Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος παρααινετικὸς περὶ τῆς δευτέρας παρουσίας τοῦ κυρίου καὶ περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Προτροπή σε ασκητική εγρήγορση και προσδοκία του Νυμφίου

Κάλεσμα σε μετάνοια, αποταγή των κοσμικών ανέσεων, διαρκή μελέτη των Γραφών και αδιάλειπτη μνήμη του Θεού ενόψει της ελεύσεως του Νυμφίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 5

Λόγος παραινετικός. Περὶ τῆς δευτέρας παρουσίας τοῦ Κυρίου, καὶ περὶ μετανοίας Ἀδελφοί, μετανοήσωμεν, ἵνα τὸν Θεὸν ἵλεων ποιησώμεθα ταῖς ἁμαρτίαις ἡμῶν. Παρακαλέσωμεν αὐτόν, ὅτι παρωξύναμεν αὐτόν. Ταπεινωθῶμεν, ἵνα ὑψώσῃ ἡμᾶς. Κλαύσωμεν, ἵνα παρακαλέσῃ ἡμᾶς. Ἀπορρίψωμεν ἀφ᾽ ἡμῶν κακὴν συνήθειαν καὶ ἐνδυσώμεθα τὴν ἀρετήν, ὥσπερ ἱμάτιον, μάλιστα ἡμεῖς οἱ καταξιωθέντες τῆς ἀγελικῆς πολιτείας. Λάβωμεν, ἀγαπητοί, μέτρον τὸν καλὸν ἀγῶνα καὶ τέλειον τῶν πρὸ ἡμῶν πατέρων. Μὴ σήμερον ἐγκρατεύσῃ, καὶ αὔριον ἀριστοποιήσῃς. Μὴ σήμερον ὑδροποτήσῃς, καὶ αὔριον οἰνοποτήσῃς. Μὴ σήμερον ἀνυπόδετος, καὶ αὔριον τζαγγὶν ὁμαλόν. Μὴ σήμερον τρύχινα, καὶ αὔριον τρίμιτα. Μὴ σήμερον εὐτελής, καὶ αὔριον κεκαλλωπισμένος. Μὴ σήμερον πρᾷος καὶ ταπεινός, καὶ αὔριον ἀλαζὼν καὶ ὑπερήφανος. Μὴ σήμερον ὑπήκοος, καὶ αὔριον ἀκατάστατος καὶ ἀνήκοος. Μὴ σήμερον ἐν σοὶ κλαυθμὸς καὶ ὀδυρμός, καὶ αὔριον γέλως καὶ ἀδιαφορία. Μὴ σήμερον χαμοκοιτήσῃς, καὶ αὔριον κλινοκοιτήσῃς. Μὴ σήμερον μετανοήσῃς, καὶ αὔριον ἐπιλάθῃ, ἀλλὰ κανόνα κάτεχε ἕνα, καθὼς καὶ οἱ ἅγιοι Πατέρες ἐπὶ πεντήκοντα ἔτη καὶ πλείω οὐκ ἤλλαξαν τὸν κανόνα αὐτῶν.

Ἀγαπητέ, τί ἀπετάξω τῷ κόσμῳ, ἐὰν ἀνάπαυσιν κοσμικὴν ζητῇς; Εἰς θλῖψιν ἐκλήθης, καὶ σὺ ἀνάπαυσιν ζητεῖς; Εἰς γυμνότητα, καὶ σὺ ἱμάτια φιλοκαλεῖς; Εἰς δίψαν, καὶ σὺ οἶνον πίνεις; Εἰς πόλεμον, καὶ σὺ χωρὶς ὅπλων βούλει εἰσελθεῖν εἰς τὴν βασιλείαν; Εἰς ἀγρυπνίαν, καὶ σὺ ὕπνῳ καταφέρῃ; Εἰς κλαυθμὸν καὶ ὀδυρμόν, καὶ σὺ γελᾷς; Εἰς ἀγάπην, καὶ σὺ τὸν ἀδελφόν σου μισεῖς;

Εἰς ὑποταγήν, καὶ σὺ ἀντιλέγεις; Εἰς πρᾳότητα καὶ ταπεινοφροσύνην, καὶ σὺ ὑπερηφανεύῃ; Εἰς κληρονομίαν τῆς βασιλείας αὐτοῦ, καὶ σὺ τὰ γήϊνα φρονεῖς; Βλέπετε, ἀδελφοί, μὴ ἀποταξάμενοι τῷ κόσμῳ τὰ τοῦ κόσμου φρονῶμεν.

Μὴ στραφῆτε πάλιν εἰς τὰ ὀπίσω καὶ κοσμικὰ φρονῆτε ἢ πράττητε ἢ ὁμιλῆτε· καὶ γὰρ φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ἀλλὰ καθὼς λέγει ὁ προφήτης Δαυΐδ, ἐν τῷ νόμῳ Κυρίου μελέτα ἡμέρας καὶ νυκτός, ἵνα μετ᾽ αὐτοῦ θαρρῶν λέγῃς· ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. Καὶ πάλιν· ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. Καὶ πάλιν· μελετήσω τὸν νόμον σου διαπαντός. Καὶ πάλιν· ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Καὶ πάλιν· ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου.

Καὶ σύ, ἀδελφέ, μὴ κοσμικὰ ὁμίλει, ἀλλὰ πνευματικά. Μὴ περὶ τῶν γηΐνων, ἀλλὰ περὶ τῶν οὐρανίων. Ἄνω ἔχε σου τὴν καρδίαν πρὸς τὸν Σωτῆρα Χριστόν, καὶ εἰπὲ μετὰ τοῦ Δαυΐδ· Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου. Πρὸς αὐτὸν ἀπόβλεπε πάντοτε, λέγων· πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Κατάγαγε δάκρυα, ὅτι οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Νύκτα καὶ ἡμέραν πρὸς τὴν ἐσχάτην ὥραν ἀπόβλεπε. Ὁ ψαλμὸς ἐπὶ τοῦ στόματός σου ἔστω ἀδιαλείπτως· Θεὸς γὰρ ὀνομαζόμενος φυγαδεύει δαίμονας. Λάλει τῷ Θεῷ πολλά, καὶ τοῖς ἀνθρώποις ὀλίγα. Ἀεὶ μνημόνευε τοῦ Θεοῦ, καὶ οὐρανὸς ἡ διάνοιά σου γενήσεται. Μὴ ἀγάπα τὸ τρυφᾶν, ἀλλὰ φεῦγε τὰς ἡδονάς. Μίσησον πᾶσαν χαρὰν τοῦ κόσμου τούτου. Μὴ περικακήσῃς τὴν χαμοκοιτίαν, ὅτι πρόξενός ἐστιν ἀπολαύσεως αἰωνίου. Μὴ φανῇ σοι βάρος ἡ νηστεία, ὅτι εἰς εὐφροσύνην σε παραπέμπει αἰώνιον. Ἐγένου στρατιώτης τοῦ Χριστοῦ; Μὴ συμπλακῇς ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃς. Ἀπετάξω τῷ κόσμῳ; Μὴ ἀγάπα τὸν κόσμον, μηδὲ τὰ ἐν κόσμῳ.

Ἐπέβαλες τὴν χεῖρά σου ἐπ᾽ ἄροτρον; Μὴ στραφῇς εἰς τὰ ὀπίσω. Ἐμνηστεύσω Χριστόν; Ἀνάμεινον αὐτὸν ἐρχόμενον. Καθ᾽ ἑκάστην δὲ ἡμέραν καὶ ὥραν καὶ στιγμὴν αὐτοῦ μνημόνευε, ὡς νύμφη τοῦ ἑαυτῆς νυμφίου. Ἀεὶ εἰς αὐτὸν ἔχε τὸν νοῦν, ὥσπερ φίλανδρος γυνὴ ἔχουσα τὸν ἑαυτῆς ἄνδρα ἐν ἀποδημίᾳ, ἥτις ἐν πολλῇ μερίμνῃ οὖσα καὶ θλίψει, οὐ παύεται κατασκοποῦσα τὰς ὁδοὺς καὶ τοὺς παρερχομένους ἐρωτῶσα· ὅπου δ᾽ ἂν ἀπέλθῃ, περὶ αὐτοῦ ὁμιλεῖ, καὶ κοιμωμένη αὐτὸν προσδοκᾷ καὶ ἀκροᾶται, καὶ οὐ τυγχάνει ἀνέσεως, οὔτε γελᾷ μετά τινος, οὐκ εὐφραίνεται, οὐ παύεται δακρύουσα, ἕως οὗ ὑποδέξηται τὸν ποθούμενον.

Οὕτως οὖν καὶ σύ, Χριστιανέ, καὶ μάλιστα ὁ ἀποταξάμενος τῷ ματαίῳ βίῳ. Καὶ τί λέγω ὁ ἀποταξάμενος; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα ἕκαστος κομίσηται τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. Λοιπὸν οὖν, ἀδελφέ, μὴ ποθήσῃς τρυφὴν πρόσκαιρον· μὴ ζητήσῃς ἀνάπαυσιν σωματικήν· μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδὲ ἀμερίμνως δίαγε, ἀλλ᾽ ἔχε τὸν Θεὸν πρὸ ὀφθαλμῶν σου πάντοτε, ἵνα μετὰ τοῦ ἁγίου Δαυῒδ δυνηθῇς λέγειν· προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός. Μὴ παύσῃ ἐρευνῶν τὰς θείας Γραφάς. Μὴ παύσῃ ἐρωτῶν τὴν μητέρα σου τὴν Ἐκκλησίαν, πότε παραγένηται ὁ ποθούμενος Νυμφίος καὶ τὸ σημεῖον τῆς αὐτοῦ παρουσίας.