Ἔργον
Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τὴν δευτέραν παρουσίαν καὶ τὴν κρίσιν
Η ώρα του θανάτου και ο επιθανάτιος θρήνος
Εισαγωγή στο μυστήριο του θανάτου, η αγωνία κατά την έξοδο της ψυχής και η καθυστερημένη μετάνοια του ετοιμοθανάτου για τα έργα του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ώρα του θανάτου και ο επιθανάτιος θρήνος
Εισαγωγή στο μυστήριο του θανάτου, η αγωνία κατά την έξοδο της ψυχής και η καθυστερημένη μετάνοια του ετοιμοθανάτου για τα έργα του.
Λόγος περὶ τῆς δευτέρας παρουσίας καὶ κρίσεως Ἀκούσατε, ἀδελφοὶ ἀγαπητοί, ὅσοι τὸ ἅγιον βάπτισμα ἐλάβετε, πῶς μέλλομεν κριθῆναι καὶ πῶς ἐξέρχεται ἡ ψυχὴ ἐκ τοῦ σώματος. Διὸ ἔλεγεν ὁ Προφήτης· ἵνα τί φοβοῦμαι ἐν [τῇ] ἡμέρᾳ πονηρᾷ; Ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Ἐλεύσεται γὰρ ἡμέρα καὶ ὥρα, ἀδελφοί, ὅτε καταλείψει ἄνθρωπος πάντα καὶ πάντας· καὶ ἀπελεύσεται μόνος μεμονωμένος, γυμνός, ἀβοήθητος, ἀπροστάτευτος, ἀσυνόδευτος, ἀνέτοιμος, ἀπαρρησίαστος, ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, ἐν ὅσῳ τρυφᾷ, ἐν ὅσῳ θησαυρίζει, ἐν ὅσῳ σπαταλᾷ, ἐν ὅσῳ ἀμεριμνᾷ. Μία νὺξ βαρεῖα καὶ σκοτεινὴ καὶ ὀδυνηρά, καὶ ἀπάγεται ὡς κατάδικος, ὅπου ἀπάγει πᾶσα φύσις ἀνθρώπων ἐχόντων τὸ ἅγιον βάπτισμα. Πολλῶν σοι, ἄνθρωπε, τότε τῶν ὁδηγῶν χρεία, πολλῶν σοι τῶν βοηθῶν, πολλῶν τῶν εὐχῶν, πολλῶν τῶν συνοδευόντων, πολλῶν τῶν πράξεων τῶν ἀγαθῶν, ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ τῆς ψυχῆς.
Στάσις μεγάλη καὶ φόβος μέγας καὶ τρόμος. Μέγα τὸ μυστήριον· μεγάλη ἡ περίστασις· μεγάλη ἡ τοῦ σώματος πρὸς τὸν ἐκεῖ κόσμον διάβασις, ὅτε ἀπάγωμεν πρὸς τὸν ἀπέραντον αἰῶνα, ὅθεν οὐδεὶς ἐπανελήλυθε. Ἡ μόνη ὥρα, καὶ οὐκ ἄλλη ὥρα· ἡ μόνη ὁδός, καὶ οὐκ ἄλλη ὁδός. Χαλεπὸν τὸ πέραμα, ἀλλὰ πάντες δι᾽ αὐτοῦ παρερχόμεθα· στενὴ καὶ τεθλιμμένη ἡ ὁδός, ἀλλὰ πάντες δι᾽ αὐτῆς βαδίζομεν· πικρὸν καὶ δεινὸν τὸ ποτήριον, ἀλλὰ πάντες αὐτὸ καὶ οὐκ ἄλλο πίνομεν· μέγα καὶ ἄδηλον τὸ τοῦ θανάτου μυστήριον, καὶ οὐδεὶς διηγήσασθαι ἡμῖν δύναται· φρικτὰ καὶ φοβερά, ἅπερ τότε ἡ ψυχὴ ἐφίσταται, ἀλλ᾽ οὐδεὶς ἐξ ἡμῶν ταῦτα ἐπίσταται, ἀδελφοὶ ἀγαπητοί. Οὐκέτι ἐν τῷ βίῳ τούτῳ βλέπομεν ἡμεῖς· εἴ τι οἴδαμεν, εἴ τι ἐπράξαμεν, ἐκλαμβάνομεν. Ἰδοὺ ἀπάγομεν, καὶ οὐκ ἐπιστάμεθα ποῦ ὑπάρχομεν.
