Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Μετάνοια καὶ ἐξομολόγησις

Ἐφραίμ ὁ Σύρος

Η λειτουργία της αμαρτίας, οι λογισμοί και η προαίρεση

Εξέταση της σχέσης μεταξύ φύσης και ελεύθερης επιλογής, ο ρόλος της συγκατάθεσης στους εμπαθείς λογισμούς και η υποδούλωση της ψυχής στη συνήθεια και τον διάβολο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 6

Οὗτός μου ἐστὶν ὁ βίος, ἀδελφοί· ταῦτά ἐστι τὰ ἐλαττώματά μου. Εἰ δύνασθε πρὸς τοσοῦτον ὄχλον παρατάξασθαι, εἰκότως ποιεῖτε ἐλεοῦντές με. Εἰ ἰσχύετε τοσούτων κακῶν πάθεσιν ἀνταγωνίσασθαι, καὶ μὴ σπουδάσητε τοῦ ἐπαμύνειν, κακῶς ποιεῖτε. Εἰ πάρεστιν ὑμῖν δύναμις τοσούτων λογισμῶν φάλαγγα καταπραΰναι, ὑμεῖς ὄψεσθε μὴ συμμαχοῦντες. Ἀλλ᾽ ἴσως ἐρεῖτε μὴ δεῖν περὶ λογισμῶν ἀκριβεύεσθαι. Καὶ πῶς, λογισαμένου περὶ αὐτομάτου, τοσαύτη γέγονε τάσις; Ἔχω ὑμῖν καὶ ἐκ τῆς θείας Γραφῆς περὶ τοιούτων παραγαγεῖν ἀποδείξεις. Προσέφερεν Ἰὼβ ὑπὲρ τῶν τέκνων αὐτοῦ, λέγων, μή τι κακὸν ἐλογίσαντο ἐν ταῖς καρδίαις αὐτῶν. Εἰ μὴ τῶν λογισμῶν ἦν ἐξέτασις, διατί τὸν ἕνα μόσχον προσέφερεν ὑπὲρ τῶν ἐν λογισμοῖς παραπτώσεων; Ἐκρίθησαν καὶ οἱ ἐν τῇ συναγωγῇ Κορέ· κακῶς νοήσαντες ἐνεπρήσθησαν κακολογισάμενοι. Ὅταν δὲ ἀκούωμεν, ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί· αἱ τρίχες τῆς κεφαλῆς οἱ λογισμοί εἰσι, καὶ ἡ κεφαλὴ αὐτῶν ἡ διάνοια, ἐν ᾗ ἔχει τὸ λογίζεσθαι. Ἔκρινεν ὁ Θεὸς μοιχείαν ἐν συγκαταθέσει, καὶ πρᾶξιν ἐν ἐπιθυμίᾳ γυναικός, καὶ φόνον ἐν ὀργῇ, καὶ μῖσος ὡς ἀνδροφονίαν. Λέγει γὰρ ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ, ἔνοχος ἔσται τῇ κρίσει, καὶ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστί.

Μαρτυρήσει δὲ καὶ ὁ μακάριος Παῦλος περὶ ἐτάσεως λογισμῶν, λέγων, ὅτι ἀποκαλύψει Κύριος τὰς βουλὰς τῶν καρδιῶν καὶ τὰ κρυπτὰ τοῦ σκότους.

Καὶ πάλιν λέγει, ὅτι κατηγορούντων τῶν λογισμῶν ἢ καὶ ἀπολογουμένων ἐν τῇ ὥρᾳ ἐκείνῃ. Μὴ οὖν μοι λέγετε μηδὲν εἶναι τοὺς λογισμούς, ὅτι αἱ συγκαταθέσεις αὐτῶν ὡς πράξεις κρίνονται. Οὐ τὸ πλῆθος τῶν λογισμῶν τῶν ἐν μιᾷ συναινέσει ὀφείλομεν νοεῖν καὶ ἐξετάζεσθαι, ἀλλὰ τὴν διάγνωσιν ἐν ᾗ λογισάμενος ἔκρινέ τι ἀρεσθῆναι. Ὁ γεωργὸς σπείρει ἐν τῇ γῇ, ἀλλ᾽ οὐ πάντα δράσσεται· οὕτω καὶ ἡ διάνοια σπείρει ἐν τῇ προαιρέσει, ἀλλ᾽ οὐ πάντα παραδέχεται. Ὅσα ἐδράξατο ἐν τῇ γῇ, ἀπαιτεῖται παρὰ τοῦ γεωργοῦ τὸν καρπόν· καὶ ὅσα ἡ προαίρεσις παρεδέξατο, ἀπαιτεῖται παρὰ τοῦ Θεοῦ τὸν λόγον. Εἶπε καὶ ὁ Σωτήρ, ὅτι ὁ Πατήρ μου ἐστὶν ὁ γεωργός· λέγει καὶ ὁ Παῦλος, ὅτι Θεοῦ γεώργιόν ἐστε. Μὴ τοίνυν ἐμβάλητέ με εἰς ἀμεριμνίαν, ἀλλὰ μᾶλλον καὶ ὑμεῖς ὑπὲρ ἐμοῦ φροντίσατε. Ἔχει καὶ ἐν ἑτέρῳ, λόγος τοῦ Θεοῦ κριτικός ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, καὶ χωρεῖ ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος. Εἰ κρίνει ἐνθυμήσεις, τί μοι οὐ συμβάλλετε εἰς ἀπολογίαν ὡς ὑπευθύνῳ;

Θέλετε γνῶναι ψυχὴν καὶ πνεῦμα; Ἐκ τῆς γεωργίας πάλιν μαθήσεσθε. Ἴσασιν οἱ γεωργοὶ τὰς φύσεις τῶν γαιῶν, καὶ πρὸς τὰς χώρας καὶ τὴν σπορὰν καταβάλλουσι καὶ διαροῦσι, φρονήσει γεωργικῇ ἑκάστου, καὶ ἑκάστης γῆς δύναμιν.

Καὶ ὁ Θεὸς ἡμῶν οἶδε διαιρῆσαι τοὺς φυσικοὺς λογισμοὺς καὶ τοὺς προαιρετικούς· διὰ τοῦτο λέγει καὶ ὁ Ἐκκλησιαστής, τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος. Ἐν τῇ ματαιότητι τὴν φύσιν εἰπών, καὶ ἐν τῇ προαιρέσει τὴν παρὰ τὰ φυσικὰ πρᾶξιν. Διὸ λέγει, ὅτι τὸ τῆς ματαιότητος παρελεύσεται, τὰ δὲ τῆς πράξεως εἰς κρίσιν ἄξει ὁ Θεός. Τοὺς κατὰ φύσιν ἀνθρώπους καὶ ὁ Ἀπόστολος ψυχικοὺς ἐκάλεσε, τοὺς δὲ παρὰ φύσιν σαρκικούς· οἱ δὲ πνευματικοί εἰσιν οἱ καὶ τὴν φύσιν εἰς τὸ πνεῦμα μεθαρμοζόμενοι. Οἶδε γὰρ ὁ γεωργὸς Θεὸς ἑκάστου τὴν φύσιν καὶ τὴν προαίρεσιν καὶ τὴν δύναμιν, καὶ σπείρει τὸν λόγον αὐτοῦ, καὶ πρὸς τὴν δύναμιν ἡμῶν ἀπαιτεῖ τὴν πρᾶξιν· οὐχ ἡττᾶται τοῖς γηπόνοις τοῖς ἑκάστῃ χώρᾳ τὸν σπόρον ἐπιβάλλουσι, μᾶλλον δὲ ὑπὲρ φύσιν αὐτοὺς νικᾷ, ὑπὲρ σύγκρισιν χωρῶν μέσον ψυχῆς καὶ πνεύματος, φύσεως καὶ προαιρέσεως. Καὶ ἐὰν ἐν τοῖς φυσικοῖς ἐστιν αὐτάρκης, οἶδε μὴ εἰσπράττεσθαι· μέτρον γὰρ ὥρισε τῇ φύσει, καὶ ὅρον ἔθετο αὐτῇ πρὸς ὑπόστασιν. Ἐὰν δὲ ἡ προαίρεσις ἡττηθῇ τῇ φύσει, εἰσπράττει ὡς ἄπληστον καὶ ἀδικοῦσαν τὸν ὅρον τοῦ Θεοῦ. Ναί, ἀδελφοί, αἱ συγκαταθέσεις ὡς ἔργα κρίνονται, ὅτι ἐκ προαιρέσεως ἡ ὑπόστασις τῶν πράξεων συνίσταται. Καὶ ὁ Κύριος εἶπε τὰς συγκαταθέσεις τῶν λογισμῶν κοινοῦν τὸν ἄνθρωπον· οἶδε γὰρ ὅτι ψυχή ἐστιν ἐνεργοῦσα τῷ σώματι.

