Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Μακαρισμοί

Ἐφραίμ ὁ Σύρος

Η καλλιέργεια των αρετών, η μετάνοια και η μοναχική ησυχία

Μακαρισμοί για την αποταγή από τα εγκόσμια, την πνευματική άσκηση, την ωφέλεια της παραμονής στο κελί και τη συμμετοχή στα μυστήρια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Μακαρισμοί, κεφάλαια νεʹ αʹ. Μακάριος ὃς γέγονεν ὅλος ἐλεύθερος ἐν Κυρίῳ ἀπὸ πάντων τῶν γηΐνων τοῦ ματαίου τούτου βίου καὶ Θεὸν μόνον ἠγάπησε τὸν ἀγαθὸν καὶ εὔσπλαγχνον. βʹ. μακάριος ὃς γέγονεν ἀροτὴρ τῶν ἀρετῶν καὶ ὕψωσε θημωνίαν καρπῶν ζωῆς ἐν Κυρίῳ, ὡς ἄρουρα σιτοφόρος.

γʹ. Μακάριος ὃς γέγονε γεωργὸς καλὸς τῶν ἀρετῶν καὶ ἐφύτευσεν ἀμπελῶνα πνευματικόν, καὶ τρυγήσας ἐνέπλησε ληνοὺς αὑτοῦ καρποῖς ζωῆς ἐν Κυρίῳ. δʹ. Μακάριος ὃς εὔφρανε τοὺς συνδούλους αὑτοῦ εὐφρασίαν πνευματικὴν ἐκ τοῦ καρποῦ τῶν ἀρετῶν, ὧν πονήσας ἐφύτευσεν ἀποδοῦναι καρπὸν ζωῆς ἐν Κυρίῳ.

εʹ. Μακάριος ὁ ἱστάμενος ἐν συνάξει καὶ προσευχῇ, ὡς ἄγγελος οὐράνιος, ἁγνοὺς ἔχων καθ᾽ ἑκάστην τοὺς λογισμούς, καὶ πάροδον οὐκ ἔδωκε τῷ Πονηρῷ αἰχμαλωτίσαι ψυχὴν αὑτοῦ ἀπὸ Θεοῦ Σωτῆρος. ϛʹ. Μακάριος ὁ ἐν γνώσει ποθήσας κλαυθμὸν καὶ μετὰ κατανύξεως ῥάνας ἐπὶ γῆς τὰ δάκρυα, ὡς καλοὺς μαργαρίτας ἐνώπιον τοῦ Κυρίου.

ζʹ. Μακάριος ὁ ἀγαπῶν ἁγιασμόν, ὥσπερ τὸ φῶς, καὶ οὐκ ἐμόλυνε σῶμα αὑτοῦ ἐν σκοτεινοῖς ἔργοις τοῦ Πονηροῦ, ἐνώπιον τοῦ Κυρίου. ηʹ. Μακάριος ὁ φυλάσσων τὸ σῶμα αὑτοῦ εἰς ἁγιασμὸν τῷ Σωτῆρι, καὶ οὐ κατῄσχυνε ψυχὴν ἑαυτοῦ ἐν ἔργοις ἀλλοτρίοις, ἀλλ᾽ ἔμεινεν εὐάρεστος ἐν Κυρίῳ.

θʹ. Μακάριος ὁ μισήσας αἰσχρουργίαν μεστὴν οὖσαν τῆς αἰσχύνης, καὶ ἑαυτὸν παρέστησε θυσίαν ζῶσαν, εὐάρεστον τῷ Κυρίῳ. ιʹ. Μακάριος ὁ ἀεὶ ἔχων ἐν ἑαυτῷ μνήμην Θεοῦ· ἔσται γὰρ ὅλος αὐτὸς ὡς ἄγγελος οὐράνιος ἐπὶ τῆς γῆς μετὰ φόβου καὶ ἀγάπης λειτουργῶν τῷ Κυρίῳ.

ιαʹ. Μακάριος ὁ ἀγαπῶν μετάνοιαν τὴν σῴζουσαν ἁμαρτωλούς, καὶ οὐ προσέθετο τοῦ πρᾶξαι φαῦλον, ὡς ἀγνώμων ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. ιβʹ. Μακάριος ὁ καθεσθεὶς ἐν κελλίῳ, ὡς γενναῖος στρατιώτης, φυλάσσων θησαυρὸν βασιλείας, τουτέστι τὸ σῶμα αὑτοῦ σὺν τῇ ψυχῇ ἀμέμπτους ἐν Κυρίῳ.

ιγʹ. Μακάριος ὁ καθεσθεὶς ἐν κελλίῳ, ὡς ἄγγελος ἐν οὐρανῷ, ἁγνοὺς ἔχων τοὺς λογισμοὺς καὶ ἐν στόματι ὑμνῶν τῷ ἔχοντι ἐξουσίαν πάσης πνοῆς. ιδʹ. Μακάριος ὃς γέγονεν ὡς Σεραφὶμ καὶ Χερουβίμ, καὶ οὐκ ὤκνησέ ποτε πρὸς λειτουργίαν πνευματικήν, ἀδιαλείπτως δοξολογῶν τὸν Κύριον.

ιεʹ. Μακάριος ὁ γέμων ἀεὶ χαρᾶς πνευματικῆς, καὶ οὐκ ἐρρᾳθύμησε βαστάσας τὸν χρηστὸν ζυγὸν τοῦ Κυρίου· στεφανωθήσεται γὰρ ἐν δόξῃ. ιϛʹ. Μακάριος ὁ ἐκκαθάρας ἑαυτὸν ἀπὸ πάσης κηλῖδος ἁμαρτιῶν, ἵνα μετὰ παρρησίας δέξηται εἰς οἶκον ἑαυτοῦ τὸν τῆς δόξης Βασιλέα, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.

ιζʹ. Μακάριος ὁ προσερχόμενος μετὰ φόβου καὶ τρόμου καὶ φρίκης τοῖς ἀχράντοις μυστηρίοις τοῦ Σωτῆρος, καὶ ἐπεγνωκὼς ὅτι βίον ἀκατάλυτον ἐδέξατο ἐν ἑαυτῷ. ιηʹ. Μακάριος ὁ μελετῶν καθ᾽ ἑκάστην τὸν θάνατον καὶ καταργήσας πάθη αἰσχρὰ ἐμφωλεύοντα ἐν καρδίαις τῶν ἀμελῶν· παρακληθήσεται γὰρ ὁ τοιοῦτος ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ.

ιθʹ. Μακάριος ὃς μέμνηται διηνεκῶς τοῦ φόβου τῆς γεέννης καὶ σπεύδει ἐν δάκρυσι καὶ στεναγμοῖς εἰλικρινῶς μετανοεῖν ἐν Κυρίῳ· ὅτι ῥυσθήσεται ἐκ τῆς θλίψεως τῆς μεγάλης. κʹ. Μακάριος ὁ ταπεινῶν ἑαυτὸν διηνεκῶς ἑκουσίως· στεφανωθήσεται γὰρ ὑπὸ τοῦ ταπεινώσαντος ἑαυτὸν ἑκουσίως ὑπὲρ ἡμῶν.

καʹ. Μακάριος ὁ μετὰ πάσης εὐλαβείας καθεσθεὶς ἐν κελλίῳ, ὡς Μαρία παρὰ τοὺς πόδας τοῦ Κυρίου, καὶ ἔσπευσεν, ὥσπερ ἡ Μάρθα, εἰ ὑποδοχὴν αὐτοῦ τοῦ Κυρίου καὶ Σωτῆρος. κβʹ. Μακάριος ὁ πυρωθεὶς φόβῳ Θεοῦ, ἔχων ἀεὶ ἐν ἑαυτῷ τὴν θέρμην τοῦ Ἁγίου Πνεύματος, καὶ κατέφλεξε τὰς ἀκάνθας καὶ τριβόλους τῶν πονηρῶν λογισμῶν.