Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος περὶ κρίσεως καὶ ἀναστάσεως

Ἐφραίμ ὁ Σύρος

Ο αγώνας κατά των παθών, η καθαρότητα του λογισμού και οι συνέπειες των κακών επιθυμιών

Έκκληση για μετάνοια, ανάλυση της αναγκαιότητας της εσωτερικής σωφροσύνης έναντι της νοερής συγκατάθεσης στους κακούς λογισμούς και αναφορά σε βιβλικά πρόσωπα που υπέστησαν πτώσεις λόγω των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Μὴ οὖν ἀμελήσωμεν, φιλόχριστοι ἀδελφοί. Ἰδοὺ γὰρ τὸ στάδιον ἠνέῳκται ἅπασιν. Ὡς ἔχομεν οὖν καιρὸν σπουδάσωμεν μετανοῆσαι. Τὰ ὀλέθρια πάθη τοῦ σώματος καὶ ψυχῆς νικήσωμεν ἡδονήν, ὡς σώφρων Ἰωσήφ, μὴ τῷ σώματι μόνον, ἀλλὰ καὶ τῷ λογισμῷ· ὁ γὰρ τέλειος ἀνὴρ οὕτω σπεύδει σωφρονεῖν.

Ὁ γὰρ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Καὶ γὰρ τὰς τοῦ σώματος πράξεις πολλαὶ ἀφορμαὶ πολλάκις ἐξέκοψαν καὶ ἀνθρώπινος φόβος πολλάκις ἀνέτρεψε· αἱ δὲ τῆς διανοίας ἀφόβως ἐνεργοῦνται 〈καὶ〉 ἄνευ κόπου πράσσονται. Οἷόν τι λέγω, φίλοι· πολλάκις τις ἐξ ὑμῶν προσέσχεν ἀκολάστως καὶ συνεπέθετο τῷ ἰδίῳ λογισμῷ καὶ παρέδραμεν εὐθύς. Ἔοικεν ὁ τοιοῦτος δορκάδι τοξευθείσῃ, τὰς χεῖρας τῶν θηρατῶν πολλάκις ἐκφυγοῦσα, τὸ δὲ βέλος λαβοῦσα μεθ᾽ ἑαυτῆς ἀπῆλθεν. Ἐὰν γάρ τις ἐξ ἡμῶν ἡττηθῇ τῷ λογισμῷ, οὐκέτι ὁ τοιοῦτος διὰ Θεὸν σωφρονεῖ, εἰ μὴ γὰρ διὰ φόβον πολλάκις τῶν ἀνθρώπων ἢ διὰ τὴν αἰσχύνην, καὶ τὸ σῶμα ἔφθειρε σὺν τῇ ἑαυτοῦ ψυχῇ. Οὐκέτι οὖν ἐκεῖνος ὡς σώφρων στεφανοῦται, ἀλλ᾽ ὡς ἀνθρωπάρεσκος κολάζεται ἀπαύστως, εἰ μὴ μετανοήσῃ· εἰ δὲ προκαταληφθῇ καὶ ἡττηθῇ πώποτε τῷ ἰδίῳ λογισμῷ, ἰάσεται τὸ τραῦμα διὰ τῆς μετανοίας.

Φύγωμεν οὖν, ἀδελφοί, κακὴν ἐπιθυμίαν· αὕτη γὰρ ἐγύμνωσεν ἐκ τῆς δόξης τὴν Εὔαν, ἵνα ἐπιθυμήσῃ γεῦσιν μιᾶς βρώσεως. Αὕτη καὶ κατακλυσμὸν ἐπήγαγε τῷ κόσμῳ· εἶδον γὰρ υἱοὶ Θεοῦ πρὸς αὐτάς, καὶ ἐμιάνθησαν αἰσχρῶς.

Αὕτη τὴν Αἰγυπτίαν ἐποίησε μανῆναι τῷ σώφρονι Ἰωσήφ· ὁ νέος δὲ ἐκεῖνος, τὸν Θεὸν φοβούμενος, ἐνίκησεν ἀσπίδα συγκλεισθεῖσαν σὺν αὐτῷ. Αὕτη τὸν ἀριστέα καὶ ἀκαταγώνιστον, τὸν ναζιραῖον Σαμψών, αἰχμάλωτον ἔλαβεν· ὁ γὰρ σπαράξας πρῴην αἱμοβόρον λέοντα καὶ πατάξας χιλίους ἐν σιαγόνι ὄνου, ἐπειδὴ ἐπεθύμησε μετ᾽ ἐχίδνης συνοικεῖν, ἐξέπεσαν εὐθὺς αἱ τρίχες τοῦ ναζιραίου, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ τυφλωθεὶς ἐλεεινῶς, πᾶσι καταγέλαστος ἀνεδείχθη εὐθέως. Ὡσαύτως δὲ καὶ Δαυῒδ τὸν Οὐρίαν ἔσφαξε. Διὰ ἐπιθυμίας Ναβουθὲ ἀπέθανεν. Αὕτη καὶ τὸν ἄθλιον Ἰούδαν ἐποίησε παραδοῦναι τὸν Χριστόν, τὸν ἴδιον Δεσπότην.