Ἔχω δὲ καὶ ἐκ τοῦ Νόμου παρασχεῖν ὑμῖν περὶ τούτων ὑποδείγματα, οἷον ὁ ἀκάθαρτος, ἐὰν ἅψηται καθαροῦ, κοινοῖ αὐτὸ καὶ χρῄζει κατ᾽ ἐκείνου καθαρισμοῦ. Ἡ δὲ πορνεία καὶ ὁ φθόνος καὶ ἡ ἀδικία ἀκάθαρτα εἰκότως εἰσίν. Ἐὰν οὖν ποιῇς τὸ κακόν, καὶ ἄλλους κοινοῖς· ἐὰν δὲ συγκαταθῇ διὰ λογισμῶν τῇ πράξει, κοινώσῃ ἐν αὐτῇ τῇ ἀκαθαρσίᾳ. Ἐπεσκέψω ὅτι ὁ κοινωθείς, ἄλλον κοινῶσαι οὐκ εἴρηται· ὁ δὲ κοινώσας, πάντα ὅσα ἂν ἅψηται, ὑπ᾽ αὐτοῦ κοινοῦνται. Αὕτη ἡ διαφορὰ καὶ παρ᾽ ἡμῖν ἐστιν· ἐὰν γάρ τις πράξῃ πορνείαν ἢ σκανδαλίζων ἢ τύπος γινόμενος, πολλοὺς ποιεῖται κοινωνούς· ἐὰν δὲ ἐν μόνοις ἐμπέσῃ τοῖς λογισμοῖς, ἄλλους μὲν οὐ κοινοῖ, διότι οὐκ εἶδον· αὐτὸς κοινοῦται καὶ κρίνεται. Τίς οὖν ἡ τῆς κρίσεως ἐν τοῖς δυσὶ διαφορά; Πολλή· ὅτι ὁ πράξας κοινωνεῖ πᾶσι τοῖς σκανδαλισθεῖσι καὶ μιμησαμένοις· ὁ δὲ λογισάμενος περὶ ἑαυτοῦ μόνον δίδωσι τὴν ἀπολογίαν. Καὶ οἱ παρ᾽ Ἕλλησιν ὁμοίως τοὺς συνίστορας κατακρίνουσι καὶ τοὺς πράξαντας. Ἡ γὰρ συγκατάθεσις συμπράττειν ἐπίσταται. Καὶ ἐν τοῖς οἴκοις δὲ καὶ λίθοις ὁ Νόμος δίδωσιν ἕτερον ὑπόδειγμα. Ἐὰν εἰσέλθῃ, φησίν, ὁ ἱερεύς, καὶ ἐπίδῃ τὴν λέπραν τοῦ οἴκου, πάντα τὰ ἐν αὐτῷ κοινά ἐστι. Παρ᾽ ἐμοὶ τοίνυν ἐστὶν ὁ ἱερεὺς ὁ Νόμος καὶ ἡ γνῶσις.

