Ἐρώτησις. Οἱ φιλόχριστοι· εἰπὲ διὰ τὸν Κύριον πρὸς ἡμετέραν ὠφέλειαν. Ὁ διδάσκαλος λέγει· τότε, φιλόχριστοι, ἐρευνᾶται ἑκάστου ἡ σφραγὶς τοῦ Χριστιανισμοῦ, ἣν ἔλαβεν ἕκαστος ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ διὰ τοῦ βαπτίσματος, καὶ ἀπαιτεῖται ἕκαστος τὴν πίστιν ἀμίαντον καὶ τὴν σφραγῖδα ἄθραυστον καὶ τὸν χιτῶνα ἀμόλυντον, καὶ τὴν καλὴν ὁμολογίαν ἣν ὡμολόγησεν ἐπὶ πολλῶν μαρτύρων, λέγων· ἀποτάσσομαι τῷ Σατανᾷ καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ· οὐχὶ ἑνὶ ἢ δύο ἢ πέντε, ἀλλὰ πᾶσι τοῖς ἔργοις τοῦ Διαβόλου. Ταύτην οὖν τὴν καλὴν ἀποταγὴν ἀπαιτούμεθα ἐν τῇ ὥρᾳ ἐκείνῃ· καὶ μακάριος ὅστις ἐφύλαξε, καθὼς καὶ συνετάχθη. Δι᾽ ἑνὸς γὰρ ῥήματος ἀποτάσσεται πᾶσι τοῖς ἔργοις τοῦ Διαβόλου· μοιχείαν τὴν βδελυρωτάτην, πορνείαν, φόνους, ἀκαθαρσίαν, φθόνον, κλοπήν, λοιδορίαν, πικρίαν, θυμόν, ἀργολογίαν, μέθην, μνησικακίαν, ζῆλον, ὑπερηφανίαν, βλακείαν, γέλωτα, κιθαρισμούς, ὀρχησμούς, χοραυλίας, καταλέγματα, τραγῳδίας, τὰ ᾄσματα τῶν δαιμόνων, πλεονεξίαν, μισαδελφίαν, τὰ ἔσχατα πάντων τῶν κακῶν, πρωτομαντίαν, εἰδωλολατρίαν, φαρμακείαν. Ταῦτα καὶ τὰ τούτοις ὅμοια ἀποτάσσεται πᾶς Χριστιανὸς ἐπὶ τῆς ἁγίας κολυμβήθρας.