Ἠκούσατε, ἀδελφοί μου, τὴν ἀπόφασιν. Ἠκούσατε τί πανθάνουσιν οἱ ἀμελοῦντες. Ἠκούσατε τὰ περὶ τῆς φοβερᾶς ἡμέρας ἐκείνης καὶ τῆς πονηρᾶς ὥρας. Φροντίσωμεν, ἀδελφοί· ἐκείνη γὰρ ἡ ὥρα ἐστὶν ἡ δοκιμάζουσα ὅλον τὸν βίον ἡμῶν. Περὶ ταύτης τῆς φρικτῆς ὥρας ἡ θεία Γραφὴ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν ἐν ταῖς ἁγίαις ἐκκλησίαις βοᾷ καὶ προλέγει καὶ διαμαρτύρεται, ἵνα μὴ καταισχυνθῶμεν ἐν τῇ ὥρᾳ ἐκείνῃ. Περὶ ταύτης τῆς ὥρας ἔλεγεν ὁ προφήτης Δαυΐδ, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Περὶ ταύτης τῆς ὥρας ὁ Ἀπόστολος ἐβόα· βλέπετε πῶς ἀκριβῶς περιπατεῖτε· φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Περὶ ταύτης τῆς ὥρας ἔλεγεν ὁ Δεσπότης Χριστός· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης. Ταύτην τὴν ὥραν κατὰ νοῦν λαβόντες οἱ Ἅγιοι, ἀφῆκαν πάντα τὰ τερπνὰ τοῦ βίου· οἰκίας, πλοῦτον, πρόβατα, βόας, ἵππους, φίλους, ἀδελφούς, συγγενεῖς, τέκνα, τρυφήν, λουτρά, χώρας, δικαστήρια· πάντα ἀφέντες ἔφυγον ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἵνα μὴ καταισχυνθῶσιν ἐν τῇ ὥρᾳ ἐκείνῃ. Καὶ οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες, τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ποθήσαντες, ἥρπασαν τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐν γὰρ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ οὐκ ἔστιν ἄρσεν καὶ θῆλυ, ἀλλ᾽ ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, ὡς γέγραπται.