Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος ἀσκητικὸς πάνυ ὠφέλιμος

Ἐφραίμ ὁ Σύρος

Τελικές προτροπές και κατακλείδα

Καταληκτικές συμβουλές για την αποφυγή της πολυλογίας, την τήρηση των θείων εντολών και την προσήλωση στα έργα της αρετής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Οὐ χρὴ τοίνυν ἐν πολυλογίᾳ τὸν τοῦ Θεοῦ ἄνθρωπον ἑαυτὸν ἐπιδοῦναι, ἀλλὰ τῷ ἔργῳ τῆς ἀληθείας προσέχειν, καὶ τοῖς ὑπὸ τῶν ἁγίων Γραφῶν παρηγγελμένοις ἐπιτηδεύμασιν ἐνέχεσθαι καὶ ἐνδιατρίβειν. Καὶ γὰρ πάντες οἱ λόγοι τῶν θείων Γραφῶν, ἤτοι λόγων κοσμικῶν, περὶ τῶν ἀγαθῶν εἰρήκασιν ἔργων, καὶ κατὰ τῶν πονηρῶν ἐπιτηδευμάτων τιμωρίας ὡρίσαντο. Εἰ τοίνυν ἐπὶ τοῖς ἔργοις τῆς ἀρετῆς τοῖς ἀγαθοῖς καὶ ἀναστροφῇ ἀγαθῇ καὶ καλῇ διατελεῖς, ἰδοὺ περὶ σοῦ πάντες διηγοῦνται, τὴν σὴν μνήμην διαγγέλλοντες τῷ ἐν αὐτοῖς τοῖς ἔργοις τῆς ἀρετῆς τῆς ὑπὸ πάντων ἐπαινουμένης ἐνδιατρίβοντι.

Σπουδάσωμεν οὖν ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου πάντοτε ἀναστρέφεσθαι, ὡς τηλικούτων ἀγαθῶν κληρονομίαν ἐλπίζοντες λαβεῖν, καὶ τοῦ Πνεύματος τὴν μετουσίαν πάντοτε τὴν προσδοκίαν ἔχωμεν, ἵνα ψυχῇ τε καὶ σώματι ἁγιασθέντες ἐντεῦθεν, καὶ πασῶν τῶν ἐντολῶν διὰ τῆς μετουσίας τοῦ Πνεύματος ὑφ᾽ ἡμῶν πληρωθεισῶν, Χριστοῦ ἄξιοι γενώμεθα· καὶ οὕτως υἱοὶ τοῦ ἐπουρανίου Πατρὸς διὰ τῆς κοινωνίας τοῦ Πνεύματος αὐτοῦ γενέσθαι καταξιωθέντες, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ κατὰ τὸν ἀποστολικὸν λόγον γενόμενοι, τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι σὺν Χριστῷ καταξιωθῶμεν εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.