Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος ἀσκητικός

Ἐφραίμ ὁ Σύρος

Προσωπικός θρήνος και η αναγκαιότητα του διαρκούς πνευματικού αγώνα

Εξομολογητικός θρήνος ενόψει της κρίσεως, παράκληση για αδελφική συμπαράσταση και παραλληλισμοί της ασκητικής ζωής με την κοσμική εργατικότητα και αντοχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 8

Δόξα τῷ μόνῳ σοφῷ Θεῷ, ἀγαπητοί. Ἐμνήσθην τῆς ὥρας ἐκείνης καὶ ἐτρόμησα· κατενόησα εἰς ἐκείνην τὴν φρικτὴν κρίσιν, καὶ ἐπτοήθην· καὶ εἰς τὴν εὐφροσύνην τὴν ἐν τῷ παραδείσῳ· καὶ στενάξας ἔκλαυσα, ἕως ὅτου οὐκ ἔμεινεν ἰσχὺς ἐν ἐμοὶ τοῦ ἔτι κλαῦσαι· ὅτι ἐν ῥᾳθυμίᾳ καὶ μετεωρισμῷ παρῆλθον τὰς ἡμέρας μου, καὶ ἐν λογισμοῖς ῥυπαροῖς ἐτέλεσα τὰ ἔτη μου. Πῶς ἐκλάπησαν, οὐκ ἐνόησα· καὶ πῶς παρῆλθον, οὐκ ᾐσθόμην. Αἱ ἡμέραι μου ἐξέλιπον καὶ αἱ ἀνομίαι μου ἐπληθύνθησαν. Οἴμοι, οἴμοι, ἀγαπητοί μου! Τί ποιήσω τῇ αἰσχύνῃ τῆς ὥρας ἐκείνης, ὅταν παραστῶσι κυκλόθεν οἱ γνωστοί μου, οἱ θεωροῦντές με ἐν τῷ σχήματι τούτῳ τῆς εὐλαβείας, καὶ ἐμακάριζόν με, ἔσωθεν δὲ ἤμην πλήρης ἀνομίας καὶ ἀκαθαρσίας, καὶ ἐπελαθόμην τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς Κύριον;

Ὄντως ἐκεῖ ἐστιν ἡ αἰσχύνη. Ἄθλιος εἴ τις ἐκεῖ καταισχύνεται. Φιλάνθρωπε, Ἀγαθέ, εἰς τοὺς οἰκτιρμούς σου ὁρκίζω σε, μὴ στήσῃς με ἐξ εὐωνύμων μετὰ τῶν ἐρίφων τῶν παροξυνάντων σε, μηδέ μοι εἴπῃς, οὐκ οἶδά σε.

Ἀλλὰ δός μοι διὰ τὴν εὐσπλαγχνίαν σου διηνεκῆ κλαυθμὸν καὶ κατάνυξιν καὶ ταπείνωσιν τῇ καρδίᾳ μου, καὶ ἅγνισον αὐτήν, ἵνα γένηται ναὸς τῆς ἁγίας σου χάριτος. Εἰ γὰρ καὶ ἁμαρτωλός εἰμι καὶ ἀσεβής, ἀλλὰ διηνεκῶς εἰς τὴν θύραν σου κρούω· καὶ εἰ ὀκνηρὸς καὶ ῥᾴθυμος, ἀλλὰ γοῦν εἰς τὴν ὁδόν σου βαδίζω.

Ἀδελφοί μου ἀγαπητοί, παρακαλῶ τὴν ὁμόνοιαν ὑμῶν, σπουδάσατε εὐαρεστῆσαι τῷ Θεῷ, ὡς καιρός ἐστι. Κλαύσατε ἐνώπιον αὐτοῦ ἡμέρας καὶ νυκτὸς ἐν τῇ προσευχῇ ὑμῶν καὶ ἐν τῇ ψαλμῳδίᾳ, ἵνα ῥύσηται ἡμᾶς ἐκ τοῦ κλαυθμοῦ ἐκείνου τοῦ ἀτελευτήτου, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, τοῦ τε πυρὸς τῆς γεέννης καὶ τοῦ ἀκοιμήτου σκώληκος, χαροποιήσῃ τε ἡμᾶς ἐν τῇ αὑτοῦ βασιλείᾳ, ἐν τῇ ζωῇ τῇ αἰωνίῳ, ὅπου ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· ὅπου οὐ χρῄζει καὶ δακρύων καὶ μετανοίας· ὅπου οὐκ ἔστι φόβος καὶ τρόμος· ἔνθα οὐκ ἔστι διαφθορά· ὅπου οὐκ ἔστιν ἀντικείμενος καὶ πολεμῶν· ἔνθα οὐκ ἔστι παροξυσμὸς καὶ ὀργή· ὅπου οὐκ ἔστι μῖσος καὶ ἔχθρα· ἀλλὰ διόλου χαρὰ καὶ εὐφροσύνη καὶ ἀγαλλίασις· καὶ τράπεζα πλήρης ἐδεσμάτων πνευματικῶν, ἣν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Μακάριος ὅστις καταξιωθῇ αὐτῆς, ἄθλιος δὲ ὁ στερηθεὶς αὐτῆς.

Δέομαι ὑμῶν, ἀγαπητοί, ἐκχέατε ἐπ᾽ ἐμὲ τὰ σπλάγχνα ὑμῶν, καὶ πρεσβεύσατε περὶ ἐμοῦ προσπίπτοντες τῷ ἀγαθῷ καὶ φιλανθρώπῳ μονογενεῖ Υἱῷ τοῦ Θεοῦ, ἵνα ποιήσῃ μετ᾽ ἐμοῦ τὸ ἔλεος αὐτοῦ, καὶ ῥύσηταί με ἐκ τοῦ πλήθους τῶν ἀνομιῶν μου, καὶ κατασκηνώσει με κύκλῳ τῶν σκηνωμάτων ὑμῶν εἰς τοὺς φραγμοὺς τοῦ εὐλογημένου παραδείσου, ὅπως γένωμαι γείτων ὑμῶν τῶν κληρονόμων αὐτοῦ· ἐπειδὴ ὑμεῖς τέκνα ἐστὲ ἀγαπητά, ἐγὼ δὲ ὡς κύων ἐξουδενωμένος· ἵνα ῥίψητε τὰ ψιχία τῶν τραπεζῶν ὑμῶν καὶ πληρωθῇ ἐπ᾽ ἐμὲ τὸ γεγραμμένον, ὅτι καὶ τὰ κυνάρια ἐσθίει ἀπὸ τῆς τραπέζης τῶν πιπτόντων ψιχίων.

Ναὶ οὖν, ἀγαπητοί, ἐκχέατε ἐπ᾽ ἐμὲ τὰς εὐχὰς ὑμῶν, καὶ δεῦτε σπουδάσωμεν περὶ τῆς ζωῆς ἡμῶν, πάντα γὰρ παρέρχεται ὡς σκιά. Μισήσωμεν δὲ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ καὶ τὴν μέριμναν τὴν σαρκικήν, καὶ ἄλλην μέριμναν μὴ σχῶμεν πλὴν τῆς σωτηρίας ἡμῶν· καθὼς καὶ ὁ Κύριος ἡμῶν ἔφη· τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;

Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ἔμποροι ἐσμὲν πνευματικοί, ἀδελφοί· καὶ ἐοίκαμεν τοῖς βιωτικοῖς ἐμπόροις. Καθ᾽ ἑκάστην ἡμέραν ψηφίζει ὁ ἔμπορος τὸ κέρδος καὶ τὴν ζημίαν· καὶ ἐὰν ζημιωθῇ, σπουδάζει καὶ μεριμνᾷ πῶς ἀνασώσει αὐτό. Οὕτω καὶ σύ, ἀγαπητέ, καθ᾽ ἑκάστην ἡμέραν, καὶ ἑσπέραν καὶ πρωΐ, ἀκριβῶς κατανόησον ἕως ἐμπορεύῃ τὴν σὴν ἐμπορίαν. Καθ᾽ ἑσπέραν τε εἰσελθὼν εἰς τὴν καρδίαν σου, λόγισαι καὶ εἰπὲ ἐν ἑαυτῷ· ἆρα μὴ ἔν τινι παρώξυνα τὸν Θεόν; Μὴ λόγον ἀργὸν ἐλάλησα; Μὴ ἠδιαφόρησα; Μὴ παρώξυνα τὸν ἀδελφόν μου; Μὴ κατελάλησά τινος; Μὴ ἆρα τὸ στόμα μου ἔψαλλεν, ἡ δὲ διάνοιά μου ἐφαντάζετο ἐν τῷ κόσμῳ; Μὴ ἆρα ἐπῆλθέ μοι ἐπιθυμία σαρκική, καὶ ἡδέως ἐδεξάμην; Μὴ ἡττήθην εἰς τὰς γηΐνας φροντίδας;

Ἐὰν ἐζημιώθης εἰς ταῦτα, σπούδασον αὐτὰ κερδῆσαι· στέναξον, κλαῦσον, ἵνα μὴ πάλιν εἰς αὐτὰ περιπέσῃς. Πρωΐας δὲ πάλιν μελέτησον καὶ εἰπέ· πῶς ἆρα παρῆλθεν ἡ νὺξ αὕτη; Ἐκέρδησα ἐν αὐτῇ τὴν ἐμπορίαν μου; Ἐγρηγόρησεν ἆρα ὁ νοῦς μου μετὰ τοῦ σώματος; Ἐδάκρυσαν οἱ ὀφθαλμοί μου; Μὴ κατενέχθην ὕπνῳ εἰς τὴν γονυκλισίαν; Μὴ ἐπῆλθόν μοι λογισμοὶ πονηροί, καὶ ἡδέως αὐτοὺς ἐμελέτησα; Ἐὰν ἡττήθης ἐν τούτοις, σπούδασον ἰαθῆναι, καὶ στῆσον φύλακα ἐν τῇ καρδίᾳ σου, ἵνα μὴ πάθῃς τὰ αὐτά. Ἐὰν οὕτω μεριμνήσῃς, σῴζεις τὴν σαυτοῦ ἐμπορίαν, καὶ οὕτω τῷ Κυρίῳ σου γίνῃ εὐάρεστος, καὶ σεαυτῷ χρησιμεύσῃς.

Πρόσεχε δὲ σεαυτῷ, μή ποτε εἰς ῥᾳθυμίαν ἐκδώσῃς σαυτόν· ἀρχὴ γὰρ ἀπωλείας ἡ τυραννὶς τῆς ῥᾳθυμίας. Μίμησαι δὲ τὴν μέλισσαν καὶ ἴδε τὸ θαυμαστὸν αὐτῆς μυστήριον, πῶς ἐκ τῶν ἐσκορπισμένων ἀνθῶν τῆς γῆς συνάγει τὴν ἑαυτῆς ἐργασίαν.

Εἰς ταύτην οὖν τὴν εὐτελῆ κατανόησον. Ἐὰν γὰρ συναχθῶσι πάντες οἱ σοφοὶ τῆς γῆς καὶ οἱ φιλόσοφοι τῆς οἰκουμένης, οὐ μὴ ἰσχύσωσι φράσαι τὴν σοφίαν αὐτῆς, πῶς ἀπὸ τῶν ἀνθῶν μὲν οἰκοδομεῖ τὰ μνήματα, θάπτει δὲ ἐν αὐτοῖς τὰ ἔγγονα αὐτῆς, καὶ ζωοποιήσασα αὐτὰ μετὰ ταῦτα, αὐτοῖς βάλλει φωνήν, ὥσπερ ἀρχιστράτηγος· τὰ δὲ ὁμοθυμαδὸν διακούουσι τῆς φωνῆς αὐτῆς καὶ ἐκπετάζουσιν· ὅταν δὲ ἐκπετασθῶσιν, ἐργάζεται καὶ πληροῖ αὐτὰ τὰ μνήματα ἐδεσμάτων τῆς γλυκύτητος αὐτῆς· ὥστε πάντα συνετόν, ἰδόντα τοὺς πόνους αὐτῆς, δοξάζειν τὸν δημιουργὸν Θεόν, ἐκπληττόμενον ὅτι διὰ ποίας εὐτελοῦς πηλίκην σοφίαν παρέχεται.

Ὁμοίως οὖν καὶ σύ, ἀγαπητέ μου, γενοῦ καθάπερ κἀκείνη, καὶ ἐκ τῶν θείων Γραφῶν συνάγαγέ σοι πλοῦτον καὶ θησαυρὸν ἀσύλητον, πρόπεμψόν τε εἰς τὸν οὐρανόν. Καὶ γὰρ οἱ ἄρχοντες τῆς γῆς, ὅταν τις αὐτῶν θελήσῃ ἀποδημῆσαι εἰς χώραν μακράν, προπέμπει τοὺς οἰκέτας σὺν τῷ πλούτῳ αὐτοῦ, ἵνα εἰς ἑτοίμην ἀνάπαυσιν ἐπανελθὼν καταπαύσῃ. Οὕτω καὶ σύ, ἀγαπητέ, πρόπεμψον τὸν σαυτοῦ πλοῦτον εἰς τὸν οὐρανόν, ἵνα δεχθῇς εἰς τὰς σκηνὰς τῶν Ἁγίων. Μὴ ἀμελήσῃς τὸν βραχὺν καιρὸν τοῦτον, ἵνα μὴ μεταμεληθῇς εἰς αἰῶνας ἀτελευτήτους.

Τοῦ Κυρίου ἡμῶν οὐκ ἀκούεις εἰπόντος· ἐν τῷ κόσμῳ τούτῳ θλῖψιν ἕξετε; Καὶ πάλιν δὲ ἔφη, ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Ἐὰν δὲ σὺ διὰ τὴν σὴν χαυνότητα καὶ ῥᾳθυμίαν, τὴν θλῖψιν τοῦ αἰῶνος τούτου ποθήσας φυγεῖν καὶ τὴν ὑπομονήν, ἡδονὴν σαρκικὴν ἐπιθυμήσῃς, τί τὸν ζυγὸν τοῦ Χριστοῦ τὸν καλὸν καὶ χρηστὸν διὰ τὴν σὴν χαυνότητα κακολογεῖς, ὅτι σκληρὸς καὶ βαρύς ἐστι καὶ μὴ δυνάμενος βασταχθῆναι; Σεαυτὸν ἐκδίδως εἰς ἀπώλειαν, καὶ τίς σε ἐλεήσει;

Σεαυτὸν ἀποκτείνεις, τίς σε οἰκτιρήσει; Λαβὼν γὰρ τὰ ὅπλα τοῦ Χριστοῦ, δέον σε τὸν Ἐχθρὸν πολεμῆσαι· σὺ δὲ κατὰ τῆς σεαυτοῦ καρδίας ἔπηξας τὸ ξίφος. Ἐὰν ἐν τῇ ζωῇ ταύτῃ καυχᾶσαι, ματαία ἡ ἐλπίς σου καὶ κενὴ ἡ προσδοκία σου. Τί τὸ στόμα σου εὔχεται τῷ Θεῷ; Καὶ τίνα ἐστὶν ἃ αἰτῇ παρ᾽ αὐτοῦ; Τὴν τοῦ αἰῶνος τούτου ἀνάπαυσιν ἢ τὴν ἀθάνατον καὶ ἀγήρω ζωήν; Ἐὰν ταῦτα ἐπιζητῇς, τὰ πρόσκαιρα καὶ μὴ μένοντα, βελτίων σου ἐστὶν ὁ κλέπτης καὶ ὁ πόρνος· ἐκεῖνοι εὔχονται ἵνα σωθῶσι, καὶ σὲ μακαρίζουσιν, ὅταν μετὰ ψεύδους πολιτεύῃ εἰς τὴν καλὴν ταύτην πολιτείαν· τὸ γὰρ φῶς μισήσας, ἠγάπησας τὸ σκότος· καὶ τὴν τῶν οὐρανῶν ἀπολείψας βασιλείαν, τὰ γήϊνα καὶ πρόσκαιρα ἐπεπόθησας.

Ἐφοβήθης, ὦ ἄθλιε, ὅτι ὁ ἀγαθὸς Θεὸς καὶ φιλάνθρωπος ἀθετεῖ σου τὸν κάματον; Αὐτός σοι εἰς τοῦτον δύναμιν καὶ ἡ χάρις αὐτοῦ παρέχει, τήν τε καρδίαν σου αὐτὸς κατανύσσει, καὶ τὸν μισθόν σοι αὐτὸς δίδωσι. Τὰ πάντα παρ᾽ αὐτοῦ, καὶ σὺ ἀλαζονεύῃ; Τὸν μισθὸν τοῦ μισθωτοῦ ἐκζητεῖ παρὰ τῶν ἀποστερούντων αὐτόν, καὶ τῶν σῶν δακρύων τὸν μισθὸν στερήσει; Εἴθε μὴ γένοιτο. Ὁ εἰπών, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν, ψεύστης γίνεται; Μηδαμῶς.