Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τοὺς ἀποταξαμένους

Ἐφραίμ ὁ Σύρος

Πνευματικός θρήνος και η σωτηριώδης δύναμη της μετάνοιας

Η αγωνία της ψυχής για απελευθέρωση από την αμαρτία και η προβολή του προτύπου της συνεχούς μετάνοιας διά των δακρύων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Πῶς γὰρ οὐκ ὄφεις οἱ ἐπὶ γῆς συρόμενοι καὶ τὰ τῆς γῆς φρονοῦντες καὶ οὐκ ἐν οὐρανῷ τὴν πολιτείαν ἔχοντες; Πῶς οὐ γεννήματα ἐχιδνῶν οἱ ἐν τῇ ὑπακοῇ τοῦ Χριστοῦ μὴ εὑρισκόμενοι, ἀλλ᾽ ἐν τῇ τοῦ Ὄφεως παρακοῇ; Πῶς τοίνυν ἀξίως ὀδύρωμαι τὴν συμφορὰν ταύτην, οὐχ εὑρίσκω· πῶς δὲ καὶ βοήσας δακρύσω πρὸς τὸν δυνάμενον ἐξελέσθαι τὴν αὐλιζομένην πλάνην ἐν ἐμοί, ἀγνοῶ.

Πῶς ᾄσω τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Πῶς θρηνήσω τὴν Ἱερουσαλήμ; Πῶς ἀποφύγω τὴν μοχθηρὰν τοῦ Φαραὼ δουλείαν; Πῶς καταλίπω τὴν αἰσχρὰν παροικίαν; Πῶς ἀρνήσωμαι τὴν πικρὰν τυραννίδα; Πῶς ἐξέλθω ἐκ γῆς Αἰγύπτου;

Πῶς περάσω τὴν Ἐρυθρὰν Θάλασσαν; Πῶς παρέλθω τὴν ἔρημον; Πῶς μὴ ἀπόλωμαι δαχθεὶς ὑπὸ τῶν ὄφεων; Πῶς νικήσω τοὺς ἀλλοφύλους; Πῶς ἐξολοθρεύσω τὰ ἔθνη; Πῶς δέξωμαι ἐν ταῖς ἐμαῖς πλαξὶ τὰ λόγια τοῦ θείου νόμου; Πῶς ὄψομαι τὸν στύλον τοῦ ἀληθινοῦ φωτὸς καὶ τὴν ἐκ τοῦ Ἁγίου Πνεύματος νεφέλην; Πῶς ἀπολαύσω τοῦ μάννα τῆς ἀϊδίου τροφῆς; Πῶς πίω τοῦ ἐκ τῆς ζωοποιοῦ πέτρας ὕδατος; Πῶς παρέλθω τὸν Ἰορδάνην, καὶ εἰσέλθω εἰς τὴν ἀγαθὴν γῆν, τὴν ῥέουσαν γάλα καὶ μέλι; Πῶς ἴδω τὸν Ἀρχιστράτηγον, ὃν εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ παραχρῆμα προσεκύνησεν; Ἐὰν γὰρ μὴ δι᾽ αὐτοῦ ἐξολοθρεύσω τὰ ἐν ἐμοὶ ἔθνη, οὐ μὴ εἰσέλθω καὶ καταπαύσω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ· οὐ μὴ μέτοχος γένωμαι τῆς τοῦ βασιλέως δόξης.

Τοιγαροῦν σπούδασον ἄμωμον τέκνον Θεοῦ γενέσθαι καὶ εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός. Σπούδασον ἀπογραφῆναι ἐν τῇ οὐρανίῳ ἐκκλησίᾳ μετὰ τῶν πρωτοτόκων, ὅπως εὑρεθῇς ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Ὑψίστου. Σπούδασον εἰσελθεῖν εἰς τὴν ἁγίαν πόλιν Ἱερουσαλὴμ τὴν ἀνωτάτην, ἕνθα καὶ ὁ παράδεισος τῆς τρυφῆς. Τούτων γὰρ τῶν θαυμαστῶν καὶ μακαρίων πραγμάτων οὐχ ἑτέρως καταξιωθήσῃ, εἰ μὴ καταφέρεις δάκρυα, ὡς χειμάρρους, ἡμέρας καὶ νυκτός, κατὰ τὸν λέγοντα Ἅγιον· λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· οὐ γὰρ ἀγνοεῖς ὅτι οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι.

Διό φησιν ὁ Προφήτης· τῶν δακρύων μου μὴ παρασιωπήσῃς. Καὶ πάλιν λέγει· ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου, ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου. Καὶ πάλιν· ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Τὸ γὰρ ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας μετὰ πυρώσεως σπλάγχνων δάκρυον προχεόμενον ἐν γνώσει ἀληθείας, βρῶσίς ἐστι ψυχῆς χορηγουμένη ἐκ τοῦ οὐρανίου ἄρτου, οὗ προηγουμένως μετέσχεν ἡ μακαρία Μαρία καθεσθεῖσα παρὰ τοὺς πόδας τοῦ Χριστοῦ καί, καθώς φησιν ὁ Χριστός, δακρύσασα· φησὶ γάρ· Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται 〈ἀπ᾽〉 αὐτῆς.

Ὢ τῶν πολυτίμων ἐκείνων μαργαριτῶν ἐν τῇ ἐπιρροῇ τῶν μακαρίων δακρύων! Ὢ τῆς εὐθείας ἐκείνης καὶ εὐπειθοῦς ἀκοῆς! Ὢ ὀξύτητος πνευματικοῦ ἔρωτος σφοδρῶς πρὸς τὸν θεῖον Νυμφίον ἐπειγομένου! Ὢ κέντρον πόθου ψυχῆς πρὸς τὸν Θεὸν Λόγον! Ὢ σύντονος κοινωνία νύμφης πρὸς Νυμφίον!