφθήσομαι τῷ προσώπῳ τῶν γονέων μου; Μὴ δύναται κρυβῆναι τὸ πρᾶγμα; Ἀσφαλῶς οὖν γίνωσκε, μοναχέ, ὅτι οὐκέτι ἀφίσταμαι ἀπὸ σοῦ, ἀλλὰ καὶ μετὰ σοῦ καθέζομαι ἐν τῷ κελλίῳ σου, καὶ ὅθεν θέλῃς, διάτρεφέ με. Τότε ἄρχεται ὁ μοναχὸς θρηνεῖν ἑαυτόν, ὅτι ὅλως ἤνοιξε τὴν θύραν τοῦ κελλίου αὑτοῦ.

Ταῦτα οὖν γινώσκων, μοναχέ, τήρει σεαυτόν. Ἐὰν γὰρ ἐμπέσῃς εἰς τοὺς βρόχους αὐτῆς, κόπῳ ἐκβλῆσαί σε δυνήσῃ· βρόχοις γάρ, φησί, τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν. Προγινώσκων τοιγαροῦν, τί ἔσται τὰ ἔσχατα τῆς ἁμαρτίας καὶ οἵαν ἀτιμίαν προξενεῖ τοῖς χρωμένοις αὐτῇ εἰς τὰ ταμιεῖα ταῦτα, φεῦγε ἐκ τῆς ἡδυπαθείας· οἱ γὰρ καρποὶ αὐτῆς καρποὶ αἰσχύνης. Καὶ πρὸ μὲν τῆς ἡδονῆς ἐπιθυμία· μετὰ δὲ τὴν ἡδονὴν λύπη. Ἀναλόγισαι οὖν ὅτι τὴν ἡδονὴν λύπη διαδέχεται, καὶ φεῦγε τὴν ἁμαρτίαν, λογιζόμενος τὴν αἰσχύνην τῶν ἀνθρώπων, μᾶλλον δὲ τὸν φόβον τοῦ Κυρίου. Ἀποδίωκε οὖν τὸν δαίμονα τὸν θέλοντά σε ἀπατῆσαι καὶ τοὺς πόνους συλῆσαι, ὅπως ἀλύπως διαμείνῃς. Οἶδε γὰρ ὁ καρδιογνώστης Κύριος, ὅτι οὐ πονηρίας χάριν, ἢ μισανθρωπίας, ἀποβάλλεις τὸ γύναιον, ἀλλ᾽ ἵνα μὴ διὰ τοῦ ἀγαθοῦ τὸ κακόν σοι κατεργάσηται. Εἰ δέ τις λέγει, ὅτι καλὴ ἡ φιλοξενία, σύμφημι κἀγώ.

Ὁ οὖν φιλόξενος ἀνὴρ μιμήσασθαι ὀφείλει τῷ δοκιμάζοντι ἀργύριον ἐν χωνευτηρίῳ· τὸ καθαρὸν λήψεται ἑαυτῷ, παρόψεται δὲ τὸ ἀδόκιμον· τουτέστι, τὴν ἐντολὴν τήρησον, ἀπὸ δὲ τῆς ἁμαρτίας φεῦγε, ὡς ἐκ στόματος ὄφεως.

Ὁ γὰρ εἰπών, ξένος ἤμην καὶ συνηγάγετέ με, εἶπε καί, οὐ πορνεύσεις. Νῆφε ἐν τῇ νεότητί σου. Νῆφε, μήποτε ἀμελήσας εὑρεθῇς τοῖς πάθεσι δουλεύων ἀπὸ νεότητος ἕως γήρως. Ὁ γὰρ ἐν πελάγει ναυαγήσας, ἴσως καὶ ἔνηψε καὶ ἠγωνίσατο· καὶ ἡ πολλὴ τῶν κυμάτων ἐπανάστασις ἴσχυσε κατ᾽ αὐτοῦ. Ὁ δὲ ἐν τῷ λιμένι ναυαγήσας, ἔοικεν ὡς ἐξ ἰδίας ἀμελείας τὸ πλοῖον τοῦ δεσπότου αὑτοῦ ἐν τῷ βυθῷ κατάξας καὶ ἀπολέσας. Σὺ οὖν ἐν τῷ λιμένι τυγχάνεις, μοναχέ, ἐάνπερ προσέχῃς σεαυτῷ. Διὰ τοῦτο, οὐδὲ συμφέρει ἡμῖν ἡ ἐν ταῖς κώμαις διατριβή. Ἐὰν δὲ καταβῇ ἀνάγκη τοῦ φθάσαι ἕως κώμης, μὴ διασύρῃ προσομιλῶν γυναιξίν· ὥσπερ ὁ καταπίνων ἄγκιστρον, οὕτως ἑλκυσθήσεταί σου ἡ ψυχή. Νῆφε οὖν, ὅτι οὐ μακρὰν τὸ πτῶμα παράκειται· καὶ διὰ τῆς εὐλαβείας σου καὶ τοῦ φόβου τοῦ Θεοῦ ἀγωνίζου πρὸς τὸν πειρασμόν· ἡ γὰρ ἀναισχυντία μήτηρ ἐστὶ τῆς πορνείας. Ἐὰν θεάσωνταί σε παρρησιαζόμενον καὶ περπερευόμενον πρὸς αὐτάς, εἰς χείρω παροτρύνασαι καταβάλλουσί σε. Ἀλλὰ καὶ εὐλαβὴς τυγχάνων, μὴ θάρρει σεαυτῷ, ἀλλὰ νῆφε, μήποτε προφάσει κατανύξεως καὶ εὐλαβείας παραλύσωσί σου τὴν διάνοιαν διὰ τῶν ῥημάτων. Εἶπε γάρ τις τῶν Ἁγίων· λόγους προβάλλονται, μαλάσσειν τὸ πάθος πειρώμεναι. Ἀλλὰ καθὼς εἴρηκεν ὁ Σωτήρ· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί.

Παραγγέλλει δὲ καὶ διὰ τοῦ Ἀποστόλου, λέγων· μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες, τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία.

Ἀσφαλῶς οὖν γίνωσκε, ἀγαπητέ, ὅτι, ἂν ᾖς ὡς χρυσίον καθαρὸν ἐν τῷ κόσμῳ καὶ ἐλθόντος σου εἰς τὸν μοναχὸν ἀμελήσῃς σεαυτοῦ, οὐ χρονίζεις γενέσθαι ὡς μόλιβδος. Καὶ ἐλθὼν εἰς τὸν μοναχὸν πάλιν, ἐὰν ἀγαπήσῃς τὸν Κύριον ἐν ἀληθείᾳ, οὐ χρονίζεις γενέσθαι ὡς μαργαρίτης, μὴ ἔχων σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἔσῃ ἄμωμος κατὰ πάντα. Καὶ τοῦτο πάλιν γινώσκειν σε βούλομαι, ὅτι ὁ χρώμενος τῇ ἁμαρτίᾳ περισσότερον πόλεμον ἔχει τοῦ ἐγκρατευομένου. Ὥσπερ γὰρ ὁ ἐπιχέων βόρβορον ἐν τόπῳ τινί, πλεονάζει τὴν δυσωδίαν, οὕτω καὶ ὁ μὴ ἐγκρατευόμενος αὔξει τὸ πάθος.

Γίνωσκε ὅτι ἐὰν ἀμελήσῃς σεαυτοῦ, ἔσχατον μεταμεληθήσῃ· τοῦ Ἀποστόλου λέγοντος· ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί, καὶ μεμέρισται.

Σὺ δέ, μοναχέ, οὐ τὴν τοῦ κόσμου μέριμναν ἐξελέξω, ἀλλὰ πῶς ἀρέσῃς τῷ Κυρίῳ· ὅθεν σεαυτὸν εὐνούχισας διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. Πάλιν λέγω· ἐὰν μὴ ἐγκρατεύσῃ, ἔσχατον λυπηθήσῃ κατὰ πολλοὺς τρόπους, κατὰ τὸν λέγοντα Ἀπόστολον· θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι. Ὁ γὰρ γαμήσας πτωχεύει μὲν τὰ πρὸς ἀρετήν, περισπώμενος περὶ οἴκου καὶ γυναικὸς καὶ παιδοτροφιῶν· ὁ δὲ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ. Σεαυτὸν εὐνούχισας διὰ τὴν τῶν οὐρανῶν βασιλείαν, οὐ σιδήρῳ τοὺς διδύμους ἀποτεμῶν, ἐστὶ γὰρ τῆς ἀρετῆς ἀλλότριον, ἀλλ᾽ εὐσεβεῖ λογισμῷ τῶν ἡδονῶν κρατήσας. Ἔμμενε τοιγαροῦν τοῖς αὐτοῖς ὅροις· διότι γέγραπται· ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι.

