Ἔργον
Ἐφραίμ ὁ Σύρος – Λόγος κατὰ αἱρετικῶν
Προοίμιο, εξομολόγηση αδυναμίας και επίκληση της θείας χάριτος
Ο συγγραφέας αναγνωρίζει την ανθρώπινη αδυναμία του και επικαλείται το έλεος του Θεού για την προσέγγιση του Ευαγγελίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο, εξομολόγηση αδυναμίας και επίκληση της θείας χάριτος
Ο συγγραφέας αναγνωρίζει την ανθρώπινη αδυναμία του και επικαλείται το έλεος του Θεού για την προσέγγιση του Ευαγγελίου.
Λόγος κατὰ αἱρετικῶν, ἐν ᾧ καὶ ἀπόδειξις ἐκ φανερῶν ὑποδειγμάτων, τοῦ τε μαργαρίτου καὶ τῶν λοιπῶν συνάγουσα τὸ πιστόν, ὅτι δίχα τῶν φυσικῶν νόμων ἡ ἁγία Θεοτόκος τὸν Κύριον καὶ Θεὸν ἡμῶν ἐπὶ σωτηρίας τοῦ κόσμου καὶ συνέλαβε καὶ ἐκύησε Φιλῶ σου τὸ Εὐαγγέλιον, Δέσποτα, ὅτι, ὅτε πεινῶ, τρέφει με. Ποθῶ σου τὸν λόγον, ὅτι ἐν τῇ δίψῃ πηγή μοι γίνεται. Ὅσους θέλω συγκαλῶ τοῖς σοῖς ἐδέσμασι, καὶ πλείονα ἀφίημι ὧν εὗρον. Ἐσθίω μετὰ πολλῶν, καὶ μόνος εὑρίσκομαι. Πίνω μετὰ πλήθους, καὶ μόνῳ μοι προσπίνεις τῆς σῆς χάριτος. Τί οὖν σοι ἀντιχαρίσωμαι, εἰ μὴ ἐμαυτὸν εἰς ὁμόνοιαν; Θέλω, καὶ οὐ δύναμαι· ὁ γὰρ πατήρ μου Ἀδὰμ ἀπαιτεῖ τὸ χρέος τῆς φύσεως. Σπουδάζω, καὶ ἐμποδίζομαι, ὅτι οὐκ ἔχω λύσιν τοῦ ἐμοῦ ζητήματος.
Ἄλλοις ἐπιλύω τὰ κατὰ τὴν φύσιν, καὶ ἐμαυτῷ ἐμποδίζω τοῖς πάθεσι τὴν προαίρεσιν. Οἶδα τί σφάλλομαι, καὶ γινώσκω, ἐν τοῖς ἑτέρων, ἐμαυτοῦ κατηγορῶν. Καὶ τί; Σιωπήσω, ἵνα μὴ κατακριθῶ; Καὶ πῶς δείξω μου τὴν περὶ σὲ ἐπιθυμίαν;
Λαλῶ, καὶ οὐ παύομαι· θέλω γὰρ ἐμαυτὸν κατακρίνεσθαι· μόνον σου τῇ δόξῃ λειτουργία γένωμαι. Βούλομαι θανεῖν, ἵνα σὺ δοξασθῇς. Οἶδα ὅτι ἥκιστα κριθήσομαι, μὴ χρησάμενος ἐλέγχοις εἰς τοὺς ἁμαρτάνοντας· ἀλλ᾽ οὐ παύομαι τοῦτο ποιῶν, ἵνα σὲ δείξω ἀναμάρτητον.
