Ἔργον
Ἐφραίμ ὁ Σύρος – Λόγος κατανυκτικός
Η έλευση του Νυμφίου και η τελική Κρίση
Αναφορά στη Δευτέρα Παρουσία, την καταγραφή των πράξεων από τους αγγέλους και τον αιώνιο θρήνο των απροετοίμαστων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η έλευση του Νυμφίου και η τελική Κρίση
Αναφορά στη Δευτέρα Παρουσία, την καταγραφή των πράξεων από τους αγγέλους και τον αιώνιο θρήνο των απροετοίμαστων.
Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ὥρᾳ ἐκείνῃ Ἄγγελοι τὰς φωνάς σου καὶ τὰς συνθήκας σου καὶ τὴν ἀποταγὴν ἀπεγράψαντο· καὶ ἐν τοῖς οὐρανοῖς φυλάττονται ἕως τῆς φοβερᾶς ἡμέρας τῆς κρίσεως. Οὐ φοβῇ; Οὐ φρίττεις; Ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως προφέρουσιν Ἄγγελοι τὸ χειρόγραφόν σου, τὰ ῥήματα τοῦ στόματός σου, ἔμπροσθεν τοῦ φοβεροῦ βήματος, ὅπου καὶ Ἄγγελοι μετὰ τρόμου παρίστανται. Καὶ τότε ἀκοῦσαι ἔχεις ὀδυνηρὰν φωνήν, ὅτι ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. Ὄντως γὰρ τότε πικρὸν στενάξεις καὶ δακρύσεις ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ οὐδὲν ὠφελήσεις. Ἐλέησον σεαυτὸν καὶ μὴ μισήσῃς τὴν ψυχήν σου. Ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πῶς ἀγωνίζονται πολλοί, πῶς σπουδάζουσι σωθῆναι, πῶς βιάζονται εἰς πᾶν ἔργον ἀγαθόν, πῶς φυλάττουσιν ἑαυτοὺς ἀπὸ φθόνου, ἀπὸ λοιδορίας, ἀπὸ μίσους, ἀπὸ γέλωτος, ἀπὸ τῆς πορνείας, ἀπὸ τῆς τρυφῆς, ἀπὸ μάχης, ἀπὸ παντὸς κακοῦ ἄλλου· πῶς δὲ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ἠγάπησαν, νηστεύοντες, ἀγρυπνοῦντες, κακοπαθοῦντες καὶ κλαίοντες· πῶς τὰς λαμπάδας ἡτοίμασαν φαιδράς· πῶς τὸ στόμα αὐτῶν πάντοτε ὑμνεῖ καὶ δοξάζει τὸν ἀθάνατον Νυμφίον. Οἱ ὀφθαλμοὶ αὐτῶν πάντοτε κατανοοῦσιν εἰς τὸ κάλλος αὐτοῦ, καὶ ἡ ψυχὴ αὐτῶν ἀγαλλιᾶται. Κατανόησον καὶ ἴδε, ὅτι ἤγγικε καὶ οὐ βραδύνει. Ἔρχεται γάρ, ἵνα εὐφράνῃ τοὺς ἀγαπῶντας αὐτόν.
Ἔρχεται, ἵνα παρακαλέσῃ τοὺς πενθήσαντας καὶ κλαύσαντας, οὐ τὸν νεκρόν, οὐδὲ τὴν πρόσκαιρον τῶν χρημάτων ζημίαν, ἀλλὰ διὰ τὴν εὐπερίστατον ἁμαρτίαν καὶ τὴν βασιλείαν ἧς οὐκ ἔσται τέλος, καὶ διὰ τὴν μακαρίαν τρυφὴν τοῦ παραδείσου, ὅθεν ἐξεβλήθημεν παραβάντες τὴν ἐντολὴν τοῦ Θεοῦ, ἔνθα πάλιν ἐπανέρχονται οἱ πενθοῦντες καὶ κλαίοντες. Ἔρχεται, ἵνα στεφανώσῃ τοὺς νομίμως ἀθλήσαντας, καὶ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ἀγαπήσαντας. Ἔρχεται, ἵνα ἐλεήσῃ τοὺς ἐλεήμονας. Ἔρχεται, ἵνα μακαρίσῃ τοὺς δι᾽ αὐτὸν πτωχεύσαντας. Ἔρχεται, ἵνα ἐμπλήσῃ ἀγαθὰ τοὺς δι᾽ αὐτὸν πεινάσαντας καὶ διψήσαντας. Ἔρχεται φωτίσαι τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερῶσαι τὰς βουλὰς τῶν καρδιῶν. Καὶ τί συντόμως οὐ λέγω; Ἔρχεται ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἔρχεται οὐκέτι ἀπὸ γῆς, καθὼς τὸ πρότερον, ἀλλ᾽ ἐξ οὐρανῶν μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Τότε αἱ σάλπιγγες σαλπίσουσιν ἐκ τῶν οὐρανῶν, καὶ αἱ δυνάμεις αὐτῶν σαλευθήσονται, ἡ γῆ πᾶσα, ὡς τὸ ὕδωρ τῆς θαλάσσης, τρέμει ἀπὸ τῆς δόξης αὐτοῦ· ποταμὸς πυρὸς προτρέχει ἔμπροσθεν αὐτοῦ, καθαρίζων τὴν γῆν ἀπὸ τῶν ἀνομιῶν.
Εἶτα κραυγὴ γίνεται ἄφνω· ἰδοὺ ὁ Νυμφίος ἔρχεται· ἰδοὺ ἡ προσδοκωμένη χαρὰ ἔρχεται· ἰδοὺ ἔρχεται τῶν δικαίων τὸ καύχημα, τῆς δικαιοσύνης ὁ ἥλιος· ἰδοὺ ἔρχεται ὁ Βασιλεὺς τῶν βασιλευόντων, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· ἰδοὺ ἔρχεται ὁ δίκαιος Κριτής· ἰδοὺ ἔρχεται, καὶ ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἔρχονται μετὰ χαρᾶς οἱ ἔχοντες τὰς λαμπάδας αὐτῶν φαιδρὰς καὶ τὴν ἐσθῆτα λαμπράν, καὶ ἀκούουσι τῆς φωνῆς τοῦ Νυμφίου, λέγοντος πρὸς αὐτούς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
Παντὶ δὲ γενομένης τῆς κραυγῆς ταύτης, ἐξέρχονται εἰς ἀπάντησιν αὐτοῦ οἱ ἔχοντες φαιδρὰς τὰς λαμπάδας, φαιδρὸν μετὰ πολλῆς παρρησίας ἀγαλλιώμενοι καὶ θαρροῦντες, ὅτι αἱ λαμπάδες αὐτῶν οὐκ ἐσβέσθησαν. Τότε σὺ θεωρήσας ἑαυτὸν ἐν πολλῇ θλίψει καὶ δεινῇ ἀποτυχίᾳ καὶ ἀνάγκῃ ἀφορήτῳ, καὶ βλέπων τὴν λαμπάδα σου σβεσθεῖσαν, μετ᾽ αἰσχύνης λέγεις· ἀδελφοί μου, χρήσασθέ μοι μικρὸν ἔλαιον, ὅτι ἡ λαμπάς μου ἐσβέσθη. Καὶ ἀποκριθέντες λέγουσί σοι· μή ποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· ἀλλὰ πορεύεσθε πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε. Καὶ ὑπάγεις μετὰ θλίψεως καὶ ὀδύνης καὶ στεναγμῶν, πικρῶς δακρύων, μηδαμοῦ εὑρίσκων ἀγοράσαι· διότι ἐλύθη ἡ τῆς ζωῆς πανήγυρις, καὶ πᾶσα ἡ ζωὴ αὐτῶν τρέμει, ὡς τὸ ὕδωρ τῆς θαλάσσης. Παρῆλθον δὲ καὶ οἱ ἐν ταῖς θύραις τῶν ἐκκλησιῶν παρακαθήμενοι πένητες, καὶ πωλοῦντες ἐκεῖνο τὸ ἔλαιον. Πανταχόθεν οὖν στενοχωρούμενος καὶ ἀπορῶν, λέγεις κλαίων καὶ ὀδυρόμενος· ὑπάγω, κρούω εἰς τὴν θύραν τῆς εὐσπλαγχνίας τοῦ Χριστοῦ.
Τίς οἶδεν, εἰ ἀνοίξει μοι; Καὶ ἐλθὼν κρούεις. Καὶ ἀποκρίνεταί σοι ἔσωθεν ὁ Νυμφίος· ἀμὴν λέγω σοι, οὐκ οἶδά σε· ὕπαγε ἀπ᾽ ἐμοῦ, ἐργάτα τῆς ἀνομίας. Οὐκ ἠλέησας, οὐκ ἐλεηθήσῃ. Οὐκ ἤκουσας τοῦ πένητος τῆς φωνῆς, οὐδὲ ἐγὼ τὴν σὴν ἀκούω. Τὰς ἁγίας μου Γραφὰς ἤκουες καὶ κατεγέλας, διὰ τοῦτο οὐ παραχωρῶ σοι εἰσελθεῖν. Ἔλυσας τοὺς Προφήτας καὶ Ἀποστόλους μου, διὰ τοῦτο ὁ λόγος, ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ σε ἐν ταύτῃ τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἄπελθε ἀπ᾽ ἐμοῦ· οὐ γὰρ δέχεταί σε ἡ στενὴ πύλη. Ἔθρεψας τὴν σάρκα σου, τὴν δὲ ψυχήν σου ἐφόνευσας.
Πῶς βούλει ὧδε εἰσελθεῖν, καὶ μιᾶναί μου τὴν βασιλείαν; Τῆς σαρκός σου ἐμίανας τὴν στολήν, τὸ στόμα σου λοιδορίας ἐπλήρωσας, τὸν πλησίον σου ἐμίσησας, τὰ θελήματα τοῦ Διαβόλου ἐποίησας, τὰ δὲ ἐμὰ θελήματα ἀπέρριψας.
Καὶ νῦν παρακαλεῖς εἰσελθεῖν, ὅπου οὐδὲν προέπεμψας; Ὅπου οὐδὲν ἔχεις ἀποκείμενον; Οὐ δάκρυα, οὐ κλαυθμόν, οὐ νηστείαν, οὐκ ἀγρυπνίαν, οὐ ψαλμῳδίαν, οὐ παρθενίαν, οὐχ ὑπομονήν, οὐκ ἐλεημοσύνην. Οὐδὲν ἀπὸ τούτων μὴ προπέμψας ὧδε, τί ζητεῖς; Τοῦτο τὸ κατοικητήριον οἱ δι᾽ ἐμὲ πτωχεύσαντες οἰκοῦσιν. Αὕτη ἡ βασιλεία τῶν ἐλεημόνων ἐστίν. Αὕτη ἡ εὐφροσύνη τῶν πενθησάντων ἐστίν. Αὕτη ἡ χαρὰ τῶν μετανοησάντων καὶ κλαυσάντων ἐστί, καὶ τῶν θρηνησάντων τὰς ἑαυτῶν ἁμαρτίας. Αὕτη ἡ ἀνάπαυσις τῶν ἀγρυπνούντων καὶ νηστευόντων ἐστίν. Αὕτη ἡ ζωὴ τῶν χηρῶν καὶ ὀρφανῶν ἐστιν. Ὧδε οἱ πεινάσαντες καὶ διψήσαντες εὐφραίνονται εἰς τοὺς αἰῶνας. Σὺ δὲ ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Πορεύου ἀπ᾽ ἐμοῦ εἰς τὸ πῦρ τὸ αἰώνιον.
Ταῦτα ἀκούων, ἵστασαι κατῃσχυμμένος. Ἱσταμένου δέ σου ἐκεῖ, ἔρχεται εἰς τὰ ὧτά σου φωνὴ εὐφροσύνης καὶ ἀγαλλιάσεως, καὶ γνωρίσεις τὴν φωνὴν ἑνὸς ἑκάστου ἑταίρου σου, καὶ τότε πικρὸν στενάξεις, λέγων· οἴμοι τῷ ἀθλίῳ, πῶς ἐστερήθην τῆς δόξης ταύτης, καὶ ἐχωρίσθην ἀπ᾽ αὐτῶν διὰ τὰ πονηρά μου καὶ φαῦλα ἔργα! Ὄντως δικαία ἡ κρίσις τοῦ Θεοῦ. Ὄντως δικαίως ἔπαθον. Ἐκεῖνοι γὰρ ἐνεκρατεύοντο· ἐγὼ δὲ τὰ ἄριστα καὶ τὰ δεῖπνα ἐδίωκον. Ἐκεῖνοι ἔψαλλον· ἐγὼ δὲ ἐσιώπων. Ἐκεῖνοι προσηύχοντο· ἐγὼ δὲ ἐμετεωριζόμην. Ἐκεῖνοι ἐταπείνουν ἑαυτούς· ἐγὼ δὲ ὑπερηφανευόμην. Ἐκεῖνοι κατεφρόνουν ἑαυτῶν· ἐγὼ δὲ ἐκαλλωπιζόμην. Ἐκεῖνοι ἐδάκρυον· ἐγὼ δὲ ἐγέλων. Διὰ τοῦτο ἐκεῖνοι νῦν ἀγάλλονται· ἐγὼ δὲ ὀδύρομαι. Ἐκεῖνοι εὐφραίνονται· ἐγὼ δὲ κλαίω. Ἐκεῖνοι βασιλεύουσι μετὰ τοῦ Χριστοῦ εἰς τοὺς ἀπεράντους αἰῶνας· ἐγὼ δὲ μετὰ τοῦ Ἀντιχρίστου πέμπομαι εἰς τὸ πῦρ τὸ αἰώνιον. Οὐαί μοι τῷ ἀθλίῳ, τί μοι γέγονε; Πόσων ἀγαθῶν ἐζημιώθην, ἵνα μικρὸν χρόνον τὸ θέλημα τοῦ Διαβόλου ποιήσω; Νῦν ἔγνων ὅτι ἕκαστος κατὰ τὰ ἔργα αὑτοῦ ἀπολαμβάνει. Ἄρτι ἔγνων ὅτι ἐνέπαιξε καὶ ἐσκέλισέ με ὁ μάταιος κόσμος. Ὤ! Πόσων ἀγαθῶν ἐμαυτὸν ἐστέρησα! Πόσην αἰσχύνην ἔπαθον! Πόσοις δὲ κακοῖς ἐμαυτὸν περιέθηκα!
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.