Βιάζου οὖν σεαυτὸν ἐγκρατεύεσθαι καὶ εὑρήσεις καθαροὺς τοὺς διαλογισμούς σου καὶ τὴν διάνοιάν σου, ὥσπερ λιμένα εὔδιον, ἡσυχίας μεστόν. Καὶ ἡ ἐλπὶς τῶν μελλόντων ἀγαθῶν πιαίνει τὰς δυνάμεις τῆς ψυχῆς, ὡσεὶ ἐκ στέατος καὶ πιότητος ἐμπεπλησμένας· ὧν ὁ Κύριος ἀξιώσῃ ἡμᾶς, ὁ δίκαιος κριτής. Ἀμήν.

Μηδὲ ἐν ἑτέρῳ τρόπῳ φθείρῃς τὸν ναὸν τοῦ Θεοῦ, παρακαλῶ. Καὶ μὴ λυπήσῃς τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐνοικοῦν ἐν ἡμῖν, μηδὲ τοὺς Ἀγγέλους τοὺς ἁγίους, τοὺς διατεταγμένους φυλάττειν ἡμέρας καὶ νυκτός, οἳ καὶ τοὺς δαίμονας ἀποσοβοῦσιν ἀφ᾽ ἡμῶν, τοὺς ἀοράτως τρίζοντας καθ᾽ ἡμῶν τοὺς ὀδόντας, μήποτε αὐτοὶ ἡμῶν κατήγοροι γένωνται ἐν ἡμέρᾳ κρίσεως καὶ ὑποπέσωμεν τῇ καταστροφῇ Σοδόμων. Ἐάν τε γὰρ καὶ οἱ τοῖχοι περικυκλώσωσιν ἡμᾶς, ἐὰν τέγη καλύπτῃ καὶ θύρα ἀποκέκλεισται καὶ σκοτία τυγχάνῃ, ἀλλ᾽ ἐννοηθῶμεν, ὅτι ὁ ἀποχωρίσας τὸ σκότος ἀπὸ τοῦ φωτός, οὐδὲν αὐτὸν λέληθε τῶν καθ᾽ ἡμᾶς. Καὶ πειθέτω σε ὁ Προφήτης, λέγων· σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί, ποτὲ φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; Ὁ πλάσας τὸν ὀφθαλμὸν οὐχὶ κατανοεῖ; Ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει; Ὁ διδάσκων ἄνθρωπον γνῶσιν; Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. Ἀγαπητὲ ἀδελφέ, οὐ μόνον τὰς πράξεις τῶν ἀνθρώπων ἐφορᾷ ὁ Κύριος, ἀλλὰ καὶ τοὺς διαλογισμούς.

Ἐὰν δὲ ὑποβάλλῃ σοι ὁ Ἐχθρός, λέγων· ἔστι μετάνοια· διὸ ἀπόλαβε τοῦ βουλήματός σου, εἰπὸν πρὸς αὐτόν· τίς ἡ χρεία, ὦ Διάβολε, καθελεῖν οἰκίαν οἰκοδομηθεῖσαν, καὶ ἄνωθεν πάλιν οἰκοδομεῖν αὐτήν, τοῦ Ἀποστόλου λέγοντος· μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν ἐργάζεσθε; Ὅπου δὲ φόβος καὶ τρόμος, δῆλον ὅτι οὐδεμία ἡδονὴ ὑπάρχει. Σχόλαζε τοιγαροῦν τῇ ἑαυτοῦ σωτηρίᾳ, ἀγαπητὲ ἀδελφέ, καὶ καθίσας ἐν ἡσυχίᾳ, ἐπισυνάγαγέ σου τοὺς λογισμοὺς καὶ εἰπὸν ἐν σεαυτῷ· Ἄνθρωπε, τοσοῦτον χρόνον ἔχεις ποιῶν τὰς ἐπιθυμίας τῆς σαρκὸς καὶ τῶν διανοιῶν σου. Τί ὠφελήθης καὶ τί ἐκέρδησας τὰ τοιαῦτα ἐπιτελῶν; Ἆράγε προσέθηκας ἐπὶ τὴν ἡλικίαν σου πῆχυν ἕνα; Ἀλλὰ παχὺς γέγονας; Οὐδὲν ἕτερον συνάγειν ἔχεις σεαυτῷ, πλὴν τροφῆς σκωλήκων. Ἀλλὰ τί ἐκέρδησας; Τὸν ἐν οὐρανοῖς θησαυρὸν ἐνέπλησας ἀγαθῶν, οὕτως ἀφόβως διάγων; Τί οὖν τὸ ὄφελος, ὅτι ἐξῆλθες ἐκ τοῦ κόσμου;

Οἴμοι, ψυχή, εἰς τὴν τοιαύτην κατάστασιν ἐλήλυθας, εἰς τὴν τοιαύτην καταστροφήν! Ἰδοὺ οἱ ἀδελφοί μου κεκοσμημένοι εἰς τὰς ἀρετάς, οἱ τὸν Θεὸν φοβούμενοι ἐν ἀληθείᾳ, ἐγὼ δὲ ἐν σκότει πορεύομαι. Πρωῒ πρωῒ μεταμελοῦμαι ἐφ᾽ οἷς πράσσω, καὶ ἑξῆς τὰ χείρω συντελῶ. Καὶ ἐπειδὴ ὁ Κύριός μοι ἐχαρίσατο ἰσχὺν καὶ ὑγείαν, τούτοις ἐγὼ θαρρῶν παροργίζω τὸν ποιήσαντά με. Ἱνατί ἀμελεῖς, ὦ ψυχή μου; Ἱνατί καταφρονεῖς; Μὴ γάρ σε ὧδε ἐάσει ὁ ποιήσας σε ἐκ τοῦ μὴ ὄντος καὶ εἰς τὸ εἶναι παραγαγών; Αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ, καὶ ἀπελεύσῃ ἐντεῦθεν. Γνῶθι τὴν ἀσθένειάν σου, ψυχή μου. Ἕως πότε ἀντερεῖς κατὰ τοῦ ποιήσαντός σε καὶ τῶν προσταγμάτων αὐτοῦ;

Ὦ Διάβολε, ὄνειδός με πεποίηκας καὶ Ἀγγέλοις καὶ ἀνθρώποις· ὑπήκοος γενόμενος τῆς ἀσεβοῦς συμβουλίας. Ὑπέβαλές μοι, λέγων· ποίει ἅπαξ τὴν ἐπιθυμίαν σου, καὶ μηκέτι ποιήσεις αὐτήν, καὶ οὐ γνωσθήσεται τὸ ἁμάρτημά σου. Ἰδοὺ τὸ μικρὸν ἐκεῖνο ἐγένετό μοι χάσμα μέγα, καὶ οὐ δύναμαι ἀντιστῆναι ἐναντίον τῶν πονηρῶν καὶ ποικίλων σου ἐπιθυμιῶν. Μικρὰν γὰρ ὀπὴν εὗρε τὸ ὕδωρ καὶ ἐποίησε χάσμα μέγα καὶ πᾶσιν ἔκδηλον. Ἀληθῶς γὰρ ἡ συνήθεια τῶν ἁμαρτημάτων εἰς τὸ χεῖρον ἄγει τὸν πεπτωκότα.

Ἐσκότισας γάρ μου τὴν διάνοιαν διὰ τῶν ῥυπαρῶν λογισμῶν καὶ ὤθησάς με εἰς τὸν λάκκον τῆς ἁμαρτίας. Τίνι εἴπω, ἵνα κλαύσῃ ἐπ᾽ ἐμοί; Γυμνὸν γάρ με ἀποκατέστησεν ὁ Ἐχθρὸς ἐκ τῆς ἐμῆς ῥᾳθυμίας· ἀλλὰ τῇ εἰς Θεὸν ἐλπίδι ἀποβλέπων, οὐκ ἀπογινώσκω τῆς ἐμαυτοῦ σωτηρίας εἰς τέλος.

Τί δὲ πρὸς τὸν Δόλιον; Τὴν ἐγκράτειάν μου κατέλυσε διὰ τὴν ἀσθένειαν τοῦ στομάχου μου καὶ τῆς ἐν προσευχαῖς ἀγρυπνίας ἀλλότριον πεποίηκε· τὴν φιλαργυρίαν ἐφύτευσεν ἐν ἐμοί, προφάσει μακρογηρίας· τὰ δάκρυά μου ἐξήρανε· τὴν καρδίαν μου ἐπάχυνε· τῆς ἐν Χριστῷ ὑποταγῆς με ἀνῄρησε καὶ τοὺς περισπασμούς μοι ἐνέπηξεν· ἀνυπότακτόν με πεποίηκε· μὴ ἐργάζεσθαι, ἀλλὰ περιεργάζεσθαι πεποίηκε· φθονερὸν καὶ κατάλαλόν με ἐδίδαξε· τὴν δοκὸν τὴν ἐν τῷ ὀφθαλμῷ μου οὐ συνεχώρησε κατανοεῖν, τὸ δὲ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ μου προφέρει πρὸ ὀφθαλμῶν μου· τὰ τῆς καρδίας μου κρύπτειν συμβουλεύει, ἐὰν παραπέσῃ ὁ ἀδελφός μου εἰς παράπτωμα, ἐν αὐτῷ με ἀδολεσχεῖν συμβουλεύει· ὑπερήφανον καὶ θυμώδη καὶ ὀργίλον με ἔθηκε· γαστρίμαργον καὶ μέθυσον καὶ φιλήδονον δεδίδαχε· τὰς ζημίας τῆς ψυχῆς μου, ὡς κέρδη, προεξένησέ μοι· ὀκνηρὸν καὶ γογγυστὴν καὶ πολύλαλόν με δεδίδαχε· ἐν ἀναγνώσει καὶ ψαλμῳδίᾳ μετεωρίζεσθαί με μεμάθηκεν. Εὔχομαι καὶ οὐ γινώσκω· αἰχμαλωτίζομαι καὶ οὐ νοῶ.

Νουθετηθεὶς πλειστάκις παρ᾽ ἀνδρῶν φοβουμένων τὸν Κύριον, ἠπείθουν τῇ ἀγαθῇ αὐτῶν παραινέσει· ὡς γὰρ βολίδας ἐδεχόμην τοὺς αὐτῶν λόγους, καὶ παρακαλούμενος ὠργιζόμην. Ἀρκεῖ σοι, Διάβολε. Δεῦρο λοιπὸν εἰς ἑαυτήν, ψυχή μου. Τίνι θαρροῦσα τὸν ποιήσαντά σε παροργίζεις; Ἕως τίνος τοῖς αὐτοῖς κακοῖς ἀναστρέφῃ; Μὴ ἀθέτει τὴν χάριν τοῦ σκέποντός σε, μήποτε ἀποχωρῇ ἀπὸ σοῦ καὶ παραδοθῇς εἰς χεῖρας ἐχθρῶν σου. Φεῦγε τὸν Διάβολον, ὦ ψυχή μου, καὶ τὰ ἔργα αὐτοῦ· μισάνθρωπος γάρ ἐστιν· ἀνθρωποκτόνος ἐστὶν ἐξ ἀρχῆς. Ἐὰν προσέλθῃς, οὐ φείσεταί σου τῆς ἀπωλείας. Κατάλιπε τὸν Πονηρὸν καὶ κολλήθητι τῷ φιλανθρώπῳ Θεῷ. Ἐντράπηθι λοιπόν, ψυχή, καὶ ἐλθὲ εἰς ὁδὸν σωτηρίας. Ἐτρώθης;

Μὴ ἀπογνῷς σεαυτῆς· πλειστάκις γὰρ πεσὼν ὁ ἀθλητής, ὕστερον στεφανίτης ἀνεδείχθη. Ἔπεσες; Ἀνάστηθι. Ἀνδρίζου, καὶ εἰπέ· νῦν ἠρξάμην. Καὶ μὴ ἔμμενε ἐν τῷ πτώματι, μήποτε, ὡς πτῶμα, παρατεθῇς εἰς βρῶσιν ὀρνέων καὶ θηρίων. Τοῦ Προφήτου βοῶντος· μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι· τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος.

