Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος ἀσκητικός

Ἐφραίμ ὁ Σύρος

Ο αόρατος πόλεμος, η διάκριση και η αναγκαιότητα της θείας χάριτος

Νουθεσίες για την αποφυγή της ραθυμίας, την υιοθέτηση του μέτρου στην άσκηση και την εντατική προσευχή για πνευματικό φωτισμό απέναντι στις μεθοδείες του εχθρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 8

Ὕπαγε, ἄθλιε. Τίς σε ἐζήλωσε; Τίς σοι ἐφθόνησεν; Ὁ ἀντίδικος καὶ μισόκαλος. Ἐκείνου ἡ σπουδὴ αὕτη ἐστίν, ἵνα μή τις τῶν ἀνθρώπων σωθῇ. Ἐλθὲ τοιγαροῦν εἰς σεαυτὸν καὶ μὴ μισήσῃς τὴν ψυχήν σου. Ἄνοιξον τοὺς ὀφθαλμοὺς τῆς διανοίας σου, καὶ ἴδε τοὺς μετὰ σοῦ, πῶς ἀγωνίζονται, πῶς σπουδάζουσι καὶ τὰς λαμπάδας αὐτῶν κατέχουσι, καὶ τὸ στόμα αὐτῶν ὑμνεῖ καὶ δοξολογεῖ τὸν ἀθάνατον Νυμφίον. Οἵ τε ὀφθαλμοὶ αὐτῶν κατανοοῦσιν εἰς τὸ κάλλος αὐτοῦ, καὶ ἡ ψυχὴ αὐτῶν θάλλει καὶ ἀγάλλεται. Κατανόησον ὅτι ἤγγικε καὶ οὐ βραδύνει· ἔρχεται γὰρ εὐφράναι τοὺς προσδοκῶντας αὐτὸν αἰφνιδίως. Ἔστι φωνή· ἰδού, ὁ Νυμφίος ἔρχεται, καὶ οἱ μετὰ σοῦ ἔρχονται μετὰ χαρᾶς, ἔχοντες τὰς λαμπάδας αὐτῶν φαιδρὰς καὶ τὴν ἐσθῆτα λαμπράν. Ἀκούουσι δὲ φωνῆς αὐτοῦ λεγούσης· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Γενομένης δὲ τῆς φωνῆς, ἐρεῖ αὐτοῖς· ἀδελφοί μου, χαρίσασθέ μοι ὀλίγον ἔλαιον, ἰδοὺ γὰρ σβέννυται ἡ λαμπάς μου. Ἀκούσῃ δὲ παρ᾽ αὐτῶν, μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ σοί· ὕπαγε πρὸς τοὺς πωλοῦντας καὶ ἀγόρασον. Καὶ ὑπάγεις μεταμελόμενος, καὶ μηδαμοῦ εὑρίσκων ἀγοράσαι. Πᾶσα γὰρ ἡ γῆ τρομάσει, ὥσπερ τὸ ὕδωρ τῆς θαλάσσης, ἀπὸ τῆς δόξης αὐτοῦ. Καὶ τότε ὀδυρόμενος ἐρεῖς· ὑπάγω, κρούω, καὶ τίς οἶδεν, εἰ ἀνοίξουσί μοι;

Ἐπανελθὼν δὲ κρούεις· καὶ οὐδεὶς ὁ ἀποκρινόμενος. Καὶ πάλιν ἐπιμένων κρούεις, καὶ ἀποκρίνεταί σοι ἔσωθεν, λέγων· ἀμὴν λέγω σοι, οὐκ οἶδά σε τίς εἶ· ὕπαγε ἀπ᾽ ἐμοῦ, ἐργάτα τῆς ἀνομίας. Ἑστῶτος δέ σου ἐκεῖ, ἐλεύσεται εἰς τὰς ἀκοάς σου φωνὴ εὐφροσύνης καὶ ἀγαλλιάσεως· καὶ γνωρίζεις τὴν φωνὴν ἑνὸς ἑκάστου τῶν ἑταίρων σου, καὶ στενάξας ἐρεῖς· οἴμοι, οἴμοι τῷ ἀθλίῳ· πῶς ἐστερήθην ἀπὸ τῆς τοσαύτης δόξης τῶν ἐμῶν ἀδελφῶν, καὶ ἐστερήθην τῶν ἑταίρων μου; Τὸν πάντα χρόνον τῆς ζωῆς μου μετ᾽ αὐτῶν ἤμην, καὶ νῦν ἐχωρίσθην ἀπ᾽ αὐτῶν. Δικαίως ἔπαθον. Ἐκεῖνοι γὰρ ἐνεκρατεύοντο, ἐγὼ δὲ ἠδιαφόρουν· ἐκεῖνοι ἔψαλλον, ἐγὼ δὲ μετεωριζόμενος ἐσίγων· ἐκεῖνοι ἐσπούδαζον εἰς τὰς γονυκλισίας, ἐγὼ δὲ ἐκοιμώμην· ἐκεῖνοι ηὔχοντο, ἐγὼ δὲ ἐμετεωριζόμην· ἐκεῖνοι ἐταπείνουν ἑαυτούς, ἐγὼ δὲ ὑπερηφανευόμην· ἐκεῖνοι κατευτέλιζον ἑαυτούς, ἐγὼ δὲ ἐκαλλωπιζόμην.

Διὰ τοῦτο νῦν ἐκεῖνοι εὐφραίνονται, ἐγὼ δὲ ὀδύρομαι· ἐκεῖνοι ἀγάλλονται, ἐγὼ δὲ κλαίω. Νῆψον τοίνυν, ὦ ἄθλιε, μικρόν, καὶ κατανόησον εἰς τὴν ἀπέραντον αὐτοῦ φιλανθρωπίαν, καὶ μὴ ἀμελήσῃς τῆς σῆς σωτηρίας. Ζήτησον αὐτόν, καὶ γίνεταί σοι ταχὺς εἰς σωτηρίαν· ἐπικάλεσαι αὐτὸν καὶ ὑπερασπιεῖ σου· δὸς αὐτῷ, ἵνα λάβῃς ἑκατονταπλασίως. Εἰ ὁ ἄψυχος χάρτης διὰ γραμμάτων κράζων ἀποδίδωσι τὰ ἐν αὐτῷ χρεωφειλήματα, πόσῳ μᾶλλον ὁ ἀγαθὸς Θεὸς δίδωσι χάριν τοῖς ἐκζητοῦσιν αὐτόν. Ὁ χάρτης διὰ γραμμάτων αὔξει τόκον ἐπὶ τόκῳ· καὶ ὁ θησαυρὸς τῆς χάριτος τοῦ Θεοῦ πληθύνει τὸν μισθὸν τῶν εὐχῶν καὶ τῶν δεήσεων ἡμῶν.

Μὴ οὖν ῥᾳθυμήσῃς, μὴ οὖν κατακυριεύσῃ σου ἡ φροντὶς τῶν γηΐνων πραγμάτων, μηδὲ εἰς ἀπόγνωσιν σεαυτὸν βάλῃς. Ὁ γὰρ Θεὸς διὰ τὴν ἑαυτοῦ εὐσπλαγχνίαν προσδέχεταί σε καὶ ὑπερασπίζει σου, καὶ πάντων δὲ τῶν ἐξ ὅλης καρδίας ἐκζητούντων αὐτόν. Πρόσελθε οὖν αὐτῷ ἀναιδῶς, πρόσπεσαι, στέναξον, κλαῦσον καὶ εἰπὲ αὐτῷ· Κύριέ μου, ὁ Σωτήρ μου, ἵνα τί με ἐγκατέλιπες; Οἰκτίρησόν με, ὅτι σὺ εἶ μόνος φιλάνθρωπος· σῶσόν με τὸν ἁμαρτωλὸν ὅτι σὺ εἶ μόνος ἀναμάρτητος· σκέπασόν με ἐκ τοῦ βορβόρου τῶν ἀνομιῶν μου, ἵνα μὴ ἐμπαγῶ εἰς αἰῶνας αἰώνων. Ῥῦσαί με ἐκ στόματος τοῦ Ἐχθροῦ· ἰδοὺ γὰρ ὡς λέων ὠρύεται, θέλων καταπιεῖν με· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαί με· ἄστραψον δὲ τῇ ἀστραπῇ σου, καὶ διασκόρπισον αὐτοῦ τὴν δύναμιν.

Πτοηθήτω καὶ σκορπισθήτω ἀπὸ τοῦ προσώπου σου· ἀσθενὴς γὰρ ὑπάρχει τοῦ στῆναι ἐνώπιόν σου, οὔτε πρὸ προσώπου τῶν ἀγαπώντων σε· ὁρᾷ γὰρ τὸ σημεῖον τῆς χάριτός σου καὶ πτοεῖταί σε, καὶ καταισχυνόμενος ἀναχωρεῖ ἀπ᾽ αὐτῶν. Καὶ νῦν, Δέσποτα, σῶσόν με, ὅτι πρὸς σὲ κατέφυγον.

Ἐὰν οὕτω προσεύξῃ αὐτῷ, καὶ ἐπικαλέσῃ αὐτὸν ἐξ ὅλης τῆς καρδίας, παραχρῆμα, ὡς πατὴρ ἀγαθὸς καὶ εὔσπλαγχνος, πέμπει τὴν χάριν αὐτοῦ εἰς τὴν βοήθειαν τὴν σήν, καὶ πάντα τὰ θελήματά σου πληροῖ. Ἀγαπητέ μου, ναὶ πρόσελθε καὶ μὴ ἀμελήσῃς, μήτε μὴν πρόσχῃς εἰς ἐμὲ τὸν ῥᾴθυμον. Ἐμοὶ γὰρ αὐτάρκης ἐστὶν ἡ αἰσχύνη τοῦ προσώπου μου, λέγοντι καὶ μὴ ποιοῦντι, νουθετοῦντι καὶ μὴ συνιέντι. Ἀλλὰ γενοῦ μιμητὴς τῶν τελείων καὶ πνευματικῶν πατέρων, καὶ τῷ κανόνι αὐτῶν ἐπακολούθησον· μήτε ὑπὲρ τὸ μέτρον εἰς τὰ πάνυ ὑψηλὰ ἐγχειρήσῃς, μὴ δυνάμενος ἐπιτελέσαι, μήτε εἰς τὰ πάνυ εὐτελῆ, ἵνα πληθυνθῇ ὁ μισθός σου. Μὴ θρέψῃς τὸ σῶμά σου, ἵνα μή σε πολεμήσῃ· μηδὲ συνηθίσῃς αὐτὸ ἐν ἡδοναῖς σαρκικαῖς, ἵνα μὴ γένηται βάρος τῇ ψυχῇ σου, καὶ κατάξῃ αὐτὴν εἰς τὰ κατώτατα τῆς γῆς. Ἐὰν γὰρ ἐπιδῷς σεαυτὸν τοῦ ἐπιτελέσαι τὰς ἐπιθυμίας αὐτοῦ, ἐγκαταλείπει αὐτὴν καὶ διὰ κρημνῶν βαδίζει, πάντα τε λογισμὸν ῥυπαρὸν εὐχερῶς δέχεται καὶ οὐκέτι σωφρονεῖ. Καὶ ἐὰν πάλιν ὑπὲρ μέτρον καταπονήσῃς αὐτό, γίνεται καὶ οὕτω βάρος τῆς ψυχῆς κατακυριευομένης ὑπὸ τῆς ἀθυμίας καὶ τῆς ἀκηδίας κατεχομένης· γίνεται δὲ καὶ ὀργίλη καὶ ὀκνηρὰ εἰς τὴν ὑμνολογίαν τε καὶ προσευχὴν καὶ εἰς τὴν ἀγαθὴν ὑπακοήν.

Μέτρῳ οὖν καλῷ καὶ σταθμῷ κυβέρνησον σεαυτόν. Θεατὴς οὐδέποτε, εἰπέ μοι, ἐγένου τοῦ ἱπποδρόμου; Ἢ πάλιν σκάφην ἐν τῷ πελάγει οὐκ ἐθεάσω; Τοὺς μὲν γὰρ ἵππους ἐὰν ἀμέτρως ἐλαύνῃ τις, μονόψηφοι τίθενται· καὶ ἐὰν ἀμέτρως χαυνώσωσι πάλιν αὐτοὺς καὶ τὸν ἡνίοχον καταβαλόντες σύρουσιν. Ὁμοίως καὶ σκάφος ἐν τῷ πελάγει ὑπὲρ τὸ σήκωμα, ἐὰν φορτοῦται, ὑπὸ τῶν κυμάτων βαπτίζεται καὶ καταποντοῦται καὶ κουφοῦται· ἄνευ φόρτου ἐὰν πλέῃ, καὶ ὑπὸ τῶν ἀνέμων τάχιον καταστρέφεται. Ὁμοίως ἥ τε ψυχὴ καὶ τὸ σῶμα, ἐὰν αὐτὰ ὑπὲρ τὸ μέτρον βαρηθῶσι, τοῖς προρρηθεῖσι περιπίπτουσι. Διὰ τοῦτο καλόν ἐστι τὸ ἄρξασθαι καὶ ἐπιτελέσαι, καὶ τῷ Θεῷ εὐαρεστῆσαι, σεαυτῷ δὲ καὶ τῷ πλησίον σου χρησιμεῦσαι. τὸ εὐλογημένον τοῦ Χριστοῦ ποίμνιον καὶ φωστῆρες τῆς οἰκουμένης καὶ τὸ ἅλας τῆς γῆς ὑμεῖς ἐστε, οἱ τέλειοι ἀσκηταί, οἱ τὴν ἀγγελικὴν πολιτείαν ἐπὶ γῆς ἀγαπήσαντες. Ὁ ἀγὼν ὑμῶν πρόσκαιρος, ἡ δὲ ἀνταπόδοσις καὶ ὁ ἔπαινος αἰώνιος.

Καὶ ὁ μὲν κόπος ὑμῶν βραχύς, ἡ δὲ ἀνάπαυσις καὶ ἡ τελειότης ἀγήρω. Ὅσον δὲ προθύμως ὑμεῖς ἀγωνίζεσθε τὴν ἀρετὴν κατορθοῦντες, τοσοῦτον ὁ Ἐχθρὸς ὑμῶν εἰς μανίαν ἐξάπτεται, ποικίλας παγίδας κρύπτων καθ᾽ ὑμῶν. Προσέχετε τοίνυν ἑαυτοῖς ἀπὸ τῶν ἐνεδρῶν αὐτοῦ· ἄνευ γὰρ ἀγῶνος οὐδεὶς στεφανοῦται· ἀλλ᾽ οὐδὲ ἡ χάρις τοῦ Θεοῦ ἐγκαταλείψει τὸν προθύμως πολεμοῦντα καὶ ἀγωνιζόμενον. Εἰ δέ τις χαυνώσας ἑαυτὸν ὤκνει τὸ στόμα αὐτοῦ διανοῖξαι καὶ ἐπικαλέσασθαι εἰς ἀντίληψιν τὴν χάριν, ἑαυτὸν αἰτιάσθω καὶ μὴ αὐτήν, ὡς μὴ βοηθούμενος ὑπ᾽ αὐτῆς.

Καθάπερ γάρ τις ὑγιεῖς τὰς χεῖρας ἔχων, προκειμένης ἀφθονίας ἐδεσμάτων, ὀκνεῖ ἐκτεῖναι αὐτὰς καὶ πληρῶσαι τῶν προκειμένων ἀγαθῶν· οὕτω καὶ ὁ μοναχὸς ὁ ἔχων πεῖραν τῆς χάριτος καὶ ἀμελῶν ἐπικαλέσασθαι αὐτὴν καὶ ἐμπλησθῆναι τῶν ἐδεσμάτων τῆς γλυκύτητος αὐτῆς. Ἔοικεν ὁ μοναχὸς στρατιώτῃ ἰόντι εἰς πόλεμον καὶ φράσσοντι αὐτοῦ τὸ σῶμα τῇ παντευχίᾳ πάντοθεν· νήφων ἕως τῆς νίκης, καὶ ἀγωνιῶν μὴ ἄφνω ἐπιρρίψῃ αὐτῷ ὁ πόλεμος καὶ ἀφύλακτος εὑρεθεὶς ληφθῇ ὑπ᾽ αὐτοῦ. Ὁμοίως καὶ ὁ μοναχὸς ἐὰν χαυνώσας ἑαυτὸν ἀπορρᾳθυμήσῃ, εὐχερῶς ἁλίσκεται ὑπὸ τοῦ Ἐχθροῦ· ἐμβάλλει γὰρ αὐτῷ λογισμοὺς ῥυπαρούς, οὓς ἡδέως παραδέχεται, τοὺς τῆς ὑψηλοφροσύνης, φημί, καὶ κενοδοξίας, φθόνον τε καὶ καταλαλιάν, γαστριμαργίαν καὶ ὕπνον ἀκόρεστον, καὶ πρὸς τούτοις εἰς ἀπόγνωσιν τοῦτον ἄγει καὶ ἀπελεγμὸν τῶν κακῶν. Ἐὰν δὲ νήφῃ διαπαντός, ἐπισπᾶται τὴν χάριν τοῦ Θεοῦ εἰς βοήθειαν· ἀντιλαμβάνεται ὑπ᾽ αὐτοῦ, πῶς ἀρέσει αὐτῷ· γίνεταί τε ἐν αὐτῷ ἐπαινετὸς καὶ ἐπαινέτης. Καθάπερ γάρ τις κατανοῶν εἰς ἔσοπτρον, ὁ αὐτὸς καθορῶν ἐστι καὶ ὁρώμενος· ὁμοίως καὶ ἡ χάρις, ὅπου δ᾽ ἂν εὕρῃ ἀνάπαυσιν καὶ ἐνοικήσῃ ἐν ἀνθρώπῳ, καὶ δοξάζει αὐτὸν καὶ δοξάζεται ὑπ᾽ αὐτοῦ.

Χωρὶς δὲ τῆς παρ᾽ αὐτῆς βοηθείας οὐκ ἰσχύει ἡ καρδία ἐπαρκέσαι ἑαυτῇ, οὔτε κατανύξεως πληρωθῆναι, ἐξομολογήσασθαι δεόντως τῷ Δεσπότῃ· ἀλλὰ πτωχή τις καὶ ἐνδεὴς τῶν καλῶν ὑπάρχει, καὶ οἰκοῦσιν ἐν αὐτῇ οἱ ἀπευκταῖοι καὶ ῥυπαροὶ λογισμοί, ὥσπερ νυκτικόραξ ἐν οἰκοπέδῳ. Ἀνθρώπου τοίνυν ἐστὶν ἐπικαλέσασθαι αὐτήν, ἵνα ἐλθοῦσα φωτίσῃ τὴν διάνοιαν αὐτοῦ, καὶ ἁγνίσας ἑαυτόν, ἔνοικον αὐτὴν καὶ βοηθὸν κτήσηται ἑαυτοῦ, δι᾽ αὐτῆς δὲ κατορθώσῃ πᾶσαν ἀρετήν, καὶ φωτισθεὶς ὑπ᾽ αὐτῆς δυνηθῇ κατανοῆσαι τὴν ποικιλίαν καὶ εὐμορφίαν τοῦ μέλλοντος αἰῶνος· γίνεταί τε αὐτῷ τεῖχος καὶ ὀχύρωμα, καὶ φυλάσσει αὐτὸν ἐκ τοῦ αἰῶνος τούτου εἰς τὴν ζωὴν τοῦ μέλλοντος αἰῶνος.

Κλῖνον τοίνυν τὸ οὖς σου, καὶ γίνομαί σοι σύμβουλος ἀγαθῶν, ἀγαπητέ, εἰ ἐπιποθεῖς ζωὴν τὴν αἰώνιον καὶ τὸν μακαρισμὸν τοῦ Κυρίου σου. Εἰπέ μοι, τί νίπτεις τὸ πρόσωπόν σου ὕδατι; Ἵνα τῷ πλησίον σου ἀρέσῃς; Ὡς οὖν ἔοικεν, οὐ διέπτυσας παθῶν τῆς σαρκός σου, ἀλλ᾽ ἐν αὐτοῖς δεδούλωσαι· εἰ δὲ θέλεις νίψασθαί σου τὸ πρόσωπον, νίψον αὐτὸ δάκρυσι, καὶ πλῦνον αὐτὸ κλαυθμῷ, ἵνα λάμψῃ μετὰ δόξης ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἁγίων Ἀγγέλων· πρόσωπον γὰρ νιπτόμενον δάκρυσι, κάλλος ἐστὶν ἀμάραντον. Ἀλλ᾽ ἴσως ἐρεῖς μοι ἐρυθριᾶν τε τὸν ῥύπον τοῦ προσώπου. Ὁ ῥύπος τῶν ποδῶν, ἴσθι, καὶ τοῦ προσώπου σου μετὰ ἁγνῆς καρδίας ὑπὲρ ἥλιον λάμπει μεταξὺ τοῦ Θεοῦ καὶ τῶν ἁγίων Δυνάμεων. Τί δὲ καὶ γελᾷς ἀδιαφόρως; Πενθῆσαι δὲ προσταχθεὶς κατεκυριεύθης ὑπὸ τοῦ γέλωτος.

Πόθεν δὲ τοῦτο; Τὸν μακαρισμὸν αὐτοῦ ἐπειδὴ οὐκ ἐπόθησας, οὐδὲ αἱ τιμωρίαι αὐτοῦ φοβοῦσί σε. Ὁ πειρασθεὶς δύναται παραινέσαι τοῖς ἀπείροις, καὶ ὁ λῃσταῖς περιπεσὼν ἔμπορος τοῖς ὁδοιποροῦσι τὴν ἀσφάλειαν ὑποτίθεται. Ἐπειδὴ οὖν ἐκ μέρους ἐπειράσθην, λέγω τῇ συνέσει σου· διὰ γὰρ τὴν ἐμὴν χαυνότητα πρὸς ὀλίγον ἠσφαλισάμην, καὶ πάλιν ἡ ῥᾳθυμία με εἰς τὸ αὐτὸ κατέστησε. Διὸ συμβουλεύω ὑμῖν, ἀγαπητὸν ποίμνιον τοῦ Θεοῦ, μὴ διὰ τὰ πάθη τῆς σαρκὸς καὶ τὴν τοῦ βίου ἡδονὴν στερηθῇς ἀπὸ τῆς δόξης τοῦ Θεοῦ, καὶ ξενωθῇς τῆς ἀκηράτου εὐφροσύνης καὶ ἀγαλλιάσεως τοῦ νυμφῶνος. Ἴστε γὰρ ὅτι ὁ μὲν κόπος τῆς ἀσκήσεως, ὥσπερ ὕπνος, παριών ἐστιν, ἡ δὲ ἀνάπαυσις τῆς ἀμοιβῆς ἀτελὴς καὶ ἀδιήγητος ὑπάρχει.