Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος ἀσκητικός

Ἐφραίμ ὁ Σύρος

Η ακεραιότητα της αρετής, η αποταγή του κόσμου και ο ουράνιος θρίαμβος

Η ανάδειξη της ασκητικής τελειότητας, ο κίνδυνος των βιωτικών μεριμνών και η δοξασμένη υποδοχή της κεκαθαρμένης ψυχής στη βασιλεία των ουρανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 7 από 8

Πρόσεχε σεαυτῷ, μὴ εὑρεθῇς τῶν ἑκατέρων ἐκπίπτων μερῶν, καὶ δίκην ὑπὲρ τῶν ἀμφοτέρων ἀπαιτηθήσῃ. Ἀλλὰ σπούδασον τὴν τελείαν ἀρετὴν κτήσασθαι τὴν κεκοσμημένην πᾶσιν, οἷς ἀγαπᾷ ὁ Θεός. Ἐὰν γὰρ κτήσῃ ταύτην, οὐδὲ τὸν Θεὸν παροξυνεῖς ποτε, οὐδὲ τὸν πλησίον σου κακοποιήσεις. Καλεῖται δὲ αὕτη μονοειδὴς ἀρετή, ἔχουσα ἐν ἑαυτῇ τὸ κάλλος καὶ τὴν ποικιλίαν πᾶσαν τῶν ἀρετῶν.

Καθάπερ διάδημα βασιλικὸν ἄνευ λίθων τιμίων ἐκλεκτῶν μετὰ μαργαριτῶν πλεχθῆναι οὐ δύναται, οὕτω καὶ ἡ μονοειδὴς ἀρετὴ ἄνευ τοῦ κάλλους τῶν ποικίλων ἀρετῶν οὐ συνίσταται· καὶ γὰρ ἔοικε πλήρης τῷ βασιλικῷ διαδήματι. Ὥσπερ δὲ ἐν ἐκείνῳ, ἐὰν λίπῃ εἷς λίθος ἢ μαργαρίτης, ἐπὶ κεφαλὴν βασιλέως λάμψαι οὐ δύναται, οὕτω καὶ ταύτῃ τῇ μονοειδεῖ ἀρετῇ, ἐὰν λίπῃ ἓν κάλλος τῶν λοιπῶν ἀρετῶν, τελεία ἀρετὴ οὐκ ὀνομάζεται. Ἔοικε δὲ πάλιν πολυτίμοις ἐδέσμασιν ἠρτημένοις ἐν πᾶσιν ἐκλεκτοῖς ἀρώμασι, καὶ ὑστερημένοις ἅλατος. Καθάπερ οὖν τὰ πολύτιμα ἐδέσματα ἄνευ ἁλὸς βρωθῆναι οὐ δύνανται, οὕτω καὶ αὕτη ἡ μονοειδὴς ἀρετὴ εἰς πᾶν κάλλος κεκοσμημένη τῶν ποικίλων ἀρετῶν, ἐὰν ὑστερῆται ἀπὸ τῆς Χριστοῦ ἀγάπης καὶ τοῦ πλησίον, καθόλου βδελυκτή ἐστιν. Ὁμοία πάλιν ἐστὶ τῷ τελείῳ καὶ καλῷ σώματι τοῦ ἀλφαβήτου τελειουμένου καὶ περικεκοσμημένου ἐν τοῖς οἰκείοις γράμμασιν, ἐὰν δὲ ἀφέληται ἓν τῶν γραμμάτων αὐτοῦ, τὸ ὅλον εἰς οὐδὲν καθίσταται. Οὕτω καὶ αὕτη ἀτελὴς καὶ ἀδόκιμός ἐστι, λειπομένη ἑνὶ τῶν κατ᾽ ἀρετὴν κατορθωμάτων.

