Ἡ μὲν γὰρ ἀγαθότης τὸ πλήρωμα ἔδειξεν, ὅτι ἐγέννησε τὸν χωροῦντα αὐτὴν οὐσιωδῶς· ἡ δὲ φύσις τὸ ἀξίωμα, ὅτι οὐκ ἀνάξιος ὁ χωρῶν, ὡς Υἱός, ὡς ἀγένητος. Τὸ δὲ θέλημα τὴν ἀνάγκην ἐξώρισεν, ὅτι οὐ διά τι γέγονεν, ἀλλ᾽ ἵνα ἀεὶ τελεσθῇ τὸ μυστήριον τῆς ἀϊδιότητος, καὶ ἵνα μὴ εἴπωμεν ὑπ᾽ ἀνάγκην γεγενῆσθαι τὸ θέλημα τῆς φυσικῆς γεννήσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ. Τὸ δὲ Ἅγιον Πνεῦμα μὴ γεννηθὲν προῆλθεν ἐκ τῆς οὐσίας τοῦ Πατρός, οὐχ ἡμιτελές, οὐδ᾽ ἐπιμιγές· οὐ γὰρ ποτὲ μὲν Πατήρ ἐστι, ποτὲ δὲ Υἱός, ἀλλὰ Πνεῦμα Ἅγιον, τὸ πλήρωμα ἔχον τῆς ἀγαθότητος, καὶ προελθὸν εἰς μαρτυρίαν τῆς θεότητος· ὅτι οὐ πάθει, οὐ χρόνῳ, οὐ τρόπῳ, οὐκ αἰτίᾳ τινὶ ὁ Πατὴρ τὸν Υἱὸν ἐγέννησεν· ἀλλὰ φύσει ἀνάγκης ἐλευθέρᾳ, ἣν συνιστᾷ διὰ τῆς ὑποστάσεως αὑτοῦ τὸ Πνεῦμα τὸ Ἅγιον ὅτι θελήσαντα τὸν Πατέρα καὶ ἄλλον κοινωνὸν προβαλεῖν οὐχ ὃν ἔτεκεν, ἀλλὰ Πνεῦμα Ἅγιον ἐκ τῆς οὐσίας αὑτοῦ συνέστησεν· οὐ πρὸ τοῦ Υἱοῦ τὸ πνεῦμα προήγαγεν, ἵνα μὴ εἴπωμεν ὑπ᾽ ἀνάγκην τὸ θέλημα. Οὐδὲ ἐφοβήθη τὸν περὶ αὑτοῦ τῶν ἀνθρώπων ἐνδοιασμόν, ὅτι πῶς ἀπαθὴς ὢν ἐγέννησεν, ἔχων ἀπόδειξιν τὸ Πνεῦμα τὸ Ἅγιον, ὅτι μὴ γεννήσας κατ᾽ αὐτὸν προήγαγεν, οὕτω καὶ γεννήσας Υἱὸν κατ᾽ αὐτὸν ἀπαθῶς ἐγέννησεν. Οὐ γὰρ ἐμειώθη ὑπὸ τοῦ Ἁγίου Πνεύματος προερχομένου, ἵνα μὴ καὶ ἐμπαθῆ τὴν τοῦ Υἱοῦ γέννησιν ὑπολάβωμεν.