Γνώτωσαν Ἕλληνες ἔρωτος δύναμιν· γνώτωσαν Ἰουδαῖοι φιλίας διάθεσιν· ὅτι δίχα πυρὸς καὶ ξίφους καὶ τῶν ἄλλων ἀμυντηρίων, αἱροῦμαι τὸν ὑπὲρ σοῦ θάνατον. Τάχα πιστεύσωσιν ἐκ ταύτης τῆς ὑποθέσεως ὅτι φέρω διὰ σὲ καὶ τὸν αἰσθητὸν θάνατον. Τάχα λέγω, καὶ οὐ ποιῶ· φοβοῦμαι γὰρ μή, σοῦ ἀπόντος, ἡττηθῶ ὑπὸ τῆς φύσεως. Πεῖσόν μοι ὅτι βοηθεῖς μοι πονοῦντι, καὶ πείθω Ἕλληνας ὅτι φέρω τὴν τιμωρίαν. Πληροφόρησόν με ὅτι ἐλεεῖς με πάσχοντα, καὶ ἀπογράφομαι πρὸς τὴν ἄθλησιν. Ἐπαποδύομαι τοῖς δημίοις τῶν Ἑλλήνων. Ἤδη γὰρ ἡ σάλπιγξ προσκαλεῖται τῶν Ἑλλήνων τοὺς θέλοντας· βοᾷ τὴν ἐξ Ἑλλάδος ἐπὶ Πέρσας ἐπιδρομήν· ἀπειλεῖ τὴν ἐκ δυσμῶν πρὸς ἡμᾶς τιμωρίαν. Φοβοῦμαι, ὅτι μισεῖς τοὺς ἁμαρτάνοντας, ἀλλ᾽ εὐθυμῶ, ὅτι ὑπὲρ αὐτῶν ἀπέθανες. Δειλιῶ, ὅτι βδελύττῃ τοὺς ἐμπαθεῖς καὶ σαρκικούς, ἀλλ᾽ ἔχω παραμυθίαν, ὅτι ἔγνως τῆς φύσεως τὴν ἀσθένειαν. Οἶδας ὡς Κτίστης, ὃ ἐποίησας. Οἶδας ὡς Κριτής, ὃ κατέκρινας. Οἶδας ὡς ἐνανθρωπήσας, ὃ ἐνόησας. Σύ μοι δέδωκας αὐτὴν ἀρρύπωτον, ἀλλ᾽ ὁ πατήρ μου Ἀδὰμ πολλῷ ῥύπῳ αὐτὴν ἀσθενῆ ἐποίησεν. Ἔπλεξε τῷ ῥύπῳ τὴν τέρψιν τῆς ματαιότητος, καὶ νῦν ἐγὼ ἄκων κολάζομαι. Συνεκέρασεν ἐν τῇ φύσει φθοράν, καὶ ἰδοὺ ἐγὼ διὰ θαλασσῶν χειμῶνι κίνδυνον ἐπίσταμαι!
Ἐλέησόν με, ὡς Κτίστης· συμπάθησόν μου τῇ ἀσθενείᾳ. Ὡς ἐνανθρωπήσας δι᾽ ἐμέ, μὴ ἀπώσῃ διὰ τὰ πάθη, ἀλλὰ σκόπησον διὰ τὴν ὁρμὴν τῆς προαιρέσεως. Μὴ βδελύξῃ διὰ τὸν ῥύπον, ἀλλ᾽ ἴδε τῶν ἔργων τὴν ἐπιμέλειαν. Κἂν ἐκ μέρους με ἀποστραφῇς διὰ τὴν αἰσχρότητα τῶν λογισμῶν, ἀλλ᾽ ἐπίβλεψον ἐπὶ τὸ πένθος καὶ τὴν τῆς ἡδονῆς κατάγνωσιν. Ἔχω προαίρεσιν, οὐκ οἶδα εἰ καὶ δύναμιν. Δίδωμι ὃ ἔχω· εἰ θέλεις δοῦναι τὸ ἐνδέον, ὁρᾷς μου τὴν διάνοιαν. Πένης εἰμὶ συληθεὶς ὑπὸ τοῦ Δράκοντος. Ἀσθενής εἰμι ὑπὸ φθορᾶς πεδηθείς. Ἀδρανὴς ὑπάρχω ὑπὸ τῆς ἁμαρτίας ἀποκρουσθείς. Ἀπώλεσά σου τὸ δῶρον, διὰ τοῦτο οὐκ ἔχω τελείαν φρόνησιν.
Ἀπώλεσά σου τὴν συνομιλίαν, διὸ οὐ γινώσκω ποῦ πορεύομαι. Οὐδὲν ἔχω. Ἐὰν ἔχω, σύ μοι δέδωκας, γεννηθείς. Πένομαι ἰσχυρῶς. Ἐὰν δὲ πλουτήσω, σόν ἐστι τὸ χάρισμα τὸ πᾶν. Καὶ νῦν καὶ πάλαι, σόν ἐστι. Μόνον αἰτῶ τὴν χάριν. Ὁμολογῶ ὅτι διὰ σὲ περιγενήσομαι, εἴγε καὶ περιγένωμαι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.