Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος ἀσκητικός

Ἐφραίμ ὁ Σύρος

Προοίμιο και έλεγχος της σύγχρονης πνευματικής έκπτωσης

Η θλίψη του συγγραφέα για τη χαλάρωση των πνευματικών ηθών, η αντιπαραβολή με το πρότυπο των αρχαίων Πατέρων και η προτροπή σε μετάνοια και άσκηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 8

Λόγος ἀσκητικός Ὁ πόνος τοῦ λέγειν ἀναγκάζει με· ἡ δὲ ἀναξιότης μου σιωπᾶν ἐπιτιμᾷ μοι. Καὶ αἱ μὲν ὀδύναι φθέγξασθαί με βιάζονται· αἱ δὲ ἁμαρτίαι μου σιγὴν ἔχειν κατεπείγουσιν. Ἐπεὶ οὖν ἐκ τῶν ἑκατέρων συνέχομαι, μᾶλλον τὸ λαλῆσαι συμφέρει μοι, ἵνα ἄνεσιν λάβω τῶν ὀδυνῶν τῆς καρδίας μου· ἡ γὰρ ψυχή μου ἀλγεῖ καὶ οἱ ὀφθαλμοί μου ἐπιθυμοῦσι δάκρυα. Τίς οὖν δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, ἵνα κλαύσωμαι ἡμέρας καὶ νυκτὸς περὶ τῶν τραυμάτων τῆς ψυχῆς μου, καὶ διὰ τὴν χαυνότητα τῆς κατηχήσεως τῆς γινομένης ἐν ταῖς ἡμέραις ἡμῶν; Ὡς πλήρης ἐστὶ τραυμάτων ἡ ψυχή μου καὶ ἀγνοεῖ!

Ἡ γὰρ ἀλαζονεία αὐτῆς οὐ συγχωρεῖ αὐτὴν κατανοῆσαι τοῖς τραύμασιν αὐτῆς, ἵνα ἰαθῇ. Μόνη δὲ κατήχησίς ἐστιν ἡ γινομένη ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν· οἱ μὲν γὰρ ἔλαμψαν, ὡς φωστῆρες, ἐν πάσῃ τῇ γῇ, πολιτευσάμενοι ἐν αὐτῇ, ἐν μέσῳ τριβόλων καὶ ἀκανθῶν, τῶν αἱρετικῶν καὶ ἀσεβῶν ἀνθρώπων, καθάπερ τίμιοι λίθοι καὶ πολυτελεῖς μαργαρῖται· ὧν διὰ τὴν πολλὴν καὶ ἁγνὴν αὐτῶν πολιτείαν, αὐτοὶ οἱ ἐχθροὶ μιμηταὶ αὐτῶν ἐγένοντο.

Τίς γὰρ τὴν αὑτῶν βλέπων ταπεινοφροσύνην οὐ κατενύττετο, ἢ τὴν πρᾳότητα καὶ ἡσυχίαν αὐτῶν, καὶ οὐκ ἐξίστατο; Τίς φιλοχρήματος τὴν ἀκτημοσύνην αὐτῶν θεασάμενος, τοῦ κόσμου μισητὴς οὐκ ἐγένετο; Τίς ἅρπαξ καὶ ὑπερήφανος ἰδὼν αὐτῶν τὸ σεμνὸν τοῦ βίου, οὐ μετεβλήθη εἰς εὐθύτητα; Ποῖος πόρνος ἢ βέβηλος ἰδὼν αὐτοὺς εἰς προσευχὴν ἑστῶτας, οὐκ εὐθὺς σώφρων καὶ ἁγνὸς ἀνεδείχθη;

Τίς ὀργίλος ἢ θυμώδης συντυχὼν αὐτοῖς οὐ μετεβλήθη εἰς πραΰτητα; Ἐνταῦθα τοίνυν ἠγωνίσαντο κἀκεῖ ἀγάλλονται· ὅτιπερ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτοῖς, καὶ ἄνθρωποι ᾠκοδομήθησαν. Ἡ δὲ ἡμετέρα κατήχησις καταλείψασα τὰς εὐθείας ὁδούς, διὰ κρημνῶν καὶ τραχειῶν βαδίζει· οὐ γάρ ἐστιν ὁ διὰ Θεὸν ἀναχωρῶν τῶν χρημάτων, οὐδὲ ὑποτασσόμενος διὰ τὴν ζωὴν τὴν αἰώνιον. Οὐδεὶς πρᾷος καὶ ταπεινός, οὐδὲ ἥσυχος καὶ ὕβρεως ἀπεχόμενος ἢ λοιδορίας ὑπομένων. Ἀλλὰ πάντες ὀργίλοι καὶ ἀντίλογοι, καὶ πάντες ὀκνηροὶ καὶ θυμώδεις καὶ ἱματίων καλλωπισταί.

Πάντες κενόδοξοί τε καὶ φιλόδοξοι, καὶ πάντες φίλαυτοι. Ὁ γὰρ ἐρχόμενος κατηχηθῆναι, πρὸ τοῦ κατηχηθῆναι διδάσκει· πρὸ τοῦ μαθεῖν, νομοθετεῖ· καὶ πρὸ τοῦ συλλαβίσαι, φιλοσοφεῖ. Πρὸ ὑποταγῆς, ὑποτάσσει· καὶ πρὶν ἢ κελευσθῆναι, κελεύει· καὶ πρὶν ἢ παρενεχθῆναι, νομοθετεῖ. Εἰ πρεσβύτης ἐστί, μετὰ αὐθαδείας κελεύει· εἰ δὲ νέος, ἀντιλέγει. Εἰ πλούσιός ἐστιν, εὐθέως τιμὴν ἀπαιτεῖ· εἰ πτωχός, περὶ ἀναπαύσεως ἐρωτᾷ. Εἰ ἐργάτης ἐστί, τοὺς δακτύλους τρυφεροὺς φιλοκαλεῖ.

Τίς οὖν μὴ κλαύσῃ, ἀγαπητοί, τὴν ἡμετέραν κατήχησιν; Τῷ γὰρ κόσμῳ ἀποταξάμενοι, τὰ γήϊνα φρονοῦμεν. Οἱ γηπόνοι κατεφρόνησαν τῆς γῆς, καὶ οἱ δοκοῦντες εἶναι πνευματικοὶ ἐδέθησαν ἐν αὐτῇ. Οὐκ οἴδαμεν ποῦ ἐκλήθημεν, ἀδελφοί· οὐδὲ εἰς τί ἥκαμεν, ἀγαπητοί. Εἰς ἐγκράτειαν ἐκλήθημεν, καὶ βρωμάτων ἐπιθυμοῦμεν φιλοκαλίαν· καὶ εἰς γυμνότητα ἥκαμεν, καὶ περὶ ἐσθῆτος φιλονεικοῦμεν.

Εἰς ὑποταγὴν καὶ πρᾳότητα ἐκλήθημεν, καὶ ἀγριαίνοντες ἀντιλέγομεν. Ἀναγινώσκοντες οὐ γινώσκομεν, καὶ ἀκούοντες εἰς τὰς ἀκοὰς οὐ παραδεχόμεθα. Ἐάν τις ἐν ὁδῷ ἄφνω περιτύχῃ φόνῳ, ἀλλοιοῦται τὸ πρόσωπον, καὶ τὴν καρδίαν πτοεῖται· ἡμεῖς δὲ τοὺς φονευθέντας Ἀποστόλους καὶ λιθοβοληθέντας Προφήτας ἀναγινώσκοντες, εἰκῇ ὑπολαμβάνομεν ταῦτα λέγεσθαι. Καὶ τί περὶ τῶν Προφητῶν λέγω καὶ Ἀποστόλων; Αὐτὸν τὸν Θεὸν Λόγον κρεμασθέντα ἐπὶ ξύλου διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ ἀναιρεθέντα ἀκούομεν, καὶ γελῶμεν μετεωριζόμενοι.

Ὁ ἥλιος μὴ φέρων τὴν ὕβριν τοῦ Δεσπότου, τὴν φαιδρότητα εἰς σκότος μετέβαλε· καὶ ἡμεῖς ἀπὸ τοῦ σκότους τῆς κακίας ἡμῶν οὐ θέλομεν μεταβληθῆναι. Τὸ καταπέτασμα τοῦ ναοῦ, μηδὲν ἁμαρτῆσαν, ἑαυτὸ διέρρηξεν, ἡμεῖς δὲ διὰ τὰς ἁμαρτίας ἡμῶν οὐδὲ τὴν καρδίαν ἡμῶν θέλομεν κατανυγῆναι. Γῆ συνεχῶς φοβουμένη ἀπὸ προσώπου Κυρίου σαλεύεται ὑποκάτω ἡμῶν πρὸς φόβον ἡμέτερον, καὶ οὐδὲ οὕτω δεδίαμεν. Πόλεις κατεπόθησαν, καὶ τόποι ἠρημώθησαν ἀπὸ ὀργῆς τοῦ Θεοῦ, καὶ οὐδὲ οὕτως ἐδειλιάσαμεν. Ὁ ἥλιος ἄπαξ καὶ δὶς ἐν μεσημβρίᾳ ἐσκοτίσθη ἐφ᾽ ἡμᾶς, καὶ οὐδὲ οὕτως ἐπτοήθημεν. Πόλεμοι Περσῶν καὶ βαρβάρων ἐκινήθησαν καὶ ἠρήμωσαν ἡμῶν τὴν χώραν, ἵνα ἡμεῖς τὸν Θεὸν φοβηθέντες εἰς μετάνοιαν ἔλθωμεν, χρῄζοντες μετανοίας οὐχ ἡμερῶν ἁπλῶς ἢ μηνῶν, ἀλλὰ χρόνων πολλῶν, καὶ οὐδὲ οὕτω μετεβλήθημεν.

Μετανοήσωμεν τοίνυν, ἀδελφοί, ἵνα τὸν Θεὸν ἱλεοποιησώμεθα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν. Παρακαλέσωμεν αὐτόν, ἐπειδὴ παρωξύναμεν αὐτόν. Ταπεινωθῶμεν, ἵνα ὑψώσῃ ἡμᾶς. Πενθήσωμεν, ἵνα παρακαλέσῃ ἡμᾶς. Ἀπορρίψωμεν ἀφ᾽ ἡμῶν τὴν κακὴν συνήθειαν, καὶ ἐνδυσώμεθα τὴν ἀρετήν, ὥσπερ ἱμάτιον, μάλιστα ἡμεῖς οἱ καταξιωθέντες εἰς τὴν ἀγγελικὴν ταύτην πολιτείαν. Ναί, ἀγαπητοί μου, λάβωμεν μέτρον καὶ κανόνα τὸν καλὸν ἐκεῖνον καὶ τέλειον τῶν πρὸ ἡμῶν πατέρων. Μὴ σήμερον ἐγκρατεύσῃ, καὶ αὔριον ἀριστοποιήσῃς, μήτε σήμερον ὕδωρ πιών, αὔριον οἶνον ζητήσῃς. Μὴ σήμερον ἀνυπόδετος, αὔριον δὲ τζάγγην ἢ καλίγην ἐπιζητεῖς. Μὴ σήμερον τρίχινα, καὶ αὔριον τρίμιτα. Μὴ σήμερον εὐτέλειαν, καὶ αὔριον καλλωπισμόν. Μὴ σήμερον πρᾷος καὶ ταπεινός, καὶ αὔριον ἀλαζὼν καὶ ὑπερήφανος. Μὴ σήμερον ἥσυχος καὶ ὑπήκοος, αὔριον δὲ ἀκατάστατος καὶ ἀντίλογος. Μὴ σήμερον ἐν κλαυθμῷ καὶ ὀδυρμῷ, καὶ αὔριον ἐν γέλωτι καὶ ἀδιαφορίᾳ. Μὴ σήμερον χαμαικοιτήσῃς, καὶ αὔριον κλινοκοιτήσῃς· ἀλλὰ ἕνα κανόνα κάτεχε σεαυτῷ, ἀγαπητέ, δι᾽ οὗ δυνήσῃ τῷ Θεῷ εὐαρεστῆσαι καὶ σεαυτὸν καὶ τὸν πλησίον χρησιμεῦσαι. Εἰ δὲ σεαυτὸν νεκρώσεις καὶ μόνος εἶ, ἄκουε τοῦ Δεσπότου σου εἰπόντος· καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, 〈καὶ〉 ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.

