Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος ἀσκητικός

Ἐφραίμ ὁ Σύρος

Νουθεσίες περί νήψεως, αντιμετώπιση των λογισμών και καταληκτήριες ικεσίες

Τελικές προτροπές για αδελφική αλληλεγγύη, εγρήγορση κατά την προσευχή και αντίσταση στους ρυπαρούς λογισμούς, οι οποίες επισφραγίζονται με εκτενείς δεήσεις και τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 8 από 8

Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι, ὁ μόνος σοφὸς καὶ εὔσπλαγχνος. Ἱκετεύω τὴν σὴν ἀγαθότητα· ἴασαι τὰ τραύματα τῆς ψυχῆς μου, καὶ φώτισον τοὺς ὀφθαλμοὺς τῆς διανοίας μου, ἵνα κατανοήσω τὴν σὴν οἰκονομίαν τὴν ἐν ἐμοὶ γενομένην.

Καὶ ἐπειδὴ ἐμωράνθη ἡ διάνοια, τὸ ἅλας τῆς χάριτός σου ἀρτυσάτω αὐτήν. Τί δὲ ἐρῶ σοι, ὦ προγνῶστα, τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς; Σὺ μόνος ἐπίστασαι, ὅπως ὡς γῆ ἄνυδρος διψᾷ σε ἡ ψυχή μου, καὶ ποθεῖ σε ἡ καρδία μου.

Τὸν γὰρ ἀγαπῶντά σε διηνεκῶς ἡ χάρις σου κορέννυσι. Καθὼς δὲ ἀεὶ ἤκουσάς μου, καὶ τὸ νῦν μὴ ὑπερίδῃς τὴν δέησίν μου· ὥσπερ γὰρ αἰχμάλωτός μου ἐστὶν ἡ διάνοια, σὲ μόνον τὸν Σωτῆρα ζητοῦσα τῆς ἀληθείας. Πέμψον τοίνυν τὴν χάριν σου, ἵνα ἐλθοῦσα κορέσειε τὴν ἐμὴν πεῖναν, καὶ ποτίσειέ μου τὴν δίψαν. Σὲ γὰρ ποθῶ καὶ διψῶ τὸ φῶς τῆς ἀληθείας καὶ δοτῆρα τῆς σωτηρίας. Δὸς οὖν μοι τὰ αἰτήματά μου, καὶ στάξον ἐν τῇ καρδίᾳ μου σταγόνα μίαν τῆς ἀγάπης σου, ἵνα καυθῇ ὡς φλὸξ ἐν τῇ καρδίᾳ μου, καὶ καταφάγῃ τὰς ἀκάνθας καὶ τριβόλους αὐτῆς, τοὺς πονηροὺς λογισμούς. Δὸς τοίνυν πλουσίως καὶ μετρίως ὡς Θεὸς ἄνθρωπος, καὶ πλήθυνον ὡς Υἱὸς ἀγαθὸς ἀγαθοῦ Πατρός. Εἰ δὲ ἐγὼ ἠθέτησα καὶ ἀθετῶ, καθάπερ χοϊκὸς καὶ υἱὸς χοϊκοῦ, ἀλλ᾽ ὁ πληρώσας τὰς ὑδρίας ἐκ τῆς εὐλογίας σου, πλήρωσον τὴν δίψαν μου, καὶ κόρεσον τὴν πεῖνάν μου, ὁ κορέσας τὰς πέντε χιλιάδας ἐκ τῶν πέντε ἄρτων.

Φιλάνθρωπε ἀγαθέ, εἰ περὶ χόρτῳ καὶ ἄνθει καὶ παντοίῳ χλωρῷ τῆς γῆς κέχυται ἀφθόνως ἡ χάρις σου ἐν τῷ καιρῷ τούτῳ, πόσῳ μᾶλλον δωρήσεται αἰτήματα τῷ δούλῳ σου τῷ ἱκετεύοντι· ἰδοὺ γὰρ καὶ ὁ ἀὴρ λαμπρύνεται καὶ τὰ πετεινὰ ἀλλάσσει τὰς φωνὰς αὐτῶν ἀπὸ τῆς δόξης τῆς πολλῆς σου σοφίας. Ἰδοὺ δὴ καὶ ἡ γῆ πᾶσα διπλοΐδα περιβάλλεται τῶν ποικίλων ἀνθῶν, ἥτις ὑφαίνεται ἄνευ χειρῶν ἀνθρώπων. Ἀγάλλεται καὶ ἑορτάζει δύο ἑορτάς· μίαν μὲν ὑπὲρ τοῦ υἱέος τοῦ πρωτοτόκου Ἀδάμ, ὅτι ἐζωοποιήθῃ, μίαν δὲ ὑπὲρ τοῦ Δεσπότου αὐτῆς, ὅτι κατελθὼν ἐβάδισεν ἐπ᾽ αὐτήν. Ἰδοὺ καὶ ἡ θάλασσα πληθύνεται ἀπὸ τῆς χάριτός σου, καὶ πλουτίζει τοὺς πλέοντας ἐν αὐτῇ.

Ἡ χάρις σου δίδωσι καὶ ἐμοὶ παρρησίαν τοῦ λαλῆσαι πρὸς σέ, καὶ ὁ πόθος ὃν ἔχω πρὸς σὲ ἀναγκάζει με 〈ἰέναι〉. Εἰ δὲ ὁ ἀπ᾽ ἀρχῆς ἀνθρωποκτόνος ἐν τῷ καιρῷ τούτῳ προσερχόμενος, ὁ ἀρχέκακος Ὄφις, ἀνοίγει τὸ στόμα αὐτοῦ, πόσῳ μᾶλλον ἀνοίξεις τὸ στόμα τοῦ δούλου σου τοῦ ποθοῦντός σε εἰς δόξαν καὶ ἔπαινον τῆς χάριτός σου; Φιλάνθρωπε ἀγαθέ, ὁ τὰ δύο λεπτὰ δεξάμενος καὶ ἐπαινέσας τῆς χήρας προαίρεσιν, πρόσδεξαι τὴν δέησίν μου τοῦ δούλου σου, καὶ αὔξησον τὴν εὐχήν μου, καὶ δός μοι τὰ αἰτήματά μου, ἵνα ναὸς γένωμαι τῆς χάριτός σου, καὶ οἰκήσῃ ἐν ἐμοὶ καὶ αὐτή με διδάξῃ, πῶς ἀρέσω αὐτῇ, ὅπως τε κρούσῃ εἰς τὴν κινύραν μου μέλη κατανύξεως καὶ εὐφροσύνης, ἄγξῃ τε τὴν διάνοιάν μου ὥσπερ ἐν χαλινῷ, ἵνα μὴ πλανηθεὶς ἁμάρτω σοι, καὶ ἐκβληθῶ τοῦ φωτὸς ἐκείνου.

Εἰσάκουσόν μου, Κύριε, εἰσάκουσόν μου, καὶ δός μοι ἵνα κληθῶ ἐν τῇ βασιλείᾳ σου, καὶ συναχθῶ ὁ πεπλανημένος καὶ καθαρισθῶ ὁ ἀκάθαρτος, καὶ σοφισθῶ ὁ ἄφρων, καὶ χρήσιμος γένωμαι ὁ ἀχρήσιμος. Τὸ ποίμνιον τὸ ἐκλεκτόν σου, τῶν ἀσκητῶν καὶ πάντων τῶν Ἁγίων τῶν εὐαρεστησάντων σοι, οἱ ἐν τῷ παραδείσῳ ἀγαλλόμενοι, αὐτοὶ πρεσβεύουσιν ὑπὲρ ἐμοῦ, καὶ παρακαλέσουσί σε τὸν μόνον φιλάνθρωπον. Εἰσακούσῃ τε αὐτὸς τῆς δεήσεως αὐτῶν καὶ σώσεις με ταῖς αὐτῶν παρακλήσεσιν. Ἐγὼ δὲ δι᾽ αὐτῶν δόξαν σοι προσενέγκω, ὅτι τῶν εὐχῶν αὐτῶν εἰσήκουσας καὶ ᾠκτίρησάς με καὶ οὐχ ὑπερεῖδες τὴν δέησιν αὐτῶν, τὴν γενομένην ὑπὲρ τῆς ἐμῆς σωτηρίας. Σὺ δέ, Κύριε, διὰ τοῦ Προφήτου σου εἶπας· ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.

