Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος περὶ τῆς κοινῆς ἀναστάσεως, περὶ μετανοίας καὶ περὶ ἀγάπης, καὶ εἰς τὴν δευτέραν παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Εσχατολογικές προτροπές, μακαρισμοί και δοξολογία

Τελική κλήση σε πνευματική εγρήγορση, μακαρισμοί όσων αγωνίζονται για τη σωτηρία τους και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Ἠκούσατε, ἀδελφοί μου, τὴν ἀπόφασιν. Ἠκούσατε τί πανθάνουσιν οἱ ἀμελοῦντες. Ἠκούσατε τὰ περὶ τῆς φοβερᾶς ἡμέρας ἐκείνης καὶ τῆς πονηρᾶς ὥρας. Φροντίσωμεν, ἀδελφοί· ἐκείνη γὰρ ἡ ὥρα ἐστὶν ἡ δοκιμάζουσα ὅλον τὸν βίον ἡμῶν. Περὶ ταύτης τῆς φρικτῆς ὥρας ἡ θεία Γραφὴ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν ἐν ταῖς ἁγίαις ἐκκλησίαις βοᾷ καὶ προλέγει καὶ διαμαρτύρεται, ἵνα μὴ καταισχυνθῶμεν ἐν τῇ ὥρᾳ ἐκείνῃ. Περὶ ταύτης τῆς ὥρας ἔλεγεν ὁ προφήτης Δαυΐδ, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Περὶ ταύτης τῆς ὥρας ὁ Ἀπόστολος ἐβόα· βλέπετε πῶς ἀκριβῶς περιπατεῖτε· φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Περὶ ταύτης τῆς ὥρας ἔλεγεν ὁ Δεσπότης Χριστός· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης. Ταύτην τὴν ὥραν κατὰ νοῦν λαβόντες οἱ Ἅγιοι, ἀφῆκαν πάντα τὰ τερπνὰ τοῦ βίου· οἰκίας, πλοῦτον, πρόβατα, βόας, ἵππους, φίλους, ἀδελφούς, συγγενεῖς, τέκνα, τρυφήν, λουτρά, χώρας, δικαστήρια· πάντα ἀφέντες ἔφυγον ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἵνα μὴ καταισχυνθῶσιν ἐν τῇ ὥρᾳ ἐκείνῃ. Καὶ οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες, τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ποθήσαντες, ἥρπασαν τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐν γὰρ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ οὐκ ἔστιν ἄρσεν καὶ θῆλυ, ἀλλ᾽ ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, ὡς γέγραπται.

Μακάριοι οἱ σπουδαῖοι. Μακάριοι οἱ πενθοῦντες. Μακάριοι οἱ εὑρισκόμενοι φίλοι Χριστοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ. Μακάριοι οἱ γρηγοροῦντες ἐν ἐλεημοσύνῃ. Μακάριοι οἱ ἀγρυπνοῦντες ἐν προσευχαῖς. Μακάριοι οἱ πραγματευόμενοι καθ᾽ ἑκάστην ἡμέραν τὴν σωτηρίαν τῶν ψυχῶν αὐτῶν. Μακάριοι οἱ κρούοντες εἰς τὴν θύραν τοῦ Χριστοῦ ἐν μακροθυμίᾳ. Μακάριος ὁ ἄνθρωπος, ὁ σκορπίζων τὸ φορτίον τῶν ἁμαρτιῶν αὐτοῦ, ὡς καιρός ἐστι. Μακάριος ὁ ἀγοράζων ἔλαιον, πρὶν λυθῇ ἡ πανήγυρις. Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει οὕτως ποιοῦντα. Μακάριοί ἐσμεν καὶ ἡμεῖς, ἀδελφοί, ἐὰν μὴ περικακήσωμεν κρούοντες· ἀνοίξει γὰρ ἡμῖν. Ἀψευδὴς γὰρ ὁ εἰπών· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Καὶ πάλιν, ὅτι τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. Αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν· αὐτὸς ἐποίησεν ἡμᾶς. Αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.