Εἰ δὲ ἀνάγκη σοί ἐστι διὰ παντὸς ὑπηρετεῖσθαι διὰ τὴν νέκρωσιν τοῦ σώματος, πρόσεχε μὴ τὸν πλησίον σου βλάψῃς. Διὰ δὴ τοῦτο οἱ τέλειοι Πατέρες, θεμελιώσαντες ἑαυτοὺς εἰς ἕνα κανόνα, τὸ ἐναρχθὲν αὐτοῖς ἐπιτελέσαντες ἕως τῆς τελευτῆς ἀνεμπόδιστον· μέχρι γὰρ τεσσαράκοντα ἢ πεντήκοντα τὸν ἑαυτὸν οὐκ ἤλλαξαν κανόνα, τουτέστιν ἐγκράτειαν καλὴν καὶ ἀνεπίληπτον βρωμάτων τε καὶ γλώσσης, κρατήσαντες χαμαικοιτίαν τε καὶ ταπεινοφροσύνην, πρᾳότητα καὶ πίστιν καὶ ἀγάπην, τὴν δέσιν τῆς τελείας καὶ πνευματικῆς οἰκοδομῆς· πρὸς ἐπὶ τούτοις τὴν ἀκτημοσύνην, καὶ τὴν ἀπὸ παντὸς γηΐνου πράγματος ἡσυχίαν, καὶ βίον σεμνόν, ἀγρυπνίαν τε καὶ εὐχήν, μετὰ κλαυθμοῦ καὶ κατανύξεως· τὸν δὲ γέλωτα, ἄχρι καὶ μειδιάματος· ἡ γὰρ ὑπερηφανία ὑπ᾽ αὐτῶν κατεπατήθη, καὶ ἡ ὀργὴ καὶ ὁ θυμὸς ἐν αὐτοῖς ψυγέντες ἐξέλιπον. Ὁ χρυσὸς καὶ ὁ ἄργυρος αὐτοῖς ἐξουδένωται, καὶ ἅπαξ ἁπλῶς ἑαυτοὺς ἐκάθαραν· διὸ καὶ ὁ Θεὸς ἐνοίκησεν εἰς αὐτούς, καὶ ἐδοξάσθη· καὶ οἵτε αὐτοὶ αὐτῶν, οἵτε ἀκούσαντες περὶ αὐτῶν, τὸν Θεὸν ἐδόξασαν. Καὶ γὰρ ἐὰν μή τις καθάρῃ ἑαυτὸν ἀπὸ παντὸς πονηροῦ πράγματος, καὶ ῥυπαρῶν λογισμῶν, ἐπιθυμιῶν τε κακίστων καὶ ὀργῆς, τοῦ τε θυμοῦ καὶ φθόνου καὶ τῆς ὑπερηφανίας, τῆς τε κενοδοξίας καὶ μίσους καὶ τῆς ἀντιλογίας, καταλαλιᾶς τε καὶ φλυαρίας καὶ τῆς ἀδιαφορίας, καὶ τί πάντα νυνὶ κατὰ μέρος ἀπαριθμοῦμεν;