Ἔοικε δὲ μεγάλῳ καὶ ὑψιπέτῃ ἀετῷ, ὃς θεωρήσας βρῶμα ἐν παγίδι μετὰ σφοδρότητος κατέπτη ἐν αὐτῇ, καὶ βουλόμενος ἐξαρπάσαι τὴν θήραν τῷ ἄκρῳ συνελήφθη τοῦ ὄνυχος, καὶ διὰ τοῦ μικροῦ ἐκείνου ἡ πᾶσα ἰσχὺς αὐτοῦ δεσμεῖται· καὶ ὅλον μὲν ἔχει τῷ δοκεῖν τὸ σῶμα αὐτοῦ ἐλεύθερον καὶ τῆς παγίδος ἐκτός, ἡ δὲ δύναμις αὐτοῦ πᾶσα ὑπ᾽ αὐτῆς πεπέδηται.

Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ ἀρετὴ αὕτη, ἐὰν δεθῇ ἔν τινι τῶν γηΐνων πραγμάτων, νεκροῦται καὶ ἐξασθενεῖ καὶ ἀπόλλυται, εἰς ὕψος μὴ δυναμένη ἀρθῆναι, τῷ γηΐνῳ προσηλωμένη πράγματι. Τίς ὁ μὴ ἔχων δάκρυα ἐλθέτω καὶ κλαυσάτω· καὶ ὁ μὴ εὐπορῶν κατανύξεως παρελθὼν στεναξάτω. Ὤ, πῶς εἰς τὸν οὐρανὸν ἀνελθοῦσα ἡ ἀρετὴ καὶ εἰς αὐτὰς τῆς βασιλείας φθάσασα τὰς πύλας οὐκ ἴσχυσεν εἰσελθεῖν! Οἷόν τι λέγω, ἀγαπητέ;

Κατώρθωσάν τινες τὴν ἀρετὴν ταύτην πόνοις μυρίοις καὶ κατεκόσμησαν αὐτήν, ὥσπερ διάδημα βασιλέως· καὶ δεθέντες ἐν πράγμασι γηΐνοις ἀπώλοντο, καὶ ἐκτὸς τῆς οὐρανίου βασιλείας κατέστησαν. Σκόπησον τοίνυν σαυτόν, μὴ ἐμπαγῇς εἴς τι τοιοῦτον, καὶ παραδοὺς σεαυτὸν τῷ Ἐχθρῷ καταλύσῃς τὴν οὕτω θαυμαστὴν ἀρετήν, ἣν ἐκτήσω μετὰ τοσούτων πόνων· μηδὲ κωλύσῃς αὐτὴν εἰς τὸν οὐρανὸν ἀνελθεῖν, καὶ μὴ παραστήσῃς αὐτὴν κατῃσχυμμένην πρὸ τοῦ νυμφῶνος· ἀλλὰ δὸς αὐτῇ παρρησίαν μετὰ φωνῆς ὑψηλῆς εἰσελθεῖν ἀγαλλιωμένην καὶ τοὺς μισθοὺς ἀπαιτοῦσαν. Ὢ τοῦ θαύματος· καθάπερ γὰρ λέων τριχὶ δεθείς, τῇ γηΐνῃ φροντίδι, ἐν τῇ γῇ κατεσάπη καὶ ἐταπεινώθη· λέοντι γὰρ ἔοικεν ἡ τοιαύτη ἀρετή.

Νῆψον τοίνυν, ἀγαπητέ, καὶ κινήσας σαυτὸν ἀπόκοψον τὴν εὐτελῆ τρίχα, ἵνα μὴ γελασθῇς, καθάπερ ἐκεῖνος ὁ ἰσχυρός, ὃς διὰ τῆς σιαγόνος ἐν ῥιπῇ ὀφθαλμοῦ χιλίους ἀνεῖλε, καὶ ἑαυτὸν ἐλευθερώσας τοὺς ἐχθροὺς ἐθανάτωσε. Τήν τε νίκην τῷ Θεῷ προσήγαγε καὶ ἡ δέησις αὐτοῦ τὴν σιαγόνα εἰς πηγὴν μετέβαλε.

Τοιαῦτα καὶ τοσαῦτα κατορθώσας, διὰ τῆς ἀφαιρέσεως τῶν τριχῶν ἐπειδὴ ἐχθροῖς ἑαυτὸν διὰ τῆς ἀφροσύνης παρέδωκε, τὴν φοβερὰν καὶ λίαν θαυμαστὴν ἰσχὺν κατέδησε. Καὶ σὺ τοίνυν πρόσεχε, μὴ καταδήσῃς τὴν τοιαύτην ἀρετὴν ἔν τινι γεώδει κακοπραγίᾳ· ἀλλ᾽ ἀπὸ πάντων τῶν βλαπτόντων αὐτὴν ἐλευθέρωσον, καὶ πρόπεμψον εἰς τὸν οὐρανόν. Καθάπερ κάτεισιν εἰς βυθόν τις ἐπὶ τὸ εὑρεῖν πολύτιμον καὶ πολύφημον μαργαρίτην, καὶ τοῦτον εὑρὼν ἄνεισιν εἰς τὸ ὕψος τῶν ὑδάτων, γυμνὸς ὁρμήσας ἐπὶ τὴν γῆν σὺν πολλῷ πλούτῳ· ὁμοίως οὖν καὶ σὺ γύμνωσον σαυτὸν ἀπὸ πάντων τῶν τοῦ βίου σπίλων, καὶ ἔνδυσαι τὴν ἀρετὴν ταύτην κοσμηθεὶς ὑπ᾽ αὐτῆς. Νῆψόν τε ἡμέρας καὶ νυκτός, ἵνα μὴ γυμνωθῇς ἀπ᾽ αὐτῆς.

Ἡ γὰρ κτησαμένη αὐτὴν ψυχὴ ὑπ᾽ οὐδενὸς κακοῦ δύναται περιτραπῆναι, οὐχ ὑπὸ λιμοῦ ἢ γυμνότητος ἢ ἀκηδίας ἢ νόσου ἢ πτωχείας ἢ διωγμοῦ ἤ τινος ἑτέρου πειρασμοῦ διαβολικοῦ. Ἐὰν γὰρ νήφῃ, διὰ τῶν τοιούτων πλέον αὔξεται καὶ στεφανοῦται, ἀεὶ κατὰ Θεὸν προκόπτουσα καὶ λαμπρυνομένη· οὔτε δὲ αὐτὸς ὁ θάνατος ἰσχύει αὐτὴν κακῶσαι, ἀλλὰ τοῦ σώματος ἐξελθοῦσαν Ἄγγελοι ἐν οὐρανοῖς ἀγαλλομένην αὐτὴν ὑποδέχονται, καὶ προσάγουσιν αὐτὴν τῷ Πατρὶ τῶν φώτων.

Θλῖψις γὰρ ὑπομονὴν κατεργάζεται· ἥ τε πτωχεία καὶ ἡ ἀκτημοσύνη γῆ ἐστι τῆς ἐργασίας αὐτῆς· ἀπ᾽ αὐτῶν γὰρ καρποφορεῖ καρπὸν τῆς δικαιοσύνης. Οὔτε μὴν ἡ ἀρρωστία δύναται αὐτὴν ἀδικῆσαι· ἐξ αὐτῆς γὰρ δύναμιν ἐνδέδυται καὶ καύχημα πρὸς τὸν Θεόν. Ὁμοίως οἱ πειρασμοὶ οὐκ ἰσχύουσιν αὐτὴν ἐλαττῶσαι, ἀπ᾽ αὐτῶν γὰρ κτᾶται ἔπαινον καὶ δόξαν εἰς ζωὴν αἰώνιον. Διωγμὸς πτοῆσαι αὐτὴν οὐ δύναται· ἀπ᾽ αὐτοῦ δὲ πλέκει στέφανον, τέλειόν τε καὶ εὔμορφον, καὶ τῷ Θεῷ τῆς δόξης μετὰ χαρᾶς προσφέρει. Ἀλλ᾽ οὔτε ἡ γυμνότης ἰσχύει αὐτὴν ἀτιμίᾳ περιβαλεῖν, ἐπειδὴ ἐξ αὐτῆς ὑφαίνει στολὴν δόξης. Λιμὸς ὁμοίως οὐ δύναται αὐτὴν εἰς ὀλιγοψυχίαν καταστῆσαι, ἐξ αὐτοῦ δὲ τράπεζα ἑτοιμάζεται αὐτῇ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἀλλ᾽ οὔτε ἡ δίψα ἰσχύει αὐτὴν τῇ ἀκηδίᾳ περιβαλεῖν· ἀπ᾽ αὐτῆς γὰρ ἑτοιμάζεται αὐτῇ εὐφροσύνη τοῦ παραδείσου. Οὔτε μὴν ἡ πτωχεία δύναται δελεᾶσαι αὐτὴν εἰς τὸν πλοῦτον· δι᾽ αὐτῆς γὰρ κληρονομεῖ τὸν μακαρισμὸν τοῦ Κυρίου. Ἡ ἀγρυπνία τε καὶ ὁ κλαυθμὸς στέφανος τῆς τελειότητος αὐτῆς. Ἡ ταπεινοφροσύνη καὶ ἡ πρᾳότης θεμέλιοι τῆς οἰκοδομῆς αὐτῆς εἰσιν. Ὁ θάνατος οὐκ ἰσχύει αὐτὴν θανατῶσαι, ἀλλ᾽ οὐδὲ μνῆμα περικλεῖσαι αὐτὴν δύναται οὐδὲ κατασχεῖν. Αὐτοί τε οὐρανοὶ οὐκ ἰσχύουσι τὰς πύλας ἐκ τοῦ ἔμπροσθεν κλεῖσαι τῆς ἐναρέτου ψυχῆς· ἀλλ᾽ ὁρῶντες αὐτὴν μετὰ χαρᾶς ἀνοίγονται.

Μύριαί τε μυριάδες καὶ χίλιαι χιλιάδες Ἀγγέλων καὶ Ἀρχαγγέλων, Θρόνων καὶ Κυριοτήτων, Ἀρχῶν τε καὶ Ἐξουσιῶν, οὐκ ἰσχύουσι τοῦ ἐπιτιμῆσαι αὐτῇ, ἀλλὰ μετὰ χαρᾶς τοῦ προσώπου αὐτῶν προσδέχονται αὐτήν, καὶ ἐπὶ τῶν χειρῶν αὐτῶν ἄραντες αὐτὴν ἔμπροσθεν τοῦ θρόνου τῆς δόξης προσάγουσιν αὐτήν. Ἀγάλλεται ἐπ᾽ αὐτῇ ὁ Πατὴρ καὶ ὁ Υἱὸς σὺν τῷ Ἁγίῳ Πνεύματι. Καὶ ἀγάλλεται μὲν ἐπ᾽ αὐτῇ ὁ Πατήρ, ὅτι αὐτὸν ἠγάπησεν, καὶ πλὴν αὐτοῦ ἄλλον οὐκ ἠγάπησεν.

Ἀγάλλεται ἐν αὐτῇ ὁ μονογενὴς αὐτοῦ Υἱός, ὅτι αὐτὸν ἐπεπόθησε, καὶ πλὴν αὐτοῦ οὐδένα ἐκτήσατο. Ἀγάλλεται ἐν αὐτῇ τὸ Ἅγιον Πνεῦμα, ὅτι ἐγενήθη ἐν αὐτῷ ναὸς ἅγιος καὶ ἐνῴκησεν ἐν αὐτῇ. Ἀγάλλονται ἐν αὐτῇ οἱ οὐρανοὶ μετὰ τῶν δυνάμεων αὐτῶν, καὶ ὁμοθυμαδὸν προσπίπτουσι. Δοξάζουσι τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα, θεασάμενοι αὐτὴν ἀρετῇ ἀγγελικῇ περικεκοσμημένην εἰς πᾶν κάλλος δικαιοσύνης. Ἀγάλλεται ἐν αὐτῇ ὁ παράδεισος, ὅτι αὐτὸν ἔλαχεν εἰς κληρονομίαν. Δόξα καὶ μεγαλοπρέπεια τῷ μόνῳ ἀγαθῷ καὶ φιλανθρώπῳ Θεῷ, τῷ παρέχοντι ἡμῖν τὴν αὑτοῦ βασιλείαν διὰ τῆς αὑτοῦ χάριτος.