Πρόσπεσε καὶ σὺ τῷ Βασιλεῖ τῆς δόξης, ἐξομολογούμενος τὰς ἁμαρτίας σου· πλῆθος γὰρ ἔχει οἰκτιρμῶν. Οἱ τῷ ἐπιγείῳ βασιλεῖ προσελθεῖν βουλόμενοι κωλύονται ὑπὸ πυλωρῶν, ὠθοῦνται ὑπὸ στρατιωτῶν καὶ λειτουργῶν, δῶρα προσφέρουσι τοῖς ἄρχουσιν ἵνα τοῦ βουλήματος αὐτῶν τύχωσι.

Σὺ δὲ προσερχόμενος τῷ Βασιλεῖ τῶν ἁπάντων οὐδένα τούτων ὑποψιᾶσαι. Οὐ δῶρα ἀπαιτεῖ· οὐδεὶς γὰρ ὁ λαμβάνων, οὐδὲ κωλύων, διὰ τὸ εὐθὺ τὸν Βασιλέα εὑρίσκεσθαι καὶ προσδέχεσθαί σε. Ἀμνησίκακος γὰρ ὑπάρχει καὶ φιλάνθρωπος, καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων. Προσερχομένου δέ σου, μὴ ἐν ὑποκρίσει, μηδὲ ἐν καρδίᾳ δισσῇ, ἀλλ᾽ ἐν καθαρᾷ συνειδήσει πρόσελθε αὐτῷ· πρὸ γὰρ τοῦ λαλῆσαι μικρὸν ἢ μέγα, προεῖδε περὶ ὧν μέλλεις λαλεῖν, καὶ πρὸ τοῦ μέλλειν ἀνοῖξαί σου τὸ στόμα, προγινώσκει τὰ ἐν καρδίᾳ σου. Μὴ οὖν δίσταζε, μηδὲ κρύπτε σου τὸ πάθος· οὐ γάρ ἐστιν ἀπότομος ἰατρός, ἀλλὰ συμπαθής· λόγῳ θεραπεύει. Μόνον εἶπε, καὶ ἐγένετο.

Καὶ ἐξ αὐτῶν τῶν πραγμάτων πιστεύεται. Εἶπε τῷ παραλυτικῷ· σοὶ λέγω, ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου· καὶ εὐθέως ἐγένετο ὁ ἄνθρωπος ὑγιής, καὶ τὴν κλίνην 〈τὴν〉 βαστάσασαν αὐτὸν βαστάσας, περιεπάτει ὑγιής. Καὶ τῷ λεπρῷ εἶπε· θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. Τὸν δὲ Λάζαρον τεταρταῖον ἤγειρεν ὁ Κύριος ἐκ νεκρῶν. Καὶ ἵνα μὴ καθ᾽ ἕνα λέγοντες δόξωμεν μηκύνειν τὸν λόγον· τὰ γὰρ ἔργα αὐτοῦ ἀναρίθμητά εἰσι. Τῆς δὲ βρεξάσης αὐτοῦ τοὺς πόδας τοῖς δάκρυσι, καὶ ταῖς θριξὶν αὑτῆς ἐκμαξάσης, λόγῳ αὐτῆς ἔλυσε τὰ ἁμαρτήματα, εἰπών· θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέ σε. Πηγὴ γάρ ἐστιν ἀνελλιπής, ἴαμα τοῖς ἀνθρώποις βρύουσα.