Ἐὰν οὖν τις πρὸ τοῦ γνῶναι τὸν Νόμον ἁμαρτωλὸς ᾖ, ὑπὲρ ἄλλων λόγον οὐκ εἰσπράττεται, ὅτι γνώσει οὐκ ἔπραξε πλὴν ὅτι κοινός ἐστι, τύποις ἀκαθαρσίας μιανθέντα αἰσχρῶς.

Ἔχει δὲ καὶ ἡ προκειμένη θεωρία δευτέραν δύναμιν· ὀφείλω γὰρ ὑμῖν ἀσφαλῶς τὰ κατ᾽ ἐμαυτὸν διελθεῖν, ἵνα γνῶτε ὅτι ὑπεύθυνός εἰμι ἁμαρτίαις πολλαῖς, οἱ μήπω κοινωθέντες, κοινοὶ δὲ ὄντες διὰ τὴν μετουσίαν. Εἰσὶ κοινοὶ οἱ καὶ τῇ συγκαταθέσει ἀγνοοῦντες ὃ πράττουσιν. Ἐὰν οὖν ἀναχωρήσωσι τάχιον καὶ παύσωνται, οὐδὲ περὶ τῶν συγκαταθέσεων ἀπολογοῦνται. Καὶ γὰρ καὶ ὁ νόμος τοὺς παριόντας οὐ κρίνει συνίστορας, ἀλλὰ τοὺς ἑκουσίως συνεσομένους. Ὅ τε οὖν νόμος καὶ ὁ Διδάσκαλος ἡμῶν, ὥς φημι, ἐλθοῦσα ἡ κρίσις, ὅντινα εὕρῃ σὺν τῷ πράξαντι ὡς ἐθελοντὶ ὄντα, ὑπεύθυνον ποιεῖ. Οἶδε καὶ ὁ Ἀπόστολος χρᾶσθαι τοιούτοις νόμοις· ἄξιοι γάρ, φησί, θανάτου εἰσίν, οὐ μόνον οἱ ποιοῦντες τὰ κακά, ἀλλὰ καὶ οἱ συνευδοκοῦντες αὐτοῖς. Ἐμοὶ δὲ πρὸς τοῖς εἰρημένοις καὶ ὁ ἔλεγχος τῶν ἐν ἀρχῇ τοῦ λόγου συμβάλλεται πρὸς ἀπόδειξιν ὅτι τοὺς συνίστορας τῶν κακῶν, διὰ τὸ μὴ πρᾶξαι θανάτου τι, ἠλευθέρωσε. Πάσας δὲ αἰτίας ὑποστῆναι πεποίηκε.

Μή τις οὖν ὑμῶν παραμυθείσθω με μηδὲν εἶναι τὴν ἐν λογισμοῖς συγκατάθεσιν, ἀλλὰ ἀκούσας τὸ σαφὸν μᾶλλον συμπονείτω μοι ἐν προσευχαῖς· καὶ γὰρ αὐτὸ τοῦτο, τὸ λέγειν με, μὴ διορθούμενον, ἁμαρτία ἐστί. Λέγει γὰρ ἡ Γραφή· εἰδότι καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστι. Καὶ τὸ ἐλεγχόμενον ἀναισχυντεῖν φοβερὰν ἔχει τὴν κόλασιν· ὅτι εἰς θυμὸν ἄγει τὸν Διδάσκαλον.

Ἐμαυτὸν μὲν ἐλέγχω, ἀλλ᾽ ἐπιμένω τοῖς κακοῖς, καὶ οὐ παύομαι ἐξομολογούμενος, τοῦτο μόνον εἰδὼς εἰς ἀπολογίαν συναίρεσθαι, βλέπων οὐχ ὁρῶ, ἐπειδὴ μετανοῶν πάλιν πλημμελῶ. Οὐ γνωσιμαχῶ πρὸς τὴν διάγνωσιν τῶν γινομένων, ἀλλὰ τῆς ἐμῆς κατηγορῶ μετανοίας. Ἐπειδὴ ὡς δοῦλός εἰμι τῆς ἁμαρτίας, καὶ μὴ θέλων ποιῶ τὸ κακόν· καὶ ὡς στρατευθεὶς τῇ ἁμαρτίᾳ ὑποτάσσομαι, ὅτι καὶ μὴ δυνάμενος τελοῦμαι αὐτῇ, διὰ τὸ ἦθος τὸ βασιλεῦσάν μου τῆς διανοίας· ὀψώνια λαμβάνω τῆς σαρκός, τῶν παθῶν ἐπιμελούμενος. Οἶδα τὴν ἐν ἐμοὶ πρόσληψιν τῆς φθορᾶς καί, ὅτε κελευσθῶ, ἐργάζομαι αὐτήν. Φεύγω τὸν μέλλοντα πόνον, καὶ ὡς κύων ἁλυσίδετος ἐπιστρέφω πρὸς τὸν ἐπιτάσσοντα. Μισῶ μὲν τὴν ἁμαρτίαν, ἀλλ᾽ ἐπιμένω τῷ πάθει. Καὶ ἀποδιδράσκω μὲν τῆς παρανομίας, κρατοῦμαι δὲ καὶ μὴ θέλων ὑπὸ τῆς ἡδονῆς. Ἐδούλωσα τὴν φύσιν πρὸς ἁμαρτίαν, καὶ πηγάζει κατ᾽ ἐμοῦ τὴν ἀνάγκην ὠνηθεῖσα τὴν προαίρεσιν. Ἀναβρύουσι κατ᾽ ἐμοῦ τὰ πάθη, τὴν γὰρ διάνοιαν ἥνωσα τῇ σαρκί, καὶ χωρισμὸν οὐ παραδέχεται.

Σπεύδω τὴν προαίρεσιν μεταβαλεῖν καὶ ἡ προλαβοῦσα κατάστασις ἀνθίσταταί μοι. Ἐπείγομαι τοῦ ἐλευθερῶσαί μου τὴν ψυχήν, καὶ πολύ με χρέος συνωθεῖ. Κακὸς δανειστὴς ὁ Διάβολος, ὅτι οὐχ ὑπομιμνῄσκει τὴν ἀπόδοσιν· φιλοτίμως κιχρᾷ, μηδέποτε ἀπολαμβάνειν βουλόμενος. Μόνον τὴν δουλείαν αἱρεῖται καὶ περὶ χρέους οὐ διαφέρεται· δίδωσιν, ἵνα πλουτήσωμεν ἐν τοῖς πάθεσι, καὶ τὸ χρέος οὐκ εἰσπράττεται.

Θέλω ἀποδοῦναι ἐγώ, κἀκεῖνος προστίθησιν. Ὅτε δὲ αὐτὸν βιάσομαι, δίδωσιν ἕτερα, ἵνα ἐκ τῶν αὐτοῦ ὀφθῶ καταβαλλόμενος αὐτῷ. Καινοποιεῖ κατ᾽ ἐμοῦ τὰ χρέα, ἐπειδὴ ξένοις πάθεσι τὰ πρῶτα διαρρήξει. Τὰ παλαιὰ δοκεῖ πεπληρῶσθαι, καὶ νέα ποιεῖ παθῶν χειρόγραφα. Ὁρᾷ ὅτι ἡ συνέχεια τοῦ χρέους πείθει με εἶναι ἁμαρτωλόν, καὶ εἰσάγει μοι νεωτέρας ἐπιθυμίας. Ποιεῖ με ἐπιλανθάνεσθαι τῶν παθῶν, ἵνα μὴ ἐξομολογήσωμαι, καὶ πείθει με προστρέχειν τοῖς νέοις ὡς μὴ ἀδικοῦσι. Συντυγχάνω τοῖς ξένοις πάθεσι, καὶ ἀπασχολούμενος εἰς λήθην τῶν προτέρων ἔρχομαι. Συνδιατίθεμαι τοῖς ἐπελθοῦσι καὶ πάλιν χρεώστης εὑρίσκομαι. Προστρέχω αὐτοῖς ὡς φίλοις, καὶ κιχρῶντές μοι πάλιν ὡς δεