Ἔργον
Ἐφραίμ ὁ Σύρος – Λόγος κατανυκτικός
Διαρκής μνήμη των εσχάτων και της Βασιλείας του Θεού
Συμβουλές για τη συνεχή ενθύμηση της ανάστασης των νεκρών, την προσευχή με δάκρυα και την πλήρη προσήλωση στον Χριστό.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Διαρκής μνήμη των εσχάτων και της Βασιλείας του Θεού
Συμβουλές για τη συνεχή ενθύμηση της ανάστασης των νεκρών, την προσευχή με δάκρυα και την πλήρη προσήλωση στον Χριστό.
Βιαζώμεθα οὖν ἑαυτούς, ἀδελφοί, εἰς πᾶν ἔργον ἀγαθόν, καὶ παρακαλέσωμεν ἑαυτούς, καὶ νουθετήσωμεν. Οἰκοδομήσωμεν εἶς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε πάντοτε. Περὶ τῆς κρίσεως ἡ ὁμιλία ὑμῶν ἔστω, καὶ περὶ τῆς ἀπολογίας ὑμῶν.
Ἢ ἔργον τι ποιεῖτε, κἂν ἐν ὁδῷ περιπατεῖτε, κἂν ἐπὶ ἀρίστου, κἂν ἐπὶ ταῖς κοίταις ὑμῶν, εἴτε ἄλλο τι ποιεῖτε, πάντοτε περὶ τῆς κρίσεως καὶ τῆς παρουσίας τοῦ Δικαιοκρίτου μεριμνᾶτε. Καὶ ἐνθυμεῖσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ λέγετε πρὸς ἀλλήλους, ἆρα ποταπόν ἐστι τὸ ἐξώτερον σκότος ἐκεῖνο; Ἆρα ποταπόν ἐστι τὸ πῦρ τὸ ἄσβεστον καὶ ὁ σκώληξ ὁ ἀκοίμητος; Ἆρα ποταποὶ οἱ βρυγμοὶ τῶν ὀδόντων;
Ταῦτα πρὸς ἀλλήλους ὁμιλεῖτε πάντοτε, νύκτα καὶ ἡμέραν· ποῦ τρέχει ὁ πύρινος ποταμὸς καὶ καθαρίζει τὴν γῆν τῶν ἀνομιῶν τῶν ἐνυπαρχόντων αὐτῇ; Πῶς εἱλίσσεται, ὡς βιβλίον, ὁ οὐρανός; Πῶς ἄστρα πίπτουσιν, ὡς φύλλα ἀπὸ συκῆς; Πῶς ἐκλείπει ὁ ἥλιος καὶ ἡ σελήνη; Πῶς οἱ οὐρανοὶ σχίζονται κελεύσει τοῦ Δεσπότου; Πῶς ἀστράπτων ἐξ οὐρανοῦ ὁ Κριτὴς καταβαίνει; Πῶς ταραττόμεναι αἱ δυνάμεις τῶν οὐρανῶν προτρέχουσι; Πῶς ὁ φοβερὸς ἑτοιμάζεται θρόνος;
Πῶς κλονεῖται τὸ ἔδαφος προσδεχόμενον τοῦ Δικαστοῦ τὴν ἐπίβασιν; Πῶς ἀλαλάζουσι σάλπιγγες; Πῶς ἀνοίγονται μνήματα; Πῶς ἐκτινάσσονται τάφοι; Πῶς οἱ ἀπ᾽ αἰῶνος κοιμηθέντες, ὡς ἐξ ὕπνου, ἐγείρονται; Πῶς παλινδρομοῦσιν αἱ ψυχαὶ πρὸς τὰ σώματα; Πῶς εἰς ἀπάντησιν οἱ ἅγιοι τρέχουσι; Πῶς ἀξιοῦνται τῆς εἰσόδου οἱ ἕτοιμοι; Πῶς τοῖς ἀμελοῦσιν ὁ νυμφὼν ἀποκέκλεισται;
Ταῦτα μελετᾶν καλόν. Ταῦτα νυκτὸς καὶ ἡμέρας μεριμνᾶν ἀναγκαῖον. Ὁ γὰρ μνημονεύων ἀεὶ τοῦ θανάτου οὐχ ἁμαρτήσει πολλά. Μὴ ὅλον τὸν χρόνον τῆς ζωῆς ἡμῶν περὶ τῆς κοιλίας τρέχωμεν καὶ περὶ ἐνδυμάτων. Ταῦτα τὰ ἔθνη ποιοῦσιν, οἱ μὴ ἔχοντες ἐλπίδα ζωῆς αἰωνίου. Μὴ οὖν ὁμοιωθῶμεν αὐτοῖς, ἀλλ᾽ ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ζητήσωμεν, ἀδελφοί, ἐκείνην τὴν βασιλείαν τὴν μὴ ἔχουσαν τέλος. Ζητήσωμεν ἐκείνην τὴν χαρὰν τὴν ἀπάγουσαν εἰς τοὺς ἀπεράντους αἰῶνας.
Εὐξώμεθα, ἀγαπητοί, μετὰ πόνου καρδίας καὶ στεναγμῶν καὶ δακρύων, ἵνα μὴ ἀποτύχωμεν τῆς μακαρίας ἐκείνης φωνῆς. Παυσώμεθα τῆς ἔνθεν τρυφῆς, ἵνα ἐκεῖθεν κερδήσωμεν τὴν τοῦ παραδείσου τρυφήν. Κλαύσωμεν ὀλίγον ἔνθεν, ἵνα ἐκεῖ γελάσωμεν. Πεινάσωμεν, ἵνα ἐκεῖ χορτασθῶμεν. Εἰσέλθωμεν διὰ τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ, ἵνα ἐκεῖ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν ὁδεύσωμεν.
Καὶ πάλιν λέγω· βλέπετε μὴ σκελίσῃ ὑμᾶς ὁ βίος, καὶ ἐμπαίξῃ, καὶ γυμνοὺς καὶ ταλαιπώρους παραπέμψῃ ὑμᾶς εἰς ἐκεῖνον τὸν αἰῶνα· πολλοὺς γὰρ ἐσκέλισε, πολλοὺς ἐνέπαιξε, πολλοὺς ἐτύφλωσεν ἡ ἀπάτη τοῦ κόσμου τούτου. Ἡμεῖς δέ, ἀδελφοί, προσέχωμεν ἑαυτοῖς· ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· δεῦτε ὀπίσω μου. Πάντα καταλίπωμεν, καὶ αὐτῷ μόνῳ ἀκολουθήσωμεν. Καταπτύσωμεν πᾶσαν χαρὰν τοῦ κόσμου τούτου· χλευάζει γὰρ πάντας τοὺς ἀγαπῶντας αὐτόν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.