Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος περὶ τῆς κοινῆς ἀναστάσεως, περὶ μετανοίας καὶ περὶ ἀγάπης, καὶ εἰς τὴν δευτέραν παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Η υπεροχή της αγάπης και η αναγκαιότητα της μετανοίας

Εισαγωγική αναφορά στην ανυπόκριτη αγάπη ως βάση των αρετών και προτροπή σε έμπρακτη μετάνοια εν όψει της επερχόμενης κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 5

Λόγος περὶ τῆς κοινῆς ἀναστάσεως καὶ μετανοίας καὶ ἀγάπης. Καὶ εἰς τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ἀγαπητοί, μηδὲν προτιμησώμεθα πλέον τῆς ἀνυποκρίτου ἀγάπης· πολλὰ γὰρ πταίομεν καθ᾽ ἑκάστην ἡμέραν καὶ ὥραν. Καὶ διὰ τοῦτο τὴν ἀγάπην κτησώμεθα· αὕτη γὰρ καλύπτει πλῆθος ἁμαρτιῶν. Τί γὰρ τὸ ὄφελος, ἀδελφοί, ἐὰν πάντα ἔχωμεν, τὴν δὲ σῴζουσαν ἡμᾶς ἀγάπην οὐκ ἔχωμεν; Τί τὸ ὄφελος, ἐάν τις ἄριστον ποιήσῃ μέγα καὶ καλέσῃ βασιλέα καὶ ἄρχοντας, καὶ πάντα ἑτοιμάσῃ τὰ ἐν ὑπηρεσίᾳ ἐν οὐδενὶ λειπόμενος, ἅλας δὲ οὐκ ἔχῃ; Μὴ δύναται βρωθῆναι ὁ ἄριστος ἐκεῖνος; Οὐ μόνον δὲ τὴν ἔξοδον ἐζημιώθη καὶ τοὺς κόπους ἀπώλεσεν, ἀλλὰ καὶ ἑαυτῷ ὕβριν προσήνεγκε παρὰ τῶν κεκλημένων.

Οὕτως καὶ ἐνταῦθα, ἀδελφοί μου, τί τὸ ὄφελος ἡμᾶς εἰς ἀνέμους κοπιᾶν χωρὶς ἀγάπης; Χωρὶς τῆς ἀγάπης πᾶν ἔργον ἀκάθαρτον· κἂν παρθενίαν τις ἔχῃ, κἂν νηστεύῃ, εἴτε ἀγρυπνῇ, κἂν εὔχηται, κἂν δοχὴν ποιῇ πτωχοῖς, εἴτε δῶρα προσφέρῃ τῷ Θεῷ ἢ ἀπαρχὰς καὶ καρποφορίας, κἂν ἐκκλησίας κτίζῃ, ἢ μεῖζον ἄλλο τι πράττῃ, χωρὶς ἀγάπης πάντα εἰς κενὸν λογισθήσονται παρὰ τῷ Θεῷ· οὐ γὰρ εὐδοκεῖ ἐν αὐτοῖς. Μὴ οὖν βουληθῇς χωρὶς τῆς ἀγάπης ποιῆσαί τι. Ἐὰν δὲ εἴπῃς, κἂν τὸν ἀδελφόν μου μισῶ, ἀλλὰ τὸν Χριστὸν ἀγαπῶ, εὑρίσκῃ ψεύστης. Ἐλέγχει σε Ἰωάννης ὁ Θεολόγος, λέγων ὅτι ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακε, πῶς δύναται ἀγαπᾶν τὸν Θεόν, ὃν οὐχ ἑώρακε;

Φανερὸν οὖν ἐστὶν ὅτι ὁ ἔχων μῖσος κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ δοκῶν ἀγαπᾶν τὸν Θεὸν ψεύστης ἐστὶν καὶ ἑαυτὸν φρεναπατᾷ. Λέγει γὰρ πάλιν Ἰωάννης ὅτι ταύτην τὴν ἐντολὴν ἀπ᾽ αὐτοῦ ἔχομεν, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Καὶ πάλιν ὁ Κύριος λέγει· ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.

Ὢ θαῦμα ἐξαίσιον καὶ παράδοξον! Ὅτι ὁ ἔχων τὴν ἀγάπην ὅλον τὸν νόμον πληροῖ· πλήρωμα γὰρ νόμου ἡ ἀγάπη. Ὢ δύναμις ἀγάπης ἀνείκαστος! Ὢ δύναμις ἀγάπης ἀμέτρητος! Οὐδὲν τῆς ἀγάπης τιμιώτερον, οὔτε ἐν τῷ οὐρανῷ, οὔτε ἐν τῇ γῇ. Αὕτη ἡ θεία ἀγάπη ἐστὶ τὸ κεφάλαιον τῶν ἀρετῶν. Ἡ ἀγάπη αἰτία πάντων τῶν ἀγαθῶν. Ἡ ἀγάπη τὸ ἅλας τῶν ἀρετῶν. Ἡ ἀγάπη τὸ τέλος τοῦ νόμου. Αὕτη ἐνῴκησεν ἐν τῇ καρδίᾳ τοῦ Ἄβελ. Αὕτη τοῖς Πατριάρχαις συνήργησεν.

Αὕτη τὸν Μωυσῆν ἐφύλαξεν. Αὕτη ἐν τοῖς Προφήταις κατεσκήνωσεν. Αὕτη τὸν Δαυῒδ οἰκητήριον τοῦ Ἁγίου Πνεύματος ἐποίησεν. Αὕτη τὸν Ἰὼβ ἐνίσχυσεν. Καὶ τί οὐ λέγω τὰ μείζονα; Αὕτη τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ τῶν οὐρανῶν πρὸς ἡμᾶς κατήγαγε. Διὰ τῆς ἀγάπης πάντα τὰ ἀγαθὰ ἐφανερώθη. Ὁ θάνατος κατελύθη, ὁ ᾅδης ᾐχμαλωτίσθη, ὁ Ἀδὰμ ἀνακέκληται. Διὰ τῆς ἀγάπης μία ποίμνη γέγονεν Ἀγγέλων καὶ ἀνθρώπων. Διὰ τῆς ἀγάπης ὁ παράδεισος ἠνέῳκται, ἡ βασιλεία τῶν οὐρανῶν ἐπήγγελται. Αὕτη τοὺς ἁλιεῖς ἐσόφισεν. Αὕτη τοὺς Μάρτυρας ἐνίσχυσεν. Αὕτη τὰς ἐρήμους πολιτείας ἀνέδειξεν. Αὕτη τὰ ὄρη καὶ τὰ σπήλαια ψαλμῳδίας ἐπλήρωσεν. Αὕτη ἐδίδαξεν ἄνδρας τε καὶ γυναῖκας τὴν στενὴν καὶ τεθλιμμένην βαδίζειν ὁδόν. Ἀλλὰ μέχρι τίνος οὐ στήσω τὸν περὶ τῆς ἀγάπης λόγον; Τίς γὰρ ἱκανὸς πάντα διηγήσασθαι τὰ τῆς ἀγάπης κατορθώματα;

Ἀλλὰ οὔτε οἱ Ἄγγελοι κατ᾽ ἀξίαν διηγήσονται. Ὦ μακαρία ἀγάπη, χορηγὲ πάντων τῶν ἀγαθῶν. Ὧ μακάριοι καὶ τρισμακάριοι, οἱ τὴν ἀληθινὴν καὶ ἀνυπόκριτον ἀγάπην κτησάμενοι. Καθὼς εἶπεν ὁ Δεσπότης, ὅτι μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ταύτην τὴν θείαν ἀγάπην ἔχων Παῦλος ὁ ἀπόστολος, ἔλεγεν· ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται. Οὐκ ἀποδιδοῖ κακὸν ἀντὶ κακοῦ, οὐ λοιδορίαν ἀντὶ λοιδορίας. Ταύτην ὁ κτησάμενος οὐδενὶ ὑπερηφανεῖ, οὐ φθονεῖ, οὐκ ὀργίζεται, οὐ γογγύζει, οὐ μισεῖ τὸν ἀδελφόν ποτε. Ταύτην ὁ ἔχων οὐ μόνον τοὺς ἀγαπῶντας αὐτὸν ἀγαπᾷ, ἀλλὰ καὶ τοὺς θλίβοντας αὐτόν.

Ταύτην τὴν θείαν ἀγάπην ἔχων Στέφανος ὁ πρωτομάρτυς, ὑπὲρ τῶν λιθαζόντων αὐτὸν παρεκάλει τὸν Θεόν, λέγων· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Μακάριος ὁ ἄνθρωπος ὁ πάντα περιφρονήσας καὶ τὴν ἀγάπην κτησάμενος.

Τούτου ὁ μισθὸς καθ᾽ ἑκάστην ἡμέραν αὐξάνει. Τούτου ὁ στέφανος ἡτοίμασται. Τοῦτον πάντες οἱ Ἄγγελοι μακαρίζουσι. Τούτου ὁ Δεσπότης οὐδέποτε χωρίζεται· ὁ Θεὸς γὰρ ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ.

Καὶ περὶ μὲν τῆς ἀγάπης ταῦτα. Ἡμεῖς δὲ πάλιν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, καὶ λαλήσωμεν περὶ μετανοίας καὶ περὶ τῆς μελλούσης κρίσεως. Ταῦτα μελετῶμεν, ἀγαπητοί, νυκτὸς καὶ ἡμέρας, πρὸς τὴν ἐσχάτην ἀποβλέποντες ὥραν, καὶ οὐ μὴ λάθησθε τῆς μηδέποτε σβεννυμένης φλογός. Ὁ ψαλμὸς ἐπὶ τοῦ στόματος ὑμῶν ἀδιαλείπτως ἔστω· Θεὸς γὰρ ὀνομαζόμενος φυγαδεύει τοὺς δαίμονας. Ὅπου ὁ ψαλμός, ἐκεῖ καὶ ὁ Θεός· ὅπου δὲ τὰ διαβολικὰ ᾄσματα, ἐκεῖ ὀργὴ Θεοῦ καὶ οὐαί. Ὅπου ἱεραὶ βίβλοι καὶ ἀναγνώσεις, ἐκεῖ εὐφροσύνη δικαίων καὶ σωτηρία ψυχῶν· ὅπου δὲ κιθάραι καὶ χοροί, ἐκεῖ σκοτισμὸς ἀνδρῶν τε καὶ γυναικῶν καὶ τοῦ Διαβόλου ἑορτή. Τί οὖν τὸ ὄφελος, ἀδελφοί, ἔνθεν πρὸς ὥραν χορεύειν καὶ πανηγυρίζειν, ἐκεῖ δὲ κολάζεσθαι εἰς τοὺς αἰῶνας; Ἐννοήσωμεν ὅτι οὐδὲν ἡμᾶς ὠφελήσουσι τὰ πέρατα τῆς γῆς ἐν τῇ ὥρᾳ ἐκείνῃ. Ἐνθυμηθῶμεν ὅτι ἐκεῖ οὐδεὶς δύναται βοηθῆσαι ἄλλον, ἀλλ᾽ ἕκαστος τὸ ἴδιον φορτίον βαστάζων ἵσταται, ἐκδεχόμενος τὴν ἀπόφασιν τὴν μέλλουσαν ἐξελθεῖν κατ᾽ αὐτοῦ.

Ταῦτα κατὰ νοῦν ἔχοντες, ἀγαπητοί, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, ὡς ὁ Ἀπόστολος ἐδίδαξε. Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους καὶ τὰ τῶν ἐθνῶν σχήματα, καὶ μηκέτι περιπατήσωμεν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατοῦσι. Τὰς τῶν Ἁγίων μνείας ἐπιτελοῦντες, μνημονεύσωμεν πάντων τῶν ἐν ἀδυναμίᾳ, χηρῶν, ὀρφανῶν, ξένων, πτωχῶν, τῶν ἐν φυλακαῖς, τῶν ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Τὰς ἑορτὰς τιμήσωμεν, ἑορτάζοντες μὴ πανηγυρικῶς, ἀλλὰ θεϊκῶς· μὴ κοσμικῶς, ἀλλ᾽ ὑπερκοσμίως καὶ χριστιανικῶς. Μὴ πρόθυρα στεφανώσωμεν, μὴ χοροὺς στησώμεθα, μὴ αὐλοῖς καὶ κιθάραις τὴν ἀκοὴν ἡμῶν ἐκθηλύνωμεν, μὴ ἱμάτια μαλακὰ περιβαλώμεθα, μὴ χρυσοῦ περιλάμψεσι, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις· ἀλλὰ ταῦτα πάντα παρεάσωμεν Ἕλλησι καὶ Ἰουδαίοις. Ἡμεῖς δὲ τῷ τιμίῳ καὶ ζωοποιῷ σταυρῷ τοῦ Σωτῆρος τὰ πρόθυρα ἡμῶν στεφανώσωμεν, λέγοντες μετὰ τοῦ Ἀποστόλου· ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.