Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος ἀσκητικὸς πάνυ ὠφέλιμος

Ἐφραίμ ὁ Σύρος

Ο πνευματικός πόλεμος και οι καρποί της υπομονής

Η πολεμική του πονηρού μέσω λογισμών, η αναγκαιότητα της πίστης και η παιδαγωγική αξία των πειρασμών που οδηγούν στην αιώνια ζωή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Ἀσκητικὸν ὠφέλιμον Οἱ βουλόμενοι κατὰ ἀλήθειαν ἑαυτοὺς τῷ Κυρίῳ ἀποδοῦναι πρὸς τὴν μέλλουσαν τῆς βασιλείας ἐπαγγελίαν, διὰ τὸν Πονηρὸν ἀνταγωνιζόμενον παντὶ τρόπῳ, ποικίλως ἑκάστην ψυχὴν πολεμεῖν. Πρὸ πάντων οὖν πίστιν ἑδραίαν καὶ ἐλπίδα βεβαίαν ἕκαστος ὀφείλει ἀναλαβεῖν, ἵνα δι᾽ αὐτῶν δυνηθῇ τὰ πεπυρωμένα τοῦ Πονηροῦ βέλη σβέσαι. Κἂν μυρία τοίνυν ὁ ἀντικείμενος ποιῇ, βουλόμενος χαυνοῦν τὴν προαίρεσιν καὶ ἀποσπᾶν τῆς ἐλπίδος καὶ τῆς ἀγάπης εἰς τὸν Κύριον, πολεμῶν τῇ ψυχῇ διαφόρως· ἤτοι ἔνδοθεν θλίψεις διὰ τῶν τῆς πονηρίας πνευμάτων ἐπάγων τῇ ψυχῇ, ἤτοι λογισμοὺς [καὶ] πονηροὺς καὶ ματαίους καὶ ἀθεμίτους καὶ ῥυπαροὺς ἐνσπείρων, καὶ τῶν προτέρων ἁμαρτημάτων τὴν μνήμην ποιῶν, καὶ κατακρίνων τὴν ψυχὴν πρὸς τὴν προαίρεσιν εἰς χαύνωσιν εἰσελθεῖν, ὡς ἀδύνατόν ἐστι σωτηρίας τυχεῖν, ὥστε εἰς ἀνελπιστίαν ἐγεῖραι τὴν ψυχήν, ὡς ἐξ αὐτῆς τὰ τῶν ματαίων καὶ πονηρῶν λογισμῶν ἀτοπήματα γεννώσης ἐν καρδίᾳ, καὶ οὐχ ὡς ἀλλοτρίου πνεύματος ἁμαρτίαν λογιζομένου ἔνδον καὶ ὑποσπείροντος αὐτῇ.

Τοῦτο τῆς κακίας ὑποτιθεμένης, καὶ μὴ βουλομένης γνωρίζεσθαι ὅτι ἐστὶ μετὰ τῆς ψυχῆς ἀλλότριον τοῦ Θεοῦ ἐγκόσμου πνεῦμα πλάνης, πρὸς τὸ εἰς ἀπελπισμὸν τὴν ψυχὴν ἀγαγεῖν, ἤτοι πόνους σώματος ἐπενέγκαι ἀσθενείαις, ἤτοι δι᾽ ἀνθρώπων ὀνειδισμοὺς καὶ θλίψεις ἐπιφέρειν. Καὶ ἐὰν διὰ τούτων πάντων ὁ Πονηρὸς ἐπιχειρῇ πολεμεῖν τὴν ψυχήν, ὁ ἄνθρωπος τῆς πρὸς Κύριον ἐλπίδος μὴ ἐκστῇ, ἀλλὰ πλέον προσκολληθείη ἑκάστοτε, ὡς μόνῳ χρηστῷ καὶ εὐσπλάγχνῳ καὶ δυναμένῳ τῆς ψυχῆς τὰ ἀσθενήματα ἰάσασθαι· αὐτὸν ἀεὶ ἀγαπῶν καὶ αὐτὸν μελετῶν· τοῦτο λογιζόμενος, ὅτι ἀπὸ Θεοῦ ἐὰν ἀποστῶ, ἀποστραφεὶς τοῦ ὀρθοῦ τῆς ἀσκήσεως βίου, [καὶ] πρὸς τίνα δυνατὸν ἀπελθεῖν, εἰ μὴ τάχα εἰς ἀπώλειαν, καίγε, ἐὰν ἐμαυτὸν [καὶ] παραδῶ ταῖς τοῦ Πονηροῦ συμβουλίαις καὶ μυρίαις τοίνυν μαχαίραις τῶν πεπυρωμένων βελῶν, παθῶν τῆς κακίας καὶ τῶν ἀτόπων καὶ πονηρῶν λογισμῶν ἑκάστης ἡμέρας;

Ἑκάστῳ τῶν ἀδελφῶν ἐὰν ἐμβάλῃ ὁ Πονηρὸς καὶ τὸ χαυνῶσαι καὶ ἀποστρέψαι τῆς ὁδοῦ τῆς δικαιοσύνης καὶ ἀπελπισμὸν ἄγειν, τοσούτῳ μᾶλλον ὀφείλει καταφυγεῖν καὶ ἐλπίσαι ἐπὶ τῷ Θεῷ, ὅτι οὕτω βούλεται δοκιμασθῆναι τὰς εἰς αὐτὸν προσφευγούσας ψυχάς, ὅπως γνωρισθῇ ἐξ ἀληθείας ὅτι πάντα μισήσαντες, Θεὸν μόνον ἠγάπησαν· καὶ πολλὰ κακὰ ὑπὸ τῆς κακίας παθόντες, τῷ μόνῳ Θεῷ προσεγγίζειν καὶ τὸ θέλημα αὐτοῦ ἐπιτελεῖν, αὐτοὶ πλείονα πόθον πρὸς αὐτὸν ἐκτήσαντο· καὶ μυρίους θανάτους ὑπεριδόντες, Θεὸν μόνον ἠγάπησαν· καὶ αὐτὸν μόνον κληρονομῆσαι ἐπιθυμήσαντες, Θεὸν μόνον ἠγάπησαν· καὶ πᾶσαν τὴν σπουδὴν καὶ τὸν πόνον αὐτῶν καὶ τὸν ἀγῶνα πάσας τὰς ἡμέρας, ὡς μικρὸν ἡγησάμενοι· καὶ οὐδὲν ἄξιον τῶν ἐλπιζομένων ἀγαθῶν ποιεῖν δυνάμενοι· χίλια γὰρ ἔτη τοῦ αἰῶνος τούτου ἐν τῷ αἰωνίῳ καὶ ἀφθάρτῳ κόσμῳ τοσοῦτον ἔχει τὴν σύγκρισιν, ὡς ἐάν τις ἔχῃ μίαν ψάμμον ἀφ᾽ ὅλης τῆς ψάμμου τῆς θαλάσσης· οὕτως ἀπέραντος καὶ ἄπειρος καὶ ἀκήρατός ἐστιν ὁ τῶν δικαίων αἰὼν καὶ ἡ τῶν οὐρανῶν βασιλεία.

Αἱ τοιαῦται οὖν ψυχαί, καὶ συνέσει ἀγωνισάμεναι, καὶ τοιαύτῃ ἐλπίδι ὑπομείνασαι, καὶ πάσαι θλίψεις διὰ τὴν πρὸς τὸν Κύριον ἐλπίδα ὑπερπηδῶσαι, καὶ τοιαύτην ἐλπίδα βεβαίως κρατοῦσαι, οὐ καταισχυνθήσονται, ἀλλ᾽ ἐπιτεύξονται τῆς αἰωνίου καὶ ἀληθινῆς ζωῆς, δόκιμοι ἐν πειρασμοῖς εὑρεθεῖσαι κατὰ τὸ εἰρημένον· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; Θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα, καὶ τὰ ἑξῆς; Καὶ πάλιν· ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα. Καὶ ὁ Κύριος· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Καὶ πάλιν· ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.