Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος κατανυκτικός

Ἐφραίμ ὁ Σύρος

Πνευματική εγρήγορση, μνήμη θανάτου και δοξολογία

Θρήνος για την πνευματική τύφλωση και προτροπή σε συνεχή νήψη, με αναφορά στην τελική κρίση και επισφράγιση του λόγου με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Εἴ τις νουθετούμενος ἀποστρέφεται, καὶ καταγινώσκων τοῦ νουθετοῦντος ἀφρόνως κατεξανίσταται, οὗτος τὸν Χριστὸν ἀποσείεται, καὶ πάσης ὠφελείας ἐκτὸς ὑπάρχει. Διὰ τοιούτων λογισμῶν πάντες, ἀδελφοί, εὐδοκιμεῖν καὶ ἀνταγωνίζεσθαι ὀφείλομεν· διὸ προσέχωμεν ἐαυτοῖς, ἀγαπητοί μου ἀδελφοί, ἵνα μὴ διὰ πάθη τῆς σαρκὸς στερηθῶμεν τῶν αἰωνίων ἀγαθῶν. Οἴμοι, οἵα τρυφὴ ἡτοίμασται καὶ ἀπόλαυσις, καὶ οὐκ ἔστιν ὁ ἀγωνιζόμενος, οὐκ ἔστιν ὁ ἐπιποθῶν, ἀλλὰ τοὐναντίον τὰ παρόντα προκρίνομεν, τὰ πρόσκαιρα καὶ μὴ μένοντα· ἐκεῖνα δὲ τὰ αἰώνια ἀγαθὰ οὐδὲ εἰς ἔννοιαν φέρομεν. Ὢ τῆς σκοτώσεως· ὢ τῆς πλάνης τοῦ Ἐχθροῦ! Οἴμοι, οἵα τιμωρία κολάσεως ἡτοίμασται τοῖς κατ᾽ ἐμὲ ἁμαρτωλοῖς καὶ ἐν ἀμελείᾳ ζῶσι, καὶ οὐκ ἔστιν ὁ φοβούμενος καὶ τρέμων, ἀλλ᾽ ὥσπερ λῆρον δοκοῦμεν τὰ λεγόμενα κεχειρωμένοι τοῖς πάθεσι τοῦ σώματος. Ἐδέθημεν γὰρ ἐν αὐτοῖς ὥσπερ ἐν ἁλύσεσι σιδηραῖς, καὶ οὐκ ἔστιν ὁ ἀγωνιζόμενος· ἀλλὰ καὶ δεδεμένοι χαίρομεν. Ὢ τῆς παγκάκου τέχνης τοῦ μιαροῦ Δράκοντος! Πῶς ἐσκότισε τὰς πάντων διανοίας, ἵνα τὸ ἐναντίον φρονῶμεν, καὶ τὰ βλάπτοντα ἀγαπῶμεν ὑπὲρ τὰ μέλλοντα ἀγαθά!

Δεῦτε οὖν, ἀδελφοί μου, δεῦτε πατέρες, δεῦτε δοῦλοι Χριστοῦ, κατανυγῶμεν τὰς καρδίας, καὶ κλαύσωμεν ἡμέρας καὶ νυκτὸς ἐνώπιον αὐτοῦ. Δεῦτε καὶ ὑπομνήσωμεν ἑαυτοὺς περὶ τῆς ὥρας ἐκείνης καὶ τῆς ἀπαραιτήτου ἀνάγκης, καὶ κατανυγέντες πενθήσωμεν. Δεῦτε καὶ ὑπομνησθῶμεν περὶ τῶν ἀνεκφράστων καὶ ἀνεκδιηγήτων ἐκείνων ἀγαθῶν, καὶ κατανυγῶμεν. Δεῦτε ὑπομνησθῶμεν τὸ φοβερὸν ἐκεῖνο καὶ φρικωδέστατον βῆμα, καὶ τὴν ἐπ᾽ αὐτοῦ μέλλουσαν ἡμῖν ἔσεσθαι αἰσχύνην, καὶ ἑαυτοὺς κλαύσωμεν. Δεῦτε ὑπομνήσωμεν ἑαυτούς, ἀδελφοί, πῶς οἱ μὲν δίκαιοι μέλλουσιν ὡς ὁ ἥλιος ἐκλάμπειν, οἱ δὲ ἁμαρτωλοὶ ὡς πρόσκαυμα χύτρας εὑρίσκονται, καὶ κατανυγέντες τὰς καρδίας ἀναλάβωμεν ζῆλον τῶν καλῶν ἔργων. Δεῦτε οὖν, ἀδελφοί μου, καὶ ἑαυτοὺς ἐν ἀγάπῃ στηρίξωμεν εἰς τὸν φόβον τοῦ Θεοῦ, ὅπως ἐπιτύχωμεν τῶν αἰωνίων ἀγαθῶν. Δεῦτε προσπέσωμεν αὐτῷ ἐν κατανύξει καρδίας καὶ ἐν ἁπλότητι· ἀγαθὸς γὰρ ὑπάρχει καὶ εὔσπλαγχνος, καὶ σῴζει τοὺς μετανοοῦντας. Δεηθῶμεν οὖν αὐτοῦ, ἵνα ἡμᾶς εἰσαγάγῃ εἰς τὴν βασιλείαν αὐτοῦ· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.