Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος περὶ κρίσεως καὶ ἀναστάσεως

Ἐφραίμ ὁ Σύρος

Η Δευτέρα Παρουσία, η ανάσταση των σωμάτων και το πυρ της Κρίσεως

Περιγραφή της έλευσης του Χριστού, της έγερσης των νεκρών, της φανέρωσης των έργων και του καθολικού πυρός, με παράλληλη προτροπή για άμεμπτη συμμετοχή στη σύναξη των αγίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Λόγος περὶ κρίσεως καὶ ἀναστάσεως Δεῦτε πάντες, ἀδελφοί, καὶ ἀκούσατε ἐμοῦ τοῦ ἐλαχίστου Ἐφραΐμ, καὶ θήσωμεν κριτὴν ἡμέτερον λογισμόν, ἵνα καταμάθωμεν ἡμετέραν καρδίαν, εἰ καθάπερ λέγουσιν αἱ θεόπνευστοι Γραφαί, οὕτως πορευόμεθα. Μὴ ἄρα ἀθετῶμεν τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν ᾧ ἐσφραγίσθημεν, καὶ εἰ μέν τις συνεῖδε καλὰ ἔργα ἐν αὐτῷ, σπουδαζέτω αὐξῆσαι τὴν χάριν, ἣν ἔλαβε παρὰ τοῦ φιλανθρώπου ἐν ταπεινοφροσύνῃ. Εἰ δὲ ἐν ἁμαρτίαις κατεγνωσμένοι ἐσμέν, διὰ τί ἀμελοῦμεν, φιλόχριστοι ἀδελφοί; Ἰδοὺ γὰρ κατέφθασεν ἐφ᾽ ἡμᾶς, ὦ ἀδελφοί, ἡ ἡμέρα ἐκείνη, ἐν ᾗπερ σκοτίζεται τὸ φέγγος τοῦ ἡλίου καὶ πίπτουσι τὰ ἄστρα· ἐν ᾗπερ εἱλίσσεται ὡς βιβλίον ὁ οὐρανός· ἐν ᾗπερ βοᾷ σάλπιγξ μέγαν καὶ φρικτὸν ἦχον ἐξυπνίζουσα πάντας τοὺς ἀπ᾽ αἰῶνος νεκρούς· ἐν ᾗπερ ἐκκενοῦται τὰ ταμεῖα τοῦ ᾅδου διὰ φωνῆς τοῦ Κριτοῦ· ἐν ᾗπερ γίνεται ὁ Χριστὸς ἐν νεφέλαις μετὰ ἁγίων Ἀγγέλων κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Ἀληθῶς γὰρ φοβερὰ ὑπάρχει ἡ τοῦ Χριστοῦ ἐν δόξῃ παρουσία.

Θαῦμα γάρ ἐστι, φιλόχριστοι, θεωρῆσαι ἐξαίφνης οὐρανὸν σχιζόμενον καὶ γῆν ἀλασσομένην, νεκροὺς ἐγειρομένους. Παριστάνει γὰρ ἡ γῆ τοῦ ἀνθρώπου τὸ σῶμα ὁποῖον ἀπέλαβεν κἂν θῆρες ἐσπάραξαν, κἂν ὄρνεον ἔφαγεν, κἂν ἰχθὺς ἐμέλισεν. Οὐκ ἀπολιμπάνεται οὔτε θρὶξ τοῦ ἀνθρώπου ἐνώπιον τοῦ Κριτοῦ, καὶ γὰρ μεταβάλλονται 〈ὑπὸ〉 τοῦ Θεοῦ εἰς ἀφθαρσίαν ἕκαστος. Τοιοῦτον γὰρ ἅπαντες ἀπολαμβάνουσι σῶμα, πρὸς τὰ ἴδια ἔργα. Τὸ σῶμα τῶν δικαίων λάμπει ἑπταπλασίως ὑπὲρ φέγγος ἡλίου· τὰ δὲ τῶν ἁμαρτωλῶν σκοτεινὰ εὑρίσκονται καὶ δυσωδίας μεστά· τὸ σῶμα γὰρ τοῦ ἀνδρὸς μηνύει πράξεις αὐτοῦ· εἷς γὰρ ἕκαστος ἡμῶν πράξεις αὐτοῦ βαστάζει ἐν ἰδίῳ σώματι· καὶ γὰρ χαλεπὴ τότε ἐξέτασις γίνεται τῶν ἡμετέρων ἔργων· κἂν γὰρ διὰ ῥημάτων ἥμαρτέ τις ἡμῶν κἂν δι᾽ ἐνθυμημάτων, περιιστᾷ αὐτῷ τότε· κἂν ἀγαθὸν ἔπραξεν, ὁμοίως δὲ καὶ κακόν, ἐναργῶς βλέπει αὐτά· ὅπου δ᾽ ἂν ἀτενίσῃ, πράξεις αὐτοῦ θεωρεῖ.

Ἀγωνισώμεθα οὖν, ἀδελφοὶ ἀγαπητοί, ἐκφυγεῖν τὸ ὄνειδος καὶ τὴν φρικτὴν αἰσχύνην συναντῶσαν τότε τοῖς ἁμαρτωλοῖς πᾶσι, καὶ γενέσθαι μέτοχοι τῶν ἀγαθῶν ἐκείνων, ὧν ἡτοίμασε Θεὸς ἅπασι τοῖς δικαίοις, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου [οὐκ] ἀνέβη· εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι. Ὅταν γὰρ κατέρχεται ὁ Χριστὸς ἐξ οὐρανοῦ, εὐθὺς πῦρ τὸ ἄσβεστον διατρέχει πανταχοῦ πρὸ προσώπου τοῦ Χριστοῦ καὶ καλύπτει τὰ πάντα. Καὶ γὰρ ὁ ἐπὶ Νῶε γεγονὼς κατακλυσμός, τύπος ὑπῆρχε τούτου τοῦ πυρὸς τοῦ ἀσβέστου. Ὧσπερ γὰρ ἐκάλυψε πᾶσαν κορυφὴν ὄρους, οὕτως καὶ τὸ πῦρ τότε καλύπτει τὰ σύμπαντα. Τότε περιτρέχουσιν οἱ Ἄγγελοι πανταχοῦ καὶ ἁρπάζουσι πάντας τοὺς ἁγίους καὶ πιστοὺς ἐν δόξῃ ἐν νεφέλαις εἰς ἀπάντησιν Χριστοῦ.

Σπουδάσωμεν οὖν, φίλοι, εὑρεθῆναι ἄξιοι τῆς ἁρπαγῆς ἐκείνης, καὶ σταθῆναι ἄμεμπτοι καὶ ἀνέγκλητοι τότε ἐνώπιον τοῦ φρικτοῦ καὶ φοβεροῦ βήματος. Μακάριος γάρ ἐστιν ἐν νεφέλαις συναντῶν τῷ Βασιλεῖ τῆς δόξης, ὥσπερ οὖν τρισάθλιος ὁ ἀποστερούμενος ἐκείνης τῆς ἁρπαγῆς· οἱ γὰρ μὴ ἁρπασθέντες ἐν ἐνδόξοις νεφέλαις σημαίνουσιν ὑπάρχειν ἀσεβεῖς ἁμαρτωλοί.