Ἔργον
Ἐφραίμ ὁ Σύρος – Λόγος ἀσκητικός
Προαίρεση, μετάνοια και το σωτηριώδες έργο του Χριστού
Η σχέση ανθρώπινης ελευθερίας και θείας χάριτος, η μακροθυμία του Θεού προς τους μετανοούντες και η σωτηριολογική σημασία της ενανθρώπησης και του πάθους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προαίρεση, μετάνοια και το σωτηριώδες έργο του Χριστού
Η σχέση ανθρώπινης ελευθερίας και θείας χάριτος, η μακροθυμία του Θεού προς τους μετανοούντες και η σωτηριολογική σημασία της ενανθρώπησης και του πάθους.
Ἀλλ᾽ ἴσως ἐρεῖ τις τὰ πάθη φυσικὰ εἶναι, καὶ ὅτι ἀνέγκλητοί εἰσιν οἱ πράσσοντες αὐτά. Πρόσεχε σεαυτῷ μὴ τὴν καλὴν δημιουργίαν τοῦ Θεοῦ τοῦ ἀγαθοῦ ἀγάγῃς εἰς ἔγκλημα· ἐποίησε γὰρ αὐτὸς τὰ πάντα καλὰ λίαν, καὶ τὴν φύσιν ἅπασι τοῖς ἀγαθοῖς περιεκόσμησεν. Εἴ τις τοίνυν πεινᾷ, οὐκ ἐγκαλεῖται ἐσθίων μεμετρημένως· ἐπειδὴ κατὰ φύσιν ἐπείνησε. Διψᾷ τις ὁμοίως; Οὐκ ἐγκαλεῖται πιὼν αὔταρκες· φυσικὴ γάρ ἐστιν ἡ δίψα. Καθεύδει τις; Οὐκ ἐγκαλεῖται, εἰ μὴ ἀμέτρως καθεύδει, καὶ ἑαυτὸν χαυνώσας παραδῷ τῷ ὕπνῳ ὥστε τῇ συνηθείᾳ τοῦ ἀμέτρου ὕπνου νικηθῆναι τὴν φύσιν· ἡ γὰρ φύσις καὶ ἡ συνήθεια κήρυκες ὑπάρχουσι τῶν ἑκατέρων μερῶν· ἡ φύσις δείκνυσι τὴν δουλαγωγίαν, καὶ ἡ συνήθεια σημαίνει τὴν προαίρεσιν· ἐκ τῶν ἀμφοτέρων γὰρ συνίσταται ὁ ἄνθρωπος. Ἡ προαίρεσις αὐτεξούσιος ὑπάρχουσα, ὥσπερ γεωργός τις ἐστίν, ἐγκεντρίζουσα ἡμῶν τῇ φύσει συνηθείας κακὰς καὶ ἀγαθάς, καθὼς βούλεται. Τὰς μὲν κακὰς οὕτως ἐγκεντρίζει· διὰ τῆς πείνης τὴν γαστριμαργίαν· διὰ τοῦ δίψους τὴν πολυποσίαν· διὰ τοῦ ὕπνου τὴν χαυνότητα· διά τε τοῦ βλέμματος τὴν κακὴν ἔννοιαν καὶ δι᾽ ἀληθείας τὸ ψεῦδος. Ὁμοίως ἐγκεντρίζει τὰς ἀγαθὰς ἀρετὰς οὕτω· διὰ τῆς βρώσεως τὴν ἐγκράτειαν, καὶ διὰ τοῦ δίψους τὴν ὑπομονήν· διὰ τοῦ ὕπνου τὴν ἀγρυπνίαν, καὶ τὴν ἀλήθειαν διὰ τοῦ ψεύδους· τήν τε σωφροσύνην διὰ τοῦ βλέμματος.
Ἐν ῥιπῇ ὀφθαλμοῦ, ὥσπερ γεωργὸς ἡ προαίρεσις ἡμῶν, καθὼς ἔφην, τυγχάνουσα, ἐκριζοῖ τὰς κακὰς συνηθείας· ἐγκεντρίζει δὲ τὰς ἀγαθάς, νικῶσα τὴν φύσιν. Ἡ γῆ τῆς ἐργασίας ἡμῶν ἐστιν ἡ φύσις· γεωργὸς δὲ ἡ προαίρεσις. Αἱ θεῖαι Γραφαὶ σύμβουλοι καὶ διδάσκαλοι, διδάσκουσαι τὸν ἡμέτερον γεωργὸν ποίας μὲν συνηθείας κακὰς ἐκριζώσῃ, ἀρετὰς δὲ ἀγαθὰς ἐμφυτεύσῃ. Ὅσον ἂν μέντοι νηφάλεος καὶ σπουδαῖος ἡμῶν ἦν ὁ γεωργός, ἐκτὸς τῆς τῶν θείων Γραφῶν διδασκαλίας ἄτονός τις καὶ ἰδιώτης ἐστίν. Ἡ γὰρ τῶν θείων Γραφῶν νομοθεσία δίδωσιν αὐτῷ σύνεσιν καὶ δύναμιν, ἀρετάς τε ἀγαθὰς ἐκ τῶν οἰκείων κλάδων, ἵνα ἐγκεντρίσῃ τῷ τῆς φύσεως ξύλῳ· πίστιν μὲν ἐν τῇ ἀπιστίᾳ καὶ ἐλπίδα ἐν τῇ ἀνελπιστίᾳ, ἀγάπην ἐν τῷ μίσει καὶ γνῶσιν ἐν τῇ ἀγνωσίᾳ, σπουδὴν ἐν τῇ ἀμελείᾳ καὶ δόξαν καὶ ἔπαινον ἐν τῇ ἀδοξίᾳ, ἀθανασίαν δὲ ἐν τῇ θνητότητι καὶ θεότητα ἐν τῇ ἀνθρωπότητι.