Ἰδοὺ τοιγαροῦν ἀνέῳκται μετὰ τῆς καρδίας τὸ στόμα τοῦ δούλου σου· πλήρωσον αὐτὸ τῆς χάριτός σου, ἵνα διαπαντὸς εὐλογήσω σε, Χριστὲ Σωτὴρ ἡμῶν. βρέξον εἰς τὴν καρδίαν μου, φιλάνθρωπε ἀγαθέ, τὴν δρόσον τῆς χάριτός σου.

Καθάπερ γὰρ οὐκ ἰσχύει γῆ ἐσπαρμένη θρέψαι αὑτῆς τὰ γεννήματα ἄνευ τῆς ἐπισκέψεως τῆς ἀγαθότητός σου, οὕτως οὐδὲ ἡ καρδία μου ἰσχύει φθέγξασθαι τὰ εὐάρεστά σοι δίχα τῆς χάριτός σου, καὶ καρποφορῆσαι καρπὸν δικαιοσύνης. Ἰδοὺ δὴ ὁ ὑετὸς τρέφει τὰ γεννήματα καὶ τὰ δένδρα στεφανοῦνται τοῖς ποικίλοις ἄνθεσι· καὶ ἡ δρόσος τῆς χάριτός σου ποτισάτω μου τὴν διάνοιαν, καὶ περικοσμησάτω αὐτὴν τοῖς ἄνθεσι τῆς κατανύξεως καὶ τῆς ταπεινώσεως, τῆς τε ἀγάπης καὶ ὑπομονῆς.

Καὶ τί ἐρῶ; Ἰδοὺ γὰρ ἡ εὐχή μου ἀσθενὴς ὑπάρχει, καὶ αἱ ἀνομίαι μου μεγάλαι καὶ ἰσχυραί· αἱ ἁμαρτίαι μου θλίβουσί με, καὶ αἱ ἀσθένειαί μου ἀναγκάζουσί με· νικησάτω αὐτὰς ἡ χάρις σου, Κύριε. Ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ἄνοιξον τοὺς ὀφθαλμοὺς τῆς διανοίας μου, ἵνα διαπαντὸς εἰς τὸ κάλλος σου κατανοῶ. Ὁ ἀνοίξας τὸ στόμα τοῦ ὑποζυγίου, ἄνοιξον τὸ στόμα μου εἰς δόξαν καὶ ἔπαινον τῆς χάριτός σου. Ὁ θέμενος ὅριον τῇ θαλάσσῃ τῷ λόγῳ τοῦ προστάγματός σου, θὲς ὅριον καὶ τῇ καρδίᾳ μου διὰ τῆς χάριτός σου, ὅπως μὴ ἐκκλίνῃ δεξιὰ ἢ ἀριστερὰ ἀπὸ κάλλους σου. Ὁ δούς γε ὕδωρ ἐν τῇ ἐρήμῳ λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι, δός μοι κατάνυξιν καὶ τοῖς ὀφθαλμοῖς μου δάκρυα, ἵνα κλαύσω ἡμέρας καὶ νυκτὸς τὰς τῆς ζωῆς μου ἡμέρας μετὰ ταπεινοφροσύνης καὶ ἀγάπης καὶ καρδίας καθαρᾶς. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, καὶ δώρησαί μοι ἐκ τοῦ σπόρου τοῦ ἁγίου σου, ἵνα σοι προσενέγκω δράγματα κατανύξεως πλήρη καὶ ἐξομολογήσεως. Καὶ ἐρῶ· δόξα τῷ δεδωκότι, ἵνα αὐτῷ προσενέγκω, καὶ προσκυνήσω τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, εἰς αἰῶνας. Ἀμήν.

Νήψωμεν οὖν, παρακαλῶ, ἐν τῷ βραχεῖ τούτῳ καιρῷ, καὶ ἀγωνισώμεθα εἰς τὴν ἑνδεκάτην ὥραν ταύτην· ἡ γὰρ ἑσπέρα ἤγγικε, καὶ ὁ μισθαποδότης μετὰ δόξης ἔρχεται ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Προσέχετε μή τις ὑμῶν ἀμελήσῃ κατορθώσας καὶ ἀπωλέσῃ τὴν ἄμετρον μισθαποδοσίαν τοῦ Σωτῆρος.