Νῦν εἴ τι ἀγαθὸν ἔπραξα, τοῦτο καὶ ἐκέρδησα· καὶ εἴ τι προέπεμψα, ἐκεῖνο καὶ ἀπαντήσει μοι· καὶ εἴ τι ἐπὶ τῆς γῆς ἐθησαύρισα, τοῦ τό μοι ἄρτι ὄφελος. Εἴ τινα ἠλέησα, αὐτῇ τῇ ὥρᾳ ἐλεηθήσομαι· εἴ τινα ἐσκέπασα, νῦν σκεπασθήσομαι.
Ὅτι στενή μοι καὶ βαρεῖα ἡ παροῦσα ὥρα τῆς ἐξόδου τῆς ψυχῆς μου ὑπὲρ πᾶσαν ὥραν· ἀνέτοιμος γὰρ προκατελήφθην. Σκοτεινή μοι ἡ παροῦσα νύξ· ἄκαρπος γὰρ ἐκόπην. Βαρεῖά μοι ἡ παροῦσα ὁδός· ὅτι οὐδὲν ἐφόδιόν μοι ὑπάρχει.
Ἀλλὰ δακρύσατε ἐπ᾽ ἐμὲ πικρῶς καὶ θρηνήσατε· συμπαθήσατέ μοι καὶ προσεύξασθε, ἵνα εὕρω ἐκεῖ μικρὰν ἄνεσιν. Οὐ ζητῶ πολλά, διότι ἥμαρτον πολλά. Λοιπὸν τί μοι κηρίον ἀνάπτετε; Οὐ γὰρ ἡψάμην τὴν λαμπάδα τῆς ψυχῆς.
Τί δέ με καὶ ἐν σοροῖς μετὰ ὁσίων κατατίθετε, ὧν τὸν βίον καὶ τὸν τρόπον οὐκ ἔπραξα; Οἴμοι, πῶς ἑαυτὸν ἠπάτησα! Πῶς ἑαυτὸν ἐνέπαιξα! Λέγων, νέος εἰμί, ὃς ἀπολαύσω τῶν τοῦ βίου πλημμυρῶν, ἐτρύφησα τῷ κόσμῳ, ἐθεράπευσα τὸ σῶμα, εἶτα ἐν ὑστέροις μετανοῶ· φιλάνθρωπος γάρ ἐστιν ὁ Θεός, καὶ πάντως ποιήσει μοι τὴν συγχώρησιν. Ταῦτα ἐννοῶν καθ᾽ ἡμέραν, καὶ τὴν ἐμαυτοῦ ζωὴν κακῶς ἐδαπάνησα. Ἐδιδασκόμην, καὶ οὐ προσεῖχον· ἐνουθετούμην, καὶ κατεγέλων· ἤκουον τῶν ἁγίων Γραφῶν, καὶ οὐκ ἐπίστευον· καὶ ἰδοὺ ἀνέτοιμος προκατελήφθην. Ἤκουον περὶ κρίσεως, καὶ ἐξεμυκτήριζον. Ἤκουον περὶ θανάτου, καὶ ὡς ἀθάνατος διῆγον. Ἰδοὺ ἀμετανόητος ἐφθάσθην, καὶ οὐδεὶς ὁ λυτρούμενος.
Ἰδοὺ ζητῶ βοηθόν, καὶ οὐδεὶς ὁ βοηθῶν μοι. Ἰδοὺ καταδικάζομαι, καὶ οὐδεὶς ὁ σῴζων. Δικαία ἡ κρίσις τοῦ Θεοῦ. Ποσάκις μετανοεῖν συνεταξάμην, καὶ πάλιν τὸ χεῖρον διεπραττόμην! Ποσάκις προσέπεσα, καὶ πάλιν ἠθέτησα!
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.