Ἐὰν δήποτε βουληθείη ὁ ἡμέτερος γεωργός, τῇ ἑαυτοῦ αὐθαδείᾳ, ἐγκαταλεῖψαι τὸν διδάσκαλον καὶ σύμβουλον αὐτοῦ, φημὶ δὴ τὰς θείας Γραφάς, εὑρίσκεται πλανώμενος· καὶ εὑρίσκων ἐννοίας πονηράς, συνάγων τε συνηθείας ἀνοήτους καὶ ἐγκεντρίζων ἐν τῇ φύσει τὰ ἐκτὸς τῆς φύσεως, ἀπιστίαν λέγω δὴ καὶ ἀγνωσίαν, μῖσός τε καὶ φθόνον καὶ τὴν ὑπερηφανίαν, κενοδοξίαν τε καὶ φιλοδοξίαν καὶ γαστριμαργίαν, φιλονεικίαν τε καὶ ἀντιλογίαν καὶ ἕτερα πολλὰ τοιαῦτα· ἐγκαταλιπὼν γὰρ τὸν Νομοθέτην, ἐγκαταλιμπάνεται ὑπ᾽ αὐτοῦ. Ἐὰν δὲ μεταμεληθεὶς καταγνῷ ἑαυτοῦ, προπεσὼν τῷ Νομοθέτῃ καὶ εἰπών· ἥμαρτον, ἐγκατέλιπόν σε· παραχρῆμα τῇ οἰκείᾳ φιλανθρωπίᾳ ὁ Νομοθέτης προσδέχεται αὐτόν, παρέχει δὲ αὐτῷ σύνεσιν καὶ δύναμιν ἀγαθήν, ἐργάζεσθαι πάλιν ἐκ δευτέρου τὴν γῆν τῆς φύσεως αὐτοῦ, ἐκριζῶσαί τε ἐξ αὐτῆς τὰς κακὰς συνηθείας, καὶ ἀντιφυτεῦσαι ἀρετὰς ἀγαθάς. Ἀλλὰ καὶ στεφάνους παρέχει αὐτῷ, καὶ ἐπαίνους δωρεῖται αὐτῷ. Οὕτως, οἷον πεινᾷ κατὰ φύσιν, ἀλλ᾽ ἐγκρατεύεται· διψᾷ, ἀλλ᾽ ὁμοίως ὑπομένει· ἐπιθυμεῖ, ἀλλὰ σωφρονεῖ· βαρεῖται τῷ ὕπνῳ ἢ τῷ ὄκνῳ συνέχεται εἰς δοξολογίαν τοῦ Δεσπότου, ἀλλ᾽ ἀγρυπνῶν βιάζεται ἑαυτὸν εἰς τὴν ὑμνῳδίαν τοῦ Θεοῦ. Καὶ οὕτως στεφανοῦται νικήσας τὴν φύσιν καὶ κτησάμενος τὰς ἀρετάς.
Δόξα τοίνυν τῇ αὑτοῦ φιλανθρωπίᾳ, καὶ ἐξομολόγησις τῇ αὑτοῦ ἀγαθότητι, καὶ προσκύνησις τῇ εὐσπλαγχνίᾳ αὐτοῦ. Ποῖος οὕτω πατὴρ οἰκτίρμων; Ποῖος οὕτω πατὴρ ἐλεήμων; Ποῖος δὲ πατὴρ οὕτως ἀγαπᾷ, καθὼς ὁ ἡμέτερος Δεσπότης, ὁ ἀγαπῶν ἡμᾶς τοὺς αὑτοῦ δούλους; Πάντα παρέχει καὶ πάντα οἰκονομεῖ ὑπερεκπερισσοῦ. Ἰᾶται τῶν ψυχῶν ἡμῶν τὰ τραύματα, καὶ μακροθυμεῖ ὑφ᾽ ἡμῶν ἀθετούμενος. Θέλει πάντας κληρονόμους ἡμᾶς τῆς αὑτοῦ βασιλείας γενέσθαι.
Θέλει δὲ καὶ τὴν προαίρεσιν ἡμῶν ἐπαινεῖσθαι ὑπ᾽ αὐτοῦ, τὰ εὐχερῆ νοσήματα καὶ εὐτελῆ ἰωμένην· τὰ γὰρ βαρέα καὶ δυσίατα αὐτὸς θεραπεύει. Ἰᾶται μὲν τοῦ ὀκνηροῦ τὰ τραύματα διὰ τὸ ἀνοίγειν αὐτὸν εἰς δοξολογίαν τὸ στόμα. Καὶ τοῦ ἁμαρτωλοῦ ἀφίησι τὰς ἁμαρτίας ἐπὶ τὸ εἰς προθυμίαν διεγεῖραι αὐτόν. Τοῦ ἀσθενοῦς ὑπακούει ταχέως, ἵνα μὴ ὀλιγοψυχήσῃ· τοῖς δὲ μακροθύμοις καὶ ὑπομονητικῶς κρούουσι τὰς θύρας παρέχει τὰ συναμφότερα, τήν τε ἴασιν καὶ τὸν μισθόν. Ἠδύνατο μὲν γὰρ ἰάσασθαι τῶν ψυχῶν ἡμῶν πάντα τὰ τραύματα, καὶ μεταβαλεῖν ἡμᾶς βιαίως εἰς ἀγαθότητα, ἀλλ᾽ οὐ βούλεται, ἵνα ἡμῶν ἡ προαίρεσις μὴ στερηθῇ τῶν ἐπαίνων αὐτοῦ. Ἡμεῖς τοίνυν ἀμελοῦμεν ἐπικαλεῖσθαι αὐτὸν εἰς βοήθειαν ἡμῶν καὶ ἀντίληψιν, αὐτοῦ ἡμᾶς ἀγαπῶντος καὶ οἰκτίροντος. Αὐτὸς ἡμᾶς ἐλυτρώσατο καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν ἐφώτισεν. Αὐτὸς παρέσχεν ἡμῖν τὴν εἰς αὐτὸν γνῶσιν, καὶ ἔγευσεν ἡμᾶς τῆς γλυκύτητος, ἵνα ζητῶμεν αὐτὸν ἀνελλιπῶς. Μακάριος ὁ γευσάμενος τῆς ἀγάπης αὐτοῦ, καὶ παρασκευάσας αὑτὸν ἀεὶ πεπληρῶσθαι· αὐτὸς γὰρ πληρωθεὶς τῆς τοιαύτης ἀγάπης, ἑτέραν οὐκ ἐπιδέχεται ἀγάπην ἐν ἑαυτῷ.
Ἀγαπητοί, τίς μὴ ἀγαπήσει τὸν τοιοῦτον Δεσπότην; Τίς μὴ προσκυνήσει καὶ ἐξομολογήσεται τῇ αὑτοῦ ἀγαθότητι; Ποίαν δὲ ἀπολογίαν ἔχομεν ἐν ἡμέρᾳ κρίσεως, ἐὰν ἀμελήσωμεν; Ἢ τί ἐροῦμεν αὐτῷ, ὅτι οὐκ ἠκούσαμεν; Ἢ ὅτι οὐκ ἔγνωμεν καὶ οὐκ ἐμάθομεν; Τί ἦν ποιῆσαι αὐτὸν καὶ οὐκ ἐποίησεν ἡμῖν; Ἐκ τοῦ ἀμετρήτου ὕψους καὶ εὐλογημένου κόλπου τοῦ Πατρὸς οὐχὶ κατέβη πρὸς ἡμᾶς;
Ἀόρατος ὑπάρχων οὐχ ὡράθη ἡμῖν; Καὶ πῦρ ἀθάνατον ὤν, οὐκ ἐσαρκώθη δι᾽ ἡμᾶς; Καὶ οὐκ ἐρραπίσθη, ἵνα ἡμᾶς ἐλευθερώσῃ; Ὢ τοῦ θαύματος πλήρους φόβου τε καὶ τρόμου. Χεὶρ πηλίνη πλασθεῖσα ἐκ τοῦ χοὸς τῆς γῆς ῥάπισμα δέδωκε τῷ δημιουργήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡμεῖς δὲ οἱ ἄθλιοι καὶ ταλαίπωροι, χοϊκοὶ καὶ θνητοὶ καὶ σποδὸς ὑπάρχοντες, ἕως λόγου ἀλλήλους οὐ βαστάζομεν.
Ἀθάνατος ὤν, οὐκ ἐθανατώθη δι᾽ ἡμᾶς, ἵνα ἡμᾶς ζωοποιήσῃ; Οὐκ ἐτάφη, ἵνα ἡμᾶς ἐγείρῃ σὺν αὐτῷ; Ἐκ τῶν δεσμῶν τοῦ Ἐχθροῦ ἔλυσεν ἡμᾶς καταδήσας ἐκεῖνον καὶ δοὺς ἡμῖν πατεῖν ἐπάνω αὐτοῦ. Ἐπεκαλεσάμεθά ποτε, καὶ οὐκ ἐπήκουσεν ἡμῶν; Ἐκρούσαμεν, καὶ οὐκ ἤνοιξεν ἡμῖν; Εἰ δὲ καὶ ἐβράδυνέ ποτε, ὑπὲρ τοῦ πλεονάσαι τὸν μισθὸν ἡμῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.