Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τὴν δευτέραν παρουσίαν καὶ τὴν κρίσιν

Ἐφραίμ ὁ Σύρος

Η ματαιότητα των εγκοσμίων και η τελική ανταπόδοση

Ο έλεγχος της κοσμικής ματαιότητας, ο οριστικός διαχωρισμός δικαίων και αδίκων και η καταληκτήρια τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Ποῦ ἐκεῖ τῶν βασιλέων ἡ φαντασία; Ποῦ τῶν ἀρχόντων ἡ ἐξουσία; Ποῦ ὁ καλλωπισμὸς τῶν ἱματίων; Ποῦ οἱ χρυσοχάλινοι ἵπποι; Ποῦ ὁ κτύπος τοῦ ἀργύρου; Ποῦ τρυφή; Ποῦ ἡ σπατάλη; Ποῦ οἱ τρώγοντες καὶ λέγοντες· αὔριον γὰρ ἀποθνῄσκομεν; Οὐκ ἠκούσατε τῶν θείων Γραφῶν, ὅτι ἔσται κρίσις καὶ ἀνταπόδοσις, τοῦ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ; Τότε ἐρεῖ ὁ Βασιλεύς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ ἐξώτερον, ἡτοιμασμένον τῷ Διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. ᾯ ἡ δόξα, μετὰ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος· νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.