Μὴ οὖν δίσταζε· οὐ γὰρ ἀποβάλλεται σωθῆναί σε θέλοντα, ὁ εἰπών· εἰ γὰρ ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Πρόσελθε οὖν τῷ Πατρὶ τῶν οἰκτιρμῶν, ἐξομολογούμενός σου τὰς ἁμαρτίας, μετὰ δακρύων λέγων· ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, Κύριε ὁ Θεὸς ὁ Παντοκράτωρ, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου, οὐδὲ ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου, οὐδὲ ὀνομάσαι τὸ ὄνομά σου τὸ ἔνδοξον διὰ τῶν χειλέων ἐμοῦ τοῦ ἁμαρτωλοῦ.

Ἀνάξιον γὰρ ἐμαυτὸν πεποίηκα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, σὲ παροργίσας τὸν ἀγαθὸν Δεσπότην. Δέομαι, Κύριε, δέομαι, μή με ἀπορρίψῃς ἀπὸ τοῦ προσώπου σου, μηδὲ ἀποστῇς ἀπ᾽ ἐμοῦ, ἵνα μὴ ἀπόλωμαι. Εἰ μὴ γὰρ ἡ χείρ σου ἐσκέπασέ με, ἐπεὶ ἀπωλόμην ἤδη, καὶ ἤμην ὡς χοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἐγενόμην ὡς μὴ φανείς ποτε ἐν τῷ βίῳ τούτῳ. Ἀφ᾽ οὗ γὰρ κατέλιπόν σου τὴν ὁδόν, οὐ συνήντησέ μοι ἡμέρα ἀγαθή· καὶ γὰρ ἡ ἐν ἁμαρτίαις δοκοῦσα ἀγαθὴ ἡμέρα, τῶν πικροτάτων πικροτάτη ὑπάρχει. Καὶ ἀπὸ τοῦ νῦν ἐλπίζω, τῆς χάριτός σου ἐνδυναμούσης μοι, φροντίσαι τῆς ἐμαυτοῦ σωτηρίας. Καὶ νῦν προσπίπτω δεόμενος· ἀντιλαβοῦ μου τοῦ πλανηθέντος ἀπὸ ὁδοῦ δικαιοσύνης. Ἔκχεε ἐπ᾽ ἐμοῦ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὡς τῷ ἀσώτῳ υἱῷ· ὅτι κατῄσχυνά μου τὸν βίον, σκορπίσας τὸν πλοῦτον τῆς χάριτός σου. Ἐλέησόν με καὶ ἀμνησικάκησον ἐπὶ τῷ πεφαυλισμένῳ μου βίῳ, ὡς τῇ ἁμαρτωλῷ καὶ τῷ τελώνῃ. Οἰκτείρησόν με ὡς τὸν λῃστήν· οὗτος γὰρ ἐπὶ γῆς ὢν ἀπεγνώσθη ὑπὸ πάντων· σὺ δὲ προσελάβου αὐτὸν καὶ παραδείσου τῆς τρυφῆς οἰκήτορα κατέστησας. Δέξαι καὶ ἐμοῦ τοῦ ἀχρείου δούλου σου τὴν μετάνοιαν, ὅτι κἀγὼ ἀπεγνώσθην ὑπὸ πάντων. Ἦλθες γάρ, Κύριε, οὐ δικαίους σῶσαι, ἀλλὰ ἁμαρτωλοὺς καλέσαι εἰς μετάνοιαν.

Πρόσευξαι, ἐξομολόγησαι. Συνεργήτω ἡ πρᾶξις τῇ προσευχῇ καὶ ἐξομολογήσει, ἵνα κατευθυνθῇ σου ἡ προσευχή, ὡς θυμίαμα, ἐνώπιον τοῦ Θεοῦ. Καὶ ἀκούσῃ· ὦ ἄνθρωπε, μεγάλη σου ἡ πίστις! Γενηθήτω σοι, ὡς θέλεις. Ὁ δὲ Θεός, ὁ τῶν πεπλανημένων ὁδηγὸς καὶ τῶν κατερραγμένων ἀνορθωτής, δῴη ἡμῖν ἐκτελέσαι βίον ἀκατάγνωστον, καὶ στῆσαι ἡμᾶς ἐκ δεξιῶν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος Κριτής. Ὅτι αὐτῷ πρέπει ἡ δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος. Ἀμήν.