Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος περὶ τῆς κοινῆς ἀναστάσεως, περὶ μετανοίας καὶ περὶ ἀγάπης, καὶ εἰς τὴν δευτέραν παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Ο τρόμος της κρίσεως και η εξέταση των έργων

Η συγκλονιστική εμπειρία της κρίσεως, ο ίλιγγος μπροστά στο μέγεθος του γεγονότος και η αυστηρή εξέταση της τήρησης των υποσχέσεων του βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Ἐρώτησις. Ἠρώτησαν αὐτὸν οἱ φιλόχριστοι ἀκροαταί· διδάσκαλε, εἰπὲ ἡμῖν καὶ τὰ τούτοις ἀκόλουθα, καὶ πῶς ἐπερωτῶνται. Ἀπόκρισις. Τότε, ἀδελφοί μου φιλόχριστοι, πᾶσα ἡ ἀνθρωπότης ἱσταμένη μέσον τῆς βασιλείας καὶ τῆς κρίσεως, μέσον ζωῆς καὶ θανάτου, μέσον χαρᾶς καὶ ἀνάγκης· καὶ πάντες κάτω νεύοντες βλέπουσι τοὺς ἔμπροσθεν τοῦ βήματος παρισταμένους καὶ ἐπερωτωμένους, καὶ μάλιστα τοὺς ἐν ἀμελείᾳ ζήσαντας. Καὶ ταῦτα θεωροῦντες, πάλιν κάτω νεύοντες ἐνθυμοῦνται τὰς πράξεις αὐτῶν. Ἀλλὰ καὶ βλέπει ἕκαστος τὰ ἴδια ἔργα ἔμπροσθεν αὐτοῦ ἱστάμενα, εἴτε ἀγαθὰ εἴτε φαῦλα· ἕκαστος ἃ προέπεμψε. Τότε οἱ φαῦλα πράξαντες καὶ μὴ μετανοήσαντες ὀδυρόμενοι λέγουσιν· ὤ, πῶς οὐκ ἠγωνισάμεθα οἱ ἄθλιοι, ἀλλ᾽ ἐν ἀμελείᾳ τὸν καιρὸν ἀπωλέσαμεν, παίζοντες καὶ παιζόμενοι; Πῶς οὐκ ἠγρυπνήσαμεν; Διατί οὐκ ἐνηστεύσαμεν; Διατί οὐκ ἠλεήσαμεν πτωχούς; Διατί ἐφθονήσαμεν οἱ ἄθλιοι καὶ ἐπράξαμεν κακά; Διατί οὐ μετενοήσαμεν, ὡς καιρὸς ἦν μετανοίας, ἀλλὰ γελῶντες καὶ τρυφῶντες καὶ μετεωριζόμενοι ἐτελέσαμεν; Ὅτε μετανοίας καιρὸς οὐκέτι ἐστί, τί ποιήσωμεν; Ὅτι ἔφθασεν ἡ φοβερὰ ἡμέρα καὶ ὥρα, ἣν ἠκούσαμεν πολλάκις καὶ ἐγελῶμεν. Τί ποιήσωμεν οἱ ἐλεεινοί, ὅτι αἱ βίβλοι ἠνεῴχθησαν καὶ κρίνουσιν ἅπαντας;

Ταῦτα αὐτῶν διαλογιζομένων, ἀκούουσι τῆς φωνῆς τοῦ Κριτοῦ φοβερῶς κεκραγότος καὶ λέγοντος· δείξατε τὰ ἔργα ὑμῶν καὶ λάβετε τὸν μισθόν. Ἐν δὲ τῇ ὥρᾳ ἐκείνῃ σαλευθήσονται πάντα τὰ τάγματα τῶν Χριστιανῶν· ἀρχιερεῖς καὶ διάκονοι καὶ τὰ λοιπὰ τάγματα τῆς Ἐκκλησίας. Ἕκαστος γάρ, ὡς λέγει ὁ Ἀπόστολος, ἐγείρεται ἐν τῷ ἰδίῳ τάγματι δοῦναι λόγον τῷ Θεῷ. Τότε σαλευθήσονται 〈φόβῳ〉 βασιλεῖς καὶ δυνάσται, σοφοὶ καὶ πλούσιοι καὶ πένητες, διότι ἐπέστη ἡ ὥρα, ἵνα θερίσῃ ἕκαστος ὃ ἔσπειρεν.

Ἐρώτησις. Ἠρώτησαν οἱ φιλόχριστοι ἀκροαταί· εἰπὲ ἡμῖν καὶ μετὰ ταῦτα, δοῦλε τοῦ Θεοῦ, τί μέλλουσιν ἀκούειν ἢ παθεῖν. Ἀπόκρισις. Οἴμοι, ἀδελφοί μου φιλόχριστοι! Θέλω εἰπεῖν καὶ τὰ μετὰ ταῦτα, καὶ ἐκ τοῦ φόβου ἀνακόπτομαι! Ἡ φωνή μου ἐκλείπει, τὰ δάκρυά μου προτρέχουσι, καὶ ἰλιγγιῶ! Φρικτὸν γὰρ τὸ διήγημα.

Ἐρώτησις. Οἱ φιλόχριστοι· εἰπὲ διὰ τὸν Κύριον πρὸς ἡμετέραν ὠφέλειαν. Ὁ διδάσκαλος λέγει· τότε, φιλόχριστοι, ἐρευνᾶται ἑκάστου ἡ σφραγὶς τοῦ Χριστιανισμοῦ, ἣν ἔλαβεν ἕκαστος ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ διὰ τοῦ βαπτίσματος, καὶ ἀπαιτεῖται ἕκαστος τὴν πίστιν ἀμίαντον καὶ τὴν σφραγῖδα ἄθραυστον καὶ τὸν χιτῶνα ἀμόλυντον, καὶ τὴν καλὴν ὁμολογίαν ἣν ὡμολόγησεν ἐπὶ πολλῶν μαρτύρων, λέγων· ἀποτάσσομαι τῷ Σατανᾷ καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ· οὐχὶ ἑνὶ ἢ δύο ἢ πέντε, ἀλλὰ πᾶσι τοῖς ἔργοις τοῦ Διαβόλου. Ταύτην οὖν τὴν καλὴν ἀποταγὴν ἀπαιτούμεθα ἐν τῇ ὥρᾳ ἐκείνῃ· καὶ μακάριος ὅστις ἐφύλαξε, καθὼς καὶ συνετάχθη. Δι᾽ ἑνὸς γὰρ ῥήματος ἀποτάσσεται πᾶσι τοῖς ἔργοις τοῦ Διαβόλου· μοιχείαν τὴν βδελυρωτάτην, πορνείαν, φόνους, ἀκαθαρσίαν, φθόνον, κλοπήν, λοιδορίαν, πικρίαν, θυμόν, ἀργολογίαν, μέθην, μνησικακίαν, ζῆλον, ὑπερηφανίαν, βλακείαν, γέλωτα, κιθαρισμούς, ὀρχησμούς, χοραυλίας, καταλέγματα, τραγῳδίας, τὰ ᾄσματα τῶν δαιμόνων, πλεονεξίαν, μισαδελφίαν, τὰ ἔσχατα πάντων τῶν κακῶν, πρωτομαντίαν, εἰδωλολατρίαν, φαρμακείαν. Ταῦτα καὶ τὰ τούτοις ὅμοια ἀποτάσσεται πᾶς Χριστιανὸς ἐπὶ τῆς ἁγίας κολυμβήθρας.