Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τοὺς κεκοιμημένους πατέρας

Ἐφραίμ ὁ Σύρος

Η προσδοκία της αναστάσεως και δοξολογία

Η ελπίδα της αναστάσεως, η ανταπόδοση των αιωνίων αγαθών για τους ασκητικούς κόπους και η τελική δοξολογία προς την Αγία Τριάδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Ἐκδέχονται τὴν φωνὴν τὴν αὐτοὺς ἐγείρουσαν, καὶ ἀνθοῦσιν ὡς ἄνθη εὐωδίαν πνέοντα. Ὅταν προσταχθῇ ἡ γῆ ἐξαγαγεῖν τοὺς νεκρούς, εὐθέως βλαστάνουσιν ὥσπερ κρίνα ἀνθοῦντες· καὶ τότε ὁ Δεσπότης ἀντὶ πολλοῦ καμάτου, ὃν αὐτοὶ ὑπέμειναν δι᾽ ἀγάπην τοῦ Χριστοῦ, τὴν αἰώνιον ζωὴν δωρεῖται αὐτοῖς ἀεί· καὶ ἀντὶ τριχῶν αὐτῶν στέμμα πλοκῆς ἐνδόξου· καὶ ἀντὶ τῶν τρυχίνων, ἐν οἷς ἐκακοπάθουν, δίδωσιν αὐτοῖς στολὴν ἔνδοξον τὴν τοῦ γάμου· ἀντὶ δὲ τῶν βοτανῶν καὶ τοῦ στενοῦ ὕδατος Χριστὸς γίνεται τούτοις βρῶσις ἅμα καὶ πόσις· ἀντὶ τῶν ὀπῶν τῆς γῆς, ἐν αἷς αὐτοὶ ᾤκησαν, παρέχει αὐτοῖς Χριστὸς τὸν μέγαν παράδεισον. Ἐπειδὴ ἐπόθησαν θλῖψιν ἔχειν ἐν κόσμῳ, αὐτοῖς παρέχει τὴν χαρὰν τὴν μεγάλην· οὐ γὰρ δυνατόν ἐστι διὰ λόγων δηλῶσαι τὴν πολλὴν εὐφροσύνην, ἐν ᾗ εἰσελεύσονται ἅπαντες οἱ ἅγιοι, οἱ ἐν τῷ κόσμῳ τούτῳ ἑκουσίως θλιβέντες. Ἀνταγωνισάμενοι τοῖς μιαροῖς πάθεσι καὶ νικήσαντες Ἐχθρόν, ἐφύλαξαν ἐντολὰς τοῦ Θεοῦ τοῦ Ὑψίστου. Διὸ μακαρίζουσιν οἱ ἄγγελοι ἁγίους καὶ λέγουσι πρὸς αὐτούς· μακάριοί ἐστε ὑμεῖς οἱ διὰ Χριστοῦ πόθον καλῶς κυβερνήσαντες ἐν τῇ ὑμῶν φρονήσει καὶ πολλῇ ὑπομονῇ τὸ σκάφος ὑμῶν, ἐν τῇ γῇ εὐθύνοντες ἀσφαλῶς ἐν ταῖς ἐντολαῖς Χριστοῦ τοῦ ἀγαθοῦ Δεσπότου. Διὸ κατηντήσατε εἰς εὔδιον λιμένα, ἀπολαβόντες Χριστὸν ὅνπερ ἐποθήσατε.

Νυνὶ δὲ συγχαίρομεν ὑμῖν, ὦ μακάριοι, ὅτι ἐξειλήσατε τῶν παγίδων τοῦ Ἐχθροῦ, καὶ ἤλθετε πρὸς Χριστὸν ὑμᾶς στεφανώσαντα, καὶ ἐστὲ κληρονόμοι τῆς βασιλείας αὐτοῦ, δοξάζοντες ἐκτενῶς τὴν Ἁγίαν Τριάδα, ᾗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν.