Ἔργον
Ἐφραίμ ὁ Σύρος – Λόγος ψυχωφελής
Η καταπολέμηση των παθών και η σημασία της αγάπης
Παρουσίαση πρακτικών συμβουλών για την υπέρβαση των παθών, τον έλεγχο της οργής και την καλλιέργεια της μακροθυμίας και της εν Χριστώ αγάπης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η καταπολέμηση των παθών και η σημασία της αγάπης
Παρουσίαση πρακτικών συμβουλών για την υπέρβαση των παθών, τον έλεγχο της οργής και την καλλιέργεια της μακροθυμίας και της εν Χριστώ αγάπης.
Μὴ γίνου προπετής, ἵνα μὴ μισηθῇς ὑπὸ πάντων. Μή σοι αὐθαδείας προξενήσῃς. Μὴ δὸς ἄνεσιν ποτὲ τῇ σαρκί σου, ἵνα μὴ γένηται βάρος τῇ ψυχῇ σου. Μή σου βλασφημία ἁρπάζῃ τὴν ἐπιθυμίαν. Μή σου ἀπόγνωσις ἀποκλείσῃ τῆς μετανοίας. Μή σε ἀπόνοια ἐκ τῶν οὐρανῶν κατασπάσῃ. Μὴ μεγαλορρημοσύνη τὰ κρυπτά σου θριαμβεύσῃ. Μὴ βασκανία σου τινὰ ἀμαυρώσῃ. Μὴ ἀφροσύνη τὴν σύνεσίν σου τυφλώσῃ. Μὴ μωρία τὴν φρόνησίν σου σκοτίσῃ. Μὴ ἄνοια τὸν νοῦν σου κυριεύσῃ. Μὴ ἀδιακρισία τὴν διάκρισίν σου ἀλλοιώσῃ· ἤ τι ἕτερον τῶν ἀπηγορευμένων διαλαθὸν τὸν νοῦν ἐν τῇ καρδίᾳ σου ὑπεισέλθῃ, καὶ αἰχμαλωτίσῃ σε τῆς βασιλείας τῶν οὐρανῶν. Ἀλλὰ νῆφε, καθὼς γέγραπται, μελετῶν ἡμέρας καὶ νυκτός, μήπως εὕρῃ σου τὸν νοῦν σχολάζοντα ἀπὸ τῆς μελέτης τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ ἐπισπείρῃ αὐτοῦ τὰ ζιζάνια.
Ἄθλιος καὶ ταλαίπωρος ὁ τῆς ἀγάπης μακρὰν ὑπάρχων· αὐτὸς γὰρ ὀνειροπολῶν τὰς ἡμέρας αὐτοῦ παρέρχεται. Καὶ τίς οὐ μὴ πενθήσῃ τὸν ἄνθρωπον ἐκεῖνον, τὸν ἀπὸ Θεοῦ μακρὰν ὑπάρχοντα; Λέγω γὰρ ὑμῖν, ἀδελφοί, ὅτι ὁ μὴ ἔχων ἀγάπην Θεοῦ, ἐχθρὸς αὐτοῦ ἐστιν· ἀψευδὴς γὰρ ὁ εἰπών, ὅτι ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστίν· ὁ γὰρ μὴ ἔχων ἀγάπην, φίλος ἐστὶ τοῦ Διαβόλου, τῆς ἀλαζονείας σκεῦος, τῶν καταλαλούντων συνόμιλος, τῆς ὑπερηφανίας ἐργάτης· καὶ ἅπαξ ἁπλῶς, ὄργανόν ἐστι τοῦ Διαβόλου.
Ἄθλιος καὶ ταλαίπωρος ὁ μὴ κτησάμενος ὑπομονήν· ὁ γὰρ μὴ ἔχων ὑπομονὴν ῥιπίζεται ὑπὸ ἀνέμου. Ὕβριν οὐ φέρει, ἐν θλίψεσιν ὀλιγωρεῖ, ἐν ὑποταγῇ γόγγυσος, ἐν ὑπακοῇ ἀντίλογος, ἐν ταῖς προσευχαῖς ῥᾴθυμος, ἐν ἀποκρίσεσιν ὀκνηρός, ἐν λογομαχίαις ἀνδρεῖος. Ὁ μὴ ἔχων ὑπομονὴν πολλὰς ζημίας ὑφίσταται, καὶ ἀρετῆς ἐφάψασθαι ὁ τοιοῦτος ἀδυνάτως ἔχει· μᾶλλον δὲ τοῖς εὐδοκιμοῦσιν ἀντίκειται, καὶ τοῖς προκόπτουσι ζηλοτυποῖ. Μακάριος δὲ ὁ ἄνθρωπος ἐκεῖνος ὁ μὴ ῥᾳδίως ὀργιζόμενος ἢ θυμὸν ἐπιδεχόμενος. Ὁ τὸ πνεῦμα τῆς ὀξυχολίας μὴ ἔχων, τὸ Πνεῦμα τὸ Ἅγιον οὐ παροξύνει. Ὁ τοιοῦτος παρὰ πάντων δοξάζεται, ὑπὸ τῶν Ἀγγέλων ἐπαινεῖται, καὶ ὑπὸ Χριστοῦ φιλεῖται.
Τὸ τούτου σῶμα καὶ ἡ ψυχὴ πάντοτε ὑγιαίνει· ὁ δὲ τῆς ὀξυχολίας τῷ πνεύματι κρατούμενος, πολλάκις διὰ μηδαμινὸν πρᾶγμα ὀργίζεται. Καὶ ὄντως ἄθλιος καὶ ταλαίπωρος ὁ ἡττώμενος ἐν τούτοις τοῖς πράγμασιν. Ὁ ὀργιζόμενος ἀναιρεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὥσπερ πάντων τῶν ἀγαθῶν καὶ πασῶν τῶν ἀρετῶν ὑψηλοτέρα ἐστὶν ἡ ἀγάπη, οὕτω καὶ πασῶν ἁμαρτιῶν βαρυτέρα ἐστὶ τὸ μισεῖν τὸν ἀδελφόν· ὁ γὰρ μισῶν τὸν ἀδελφὸν αὐτοῦ μένει ἐν τῷ θανάτῳ. Καὶ ὁ ἀποστερῶν μισθόν, καὶ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, εἰς τὸν χαλεπὸν τόπον τοῦ φονέως κατακριθήσονται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.