Ἔοικε γὰρ ὁ μοναχὸς χώρᾳ τινὶ ἐσπαρμένῃ, ἥτις αὐξήσασα ὑετοῖς καὶ δρόσοις διαφόροις καὶ καρποφόροις καρποφορεῖ καρπὸν εὐφροσύνης, καὶ φθάσασα εἰς τὴν ὥραν τοῦ καρποῦ, εἰς πλείονα φροντίδα τὸν γεωργὸν καθίστησι, μὴ χάλαζα ἢ ἄγρια ζῷα ταύτην διαφθείρωσιν· ἐπὰν δὲ ἐν τῷ ἀμητῷ τύχῃ τῶν ἀμοιβῶν, συγκομίσας εἰς ἀποθήκην τῶν καρπῶν τῶν λῃΐων χαίρει καὶ εὐφραίνεται εὐχαριστῶν τῷ Κυρίῳ. Ὁμοίως καὶ ὁ μοναχός, ἐν ὅσῳ ἐστὶν ἐν τῷ σώματι τούτῳ μεριμνῆσαι ὀφείλει περὶ τῆς αἰωνίου ζωῆς, πονῶν ἐν τῇ ἀσκήσει μέχρι τελευταίας ἡμέρας, ἵνα μὴ ἀμελήσας δράμῃ εἰς ἀνόνητον· ἀλλὰ τὸν δρόμον τελέσας, τοὺς καρποὺς τῶν πόνων, κατὰ τὸν γεωργόν, εἰς οὐρανὸν ἀποκομίσῃ, χαρὰ καὶ εὐφροσύνη τῶν Ἀγγέλων γενόμενος. Μηδεὶς τοίνυν ἀπορρᾳθυμήσῃ ἢ πτοηθῇ τοὺς πειρασμούς· ἀλλ᾽ ὁ ἰσχυρὸς τοὺς ἀσθενεῖς ἀντιλαμβανέσθω· ὁ πρόθυμος τὸν ὀλιγόψυχον παρακαλεσάτω, καὶ ὁ νήφων τὸν ὕπνῳ κατεχόμενον διεγειράτω. Ὁ καταστάμενος τὸν ἀκατάστατον νουθετείτω, καὶ ὁ ἐγκρατὴς τῷ ἀδιαφόρῳ καὶ ἀτάκτῳ ἐπιτιμάτω. Καὶ οὕτως ἀλλήλοις συγκοπιῶντες ὁμοθυμαδὸν καὶ νικῶντες, τὸν ἀντίπαλον ἡμῶν Ἐχθρὸν καταισχυνοῦμεν, καὶ τὸν Θεὸν ἡμῶν δοξάσομεν, καὶ τοὺς ἁγίους Ἀγγέλους εὐφρανοῦμεν, τούς τε ὁρῶντας ἡμᾶς καὶ ἀκούοντας περὶ ἡμῶν, ἐν Χριστῷ τῷ Σωτῆρι ἡμῶν μεγάλως οἰκοδομήσομεν.

Ὥσπερ γὰρ Ἀγγέλων παρεμβολὴ ἁγίων, οὕτω μοναχῶν πλῆθος ἐπὶ τὸ αὐτὸ διαπαντὸς ἐχόντων τὴν διάνοιαν πρὸς τὸν Θεόν. Καὶ ὥσπερ μέλι καὶ κηρίον ἐν στόματι, οὕτως ἀπόκρισις μετὰ ἀγάπης ἀδελφοῦ πρὸς τὸν πλησίον. Ὡς ὕδωρ ψυχρὸν ἐν καύματι διψῶντι, οὕτω παρακλήσεως λόγος ἐν θλίψει τῷ ἀδελφῷ. Καὶ ὥσπερ ἐὰν δῷ χεῖρα πεπτωκότι τις καὶ ἐγερεῖ αὐτόν, οὕτως ἐγείρει παραινέσεως λόγος καὶ ἀληθείας ῥᾴθυμον ψυχὴν καὶ ὀλίγωρον. Καὶ ὥσπερ σπόρος καλὸς καὶ εὐθαλὴς ἐν γῇ πίονι, οὕτως ἀγαθοὶ λογισμοὶ ἐν ψυχῇ μοναχοῦ. Καὶ ὥσπερ δέσις ὀχυρὰ ἐν οἰκοδομῇ, οὕτω μακροθυμία ἐν καρδίᾳ μοναχοῦ, ἐν καιρῷ ψαλμῳδίας αὐτοῦ. Καὶ ὥσπερ γόμος ἅλατος ἀνδρὶ ἀσθενεῖ, οὕτως ὕπνος μοναχοῦ ἢ μέριμνα τοῦ κόσμου.

Ὡς ἄκανθαι καὶ τρίβολοι ἐν σπόρῳ καλῷ, οὕτω ῥυπαροὶ λογισμοὶ ἐν ψυχῇ μοναχοῦ. Ὡς γάγγραινα ἰωμένη καὶ τέλος μὴ λαμβάνουσα τῆς ἰάσεως, οὕτω μνησικακία ἐν ψυχῇ μοναχοῦ. Ὥσπερ ξύλον διαφθείρει σκώληξ, οὕτως ἔχθρα καρδίαν μοναχοῦ. Ὥσπερ σὴς ἱμάτια διαφθείρει, οὕτω καταλαλιὰ μολύνει ψυχὴν μοναχοῦ. Ὥσπερ δένδρον ὑψηλὸν καὶ ὡραῖον καὶ καρπὸν μὴ ἔχον, οὕτω μοναχὸς ὑπερήφανος καὶ ἀλαζών. Ὥσπερ καρπὸς ὡραῖος μὲν ἔξωθεν, ἔσωθεν δὲ σεσηπώς, οὕτω μοναχὸς φθονερὸς καὶ βάσκανος. Ὥσπερ τις ἀκοντίσας λίθον εἰς πηγὴν καθαρὰν ταράσσει αὐτήν, οὕτως ἀπόκρισις μετὰ ὀργῆς μοναχοῦ διάνοιαν ταράσσει τοῦ πλησίον. Ὥσπερ τις μεταστήσας ἐκ ῥιζῶν ἔγκαρπον δένδρον, φθείρει τὸν καρπὸν καὶ τὸ φύλλον αὐτοῦ μαραίνει, οὕτω μοναχὸς καταλιπὼν τὸν τόπον αὐτοῦ καὶ εἰς ἕτερον μετερχόμενος. Ὥσπερ οἰκοδομὴ μὴ ἔχουσα θεμέλιον ἐπὶ πέτραν, οὕτω μοναχὸς μὴ ἔχων ἐν θλίψεσιν ὑπομονήν. Ὥσπερ τις παρεστὼς καὶ ὁμιλῶν βασιλεῖ, καλέσαντος αὐτὸν συνδούλου, καταλείπει τὴν θαυμαστὴν καὶ ἔνδοξον τοῦ βασιλέως ὁμιλίαν καὶ τῷ συνδούλῳ ὁμιλεῖ, οὕτως ὁ λαλῶν ἐν καιρῷ ψαλμῳδίας.

Συνῶμεν, ἀγαπητοί, τίνι παριστάμεθα· ὃν τρόπον γὰρ οἱ Ἄγγελοι μετὰ πολλοῦ τρόμου παρεστῶτες ἐκτελοῦσι τὴν ὑμνολογίαν τῷ Κτίσαντι, οὕτω καὶ ἡμεῖς ὀφείλομεν ἐν ἀγῶνι ἐν καιρῷ τῆς ψαλμῳδίας παρίστασθαι. Μὴ τὰ μὲν σώματα ἡμῶν παριστάσθω, ἡ δὲ διάνοια ἡμῶν φανταζέσθω. Ὥσπερ σκάφος ἐπὶ κυμάτων θαλάσσης, οὕτω καὶ ὁ μοναχὸς εἰς τὰ τοῦ βίου πράγματα. Ἀλλ᾽ ἐπισυνάξωμεν ἡμῶν τοὺς λογισμούς, ἵνα σχῶμεν καύχημα πρὸς τὸν Θεὸν ἡμῶν, καὶ ὑπομείνωμεν τοὺς πειρασμοὺς τοῦ Ἐχθροῦ ἡμῶν, ἵνα δοξασθῶμεν. Καύχημα μοναχῷ ὑπομονὴ ἐν θλίψεσι· καύχημα μοναχῷ ἀκτημοσύνη καὶ ταπεινοφροσύνη καὶ ἁπλότης δοξάζουσα αὐτὸν ἐνώπιον Θεοῦ καὶ Ἀγγέλων· καύχημα μοναχῷ ἡσυχία καὶ ἀγρυπνία μετὰ κατανύξεως καὶ δακρύων· καύχημα μοναχῷ ἀγαπᾶν τὸν θεὸν ἐξ ὅλης καρδίας καὶ τὸν πλησίον ὡς ἑαυτόν· καύχημα μοναχῷ ἐγκράτεια βρωμάτων μετὰ γλώσσης καὶ ὅταν συμφωνῶσιν οἱ λόγοι τοῖς ἔργοις αὐτοῦ· ἐγκαρτερῶν τῷ τόπῳ καὶ μὴ περιφερόμενος, ὥσπερ φρύγανον ὑπὸ ἀνέμου.

Οἴμοι, ἀγαπητοί μου, ὅτι ἐγενόμην ὥσπερ μηχανὴ χαλκέως πληρουμένη καὶ ἐκκενουμένη καὶ τοῦ ἀνέμου μηδὲν καρπουμένη, διηγησάμενος τὰς ἀρετὰς τῆς Χριστοῦ ποίμνης καὶ μηδὲν ἐμαυτῷ ἐπιγινώσκων. Δόξα τῇ αὑτοῦ μεγαλωσύνῃ καὶ ἀγαθότητι.

Ἀδελφοί, ἐάν τις ὑμῶν προληφθῇ τοῖς ῥυπαροῖς καὶ αἰσχροῖς λογισμοῖς, μὴ ἀμελήσας ἐκδῷ ἑαυτὸν εἰς ἀπόγνωσιν, ἀλλ᾽ ἐχέτω αὐτοῦ τὴν καρδίαν ἐνώπιον τοῦ Θεοῦ, καὶ στενάξας μετὰ δακρύων εἰπάτω· ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καὶ ὁ Κύριός μου εἰς τὴν δίκην μου· κρῖνόν με κατὰ τὴν δικαιοσύνην σου, Κύριε, ἔργον τῶν χειρῶν σου εἰμὶ ἐγώ· διὰ τί με ἐγκατέλιπες καὶ ὑπερεῖδές με; Καὶ ἵνα τί ἀποστρέφῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ καὶ ἐπιλανθάνῃ τῆς ταπεινώσεώς μου; Ὅτι κατεδίωξεν ὁ Ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου· ἐνεπάγην εἰς ἰλὺν βυθοῦ καὶ οὐκ ἔστιν ὑπόστασις· καταλαβέτω με ἡ χείρ σου, ἵνα μὴ ἀπόλωμαι.

Ἐὰν οὕτως ἐγκαρτερήσῃς, καὶ ἐπικαλέσῃ αὐτόν, εὐθέως ὁ Φιλάνθρωπος τὴν χάριν αὐτοῦ πέμψας ἐν τῇ καρδίᾳ σου, παρακαλέσει σε ἀπὸ τοῦ ἐπωδύνου καὶ ἐπιμόχθου πολέμου. Μὴ τοίνυν ἀμελῶμεν, μὴ ἀπορρᾳθυμῶμεν, τοιοῦτον εὔσπλαγχνον Δεσπότην ἔχοντες. Ἐν ὅσῳ γὰρ ὧδέ ἐσμεν, καὶ οἰκτίρει καὶ σῴζει καὶ τὰς ἀνομίας ἡμῶν ἀφίησι. Τίς μὴ θαυμάσῃ, ὅτι διὰ τῶν δακρύων τῆς βραχείας ὥρας, ὅτι καὶ ἐν αὐτῇ τῇ ἑνδεκάτῃ ὥρᾳ, μυρία συγχωρεῖ παραπτώματα, καὶ μυρία ὁμοίως ἰᾶται ἡμῶν τραύματα· καὶ ἰώμενος πάλιν μισθὸν παρέχει τῶν δακρύων;

Τοῦτο γὰρ τὸ εἰωθὸς τῆς αὑτοῦ χάριτος· μετὰ τὸ ἰάσασθαι μισθὸν ἐπιδαψιλεύεται. Σπουδάσωμεν οὖν ἰαθῆναι, ἀδελφοί· ὧδε γὰρ ἐλεεῖ καὶ οἰκτίρει τῇ αὑτοῦ χάριτι· ἐκεῖ δὲ οὐκέτι· ἀλλὰ δικαιοκρισία καὶ ἐκδίκησις καὶ ἀνταπόδοσις τῶν πεπραγμένων· ἐκεῖ ὁ εὔσπλαγχνος Ἀβραάμ, ἄσπλαγχνος καὶ ἀνελεήμων ἀπεδείχθη τῷ πλουσίῳ· καὶ ὁ παρακαλέσας περὶ Σοδόμων ἐκεῖ περὶ ἑνὸς ἁμαρτωλοῦ οὐ παρεκάλει, ἵνα οἰκτιρηθῇ. Μὴ οὖν ἡ διάνοια ἡμῶν ἐνδεθῇ τοῖς γηΐνοις πράγμασιν, ἀλλὰ σπουδάσωμεν μιμηταὶ γενέσθαι τῶν ἁγίων Πατέρων. Μὴ ὑστερήσωμεν τῆς πολιτείας αὐτῶν, ἵνα μὴ στερηθῶμεν τῆς δόξης αὐτῶν· ἀλλὰ σπουδάσωμεν, ἵνα μετὰ τῶν τελείων στεφανωθῶμεν· εἰ μὴ μετὰ τῶν τελείων, μετὰ τῶν ἐσχάτων ἵνα ἐπαινεθῶμεν. Μακάριος ὁ μετὰ τῶν τελείων ἀγωνισάμενος στεφανωθῆναι· ἄθλιος δὲ ὁ μηδὲ μετὰ τῶν ἐσχάτων ἐπαινεθείς. Μακάριος ὁ καταξιωθεὶς τοῦ στεφάνου καὶ τῆς κληρονομίας τῶν Ἁγίων, καὶ τῆς λεγούσης φωνῆς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

Ποίαν ἀπολογίαν ἔχομεν, ἐὰν ἀμελήσωμεν, ἀδελφοί; Ὁ βιωτικὸς ἴσως ἔχει ὡς ἐν τῷ κόσμῳ φυρώμενος· ἡμεῖς δὲ τί ἐροῦμεν; Φοβοῦμαι μήπως οἱ ἐπαινοῦντες ἡμᾶς ἐνταῦθα ἐκεῖ ἡμᾶς μυκτηρίσωσι. Μὴ γλυκανθῇ ἡμῖν ἡ ῥᾳθυμία καὶ ἡ τοῦ κόσμου μέριμνα, ἵνα μὴ πικρανθῇ ἡμῖν τὸ πῦρ τὸ αἰώνιον καὶ ὁ ἀκοίμητος σκώληξ. Ἀνανήψωμεν ὀλίγον καὶ κλαύσωμεν, ἵνα ῥυσθῶμεν ἀπὸ τοῦ αἰωνίου πυρός. Οὐ πιστεύετε τῷ λόγῳ τοῦ Σωτῆρος, ὅτι ἐξαίφνης ὥσπερ ἀστραπὴ ἔσται ἡ παρουσία αὐτοῦ; Φοβηθῶμεν μὴ αἰφνιδίως ἀπαρασκευάστοις καταλάβῃ· καὶ μεμψόμεθα ἑαυτοὺς ὑπὲρ τῆς ἀμελείας ἡμῶν, μηδὲν ὠφελοῦντες. Πιστεύσατέ μοι, ἀγαπητοί, ὅτι ἐσχάτη ὥρα ἐστί. Βλέπετε οὖν μὴ πληρωθῇ ἐφ᾽ ἡμῖν τὸ λόγιον τοῦ Προφήτου· οὐαὶ τοῖς ἐπιθυμοῦσι τὴν ἡμέραν Κυρίου. Καὶ προσέχετε ἑαυτοῖς, μὴ εὑρεθῶμεν ὡς ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὗρε τρυφῶντα, καὶ μετὰ τῶν ἀπίστων τὸ μέρος αὐτοῦ τάξας ἐδιχοτόμησεν αὐτόν. Ἀλλὰ ἀναιδῶς δοξάσωμεν αὐτόν, ἵνα ῥύσηται ἡμᾶς τοῦ σκότους καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ καταξιώσῃ ἡμᾶς τῆς βασιλείας αὐτοῦ.

Ἱκετεύω σε, Σωτὴρ τοῦ κόσμου Χριστέ, ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ῥῦσαί με τοῦ πλήθους τῶν ἀνομιῶν μου. Πάντα ἠθέτησα τὰ ἀγαθὰ ἃ ἐποίησας μετ᾽ ἐμοῦ ἐκ νεότητός μου· ὅτιπερ ἰδιώτην με ὄντα καὶ ἀσύνετον ἐποίησας σκεῦος πλῆρες γνώσεως καὶ σοφίας. Ἐπληθύνθη ἐπ᾽ ἐμὲ ἡ χάρις σου καὶ ἐνέπλησε τὴν πεῖνάν μου, καὶ τὴν δίψαν μου ἀνέψυξεν· ἐφώτισέ τε τὴν σκοτεινήν μου διάνοιαν, καὶ ἐπεσύναξεν ἀπὸ πλάνης τοὺς λογισμούς μου. Νυνὶ δὲ προσκυνῶ καὶ παρακαλῶ τὴν ἄφατόν σου φιλανθρωπίαν, ὁμολογῶν τὴν ἐμὴν ἀσθένειαν· ἄνες ἀπ᾽ ἐμοῦ τὰ κύματα 〈τῆς χάριτός σου〉 αὐτῆς, καὶ φύλαξόν μοι αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ μή μοι ὀργισθῇς, ὦ πανάγαθε· μὴ φέρων γὰρ αὐτῆς τὰ ῥεύματα ἐτόλμησα προπετεύσασθαι.

Χαρακτὴρ τοῦ Πατρὸς καὶ ἀπαύγασμα τῆς ἀπορρήτου δόξης, ἄνες μοι ἀπ᾽ αὐτῆς· ὥσπερ γὰρ πῦρ καταφλέγει τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου· ἐκεῖ δέ μοι αὐτὴν δώρησαι, καὶ σῶσόν με ἐν τῇ βασιλείᾳ σου, ποιήσας παρ᾽ ἐμοὶ μονὴν ἐν τῇ ἐπιφανείᾳ σου μετὰ τοῦ εὐλογημένου Πατρὸς τῆς σῆς ἀγαθότητος.

Ναί, Χριστέ, ὁ μόνος δοτὴρ τῆς ζωῆς, δώρησαί μοι τὴν δέησίν μου, καὶ ἐπικάλυψον τὰς ἀνομίας μου ἀπὸ τῶν γνωστῶν μου, μνησθεὶς τῶν δακρύων μου ὧν ἐδάκρυσα ἐνώπιον τῶν ἁγίων μαρτύρων σου, ἵνα οἰκτιρηθῶ ἐν τῇ φρικτῇ ὥρᾳ ἐκείνῃ καὶ σκεπασθῶ ὑπὸ τὰς πτέρυγας τῆς σῆς χάριτος. Ναί, Δέσποτα, εἰς ἐμὲ τὸν ἁμαρτωλὸν δεῖξον τὴν ἄφατόν σου φιλανθρωπίαν, καὶ συμμέτοχόν με ποίησον τοῦ λῃστοῦ ἐκείνου, ὃς διὰ λόγου ἑνὸς κληρονόμος ἐγένετο τοῦ παραδείσου.

Εἰσάγαγέ με ἐκεῖ καὶ ἴδω ποῦ ἐκρύβη ὁ Ἀδάμ, καὶ προσενέγκω δόξαν τῇ φιλανθρωπίᾳ σου, ὅτι εἰσήκουσας τῶν δακρύων μου καὶ ἀπώλεσας πάσας τὰς ἀνομίας μου. Ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου, Κύριε, ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου, ἵνα καταισχυνθῇ ὁ Ἐχθρός μου, ὅταν ἴδῃ με ἐν τόπῳ ζωῆς, ὃν ἡτοίμασάν μοι οἱ οἰκτιρμοί σου, καὶ σκοτισθῇ ἀποτυχὼν ὁρᾶν με ἐν τόπῳ, ὃν ἡτοίμασάς μοι διὰ τὰς ἁμαρτίας μου. Ναί, Δέσποτα, ὁ μόνος ἀναμάρτητος καὶ φιλάνθρωπος, ἔκχεε ἐπ᾽ ἐμὲ τὴν ἄφατόν σου ἀγαθότητα· δώρησαί μοι καὶ πᾶσι τοῖς ἀγαπῶσί σε, προσκυνῆσαι τὴν δόξαν σου ἐν τῇ βασιλείᾳ σου, καὶ ἐντρυφῶντας εἰπεῖν τῷ κάλλει σου· δόξα τῷ Πατρὶ τῷ ποιήσαντι ἡμᾶς, καὶ δόξα τῷ Υἱῷ τῷ σώσαντι ἡμᾶς, καὶ δόξα τῷ ἀνακαινίσαντι ἡμᾶς παναγίῳ Πνεύματι, εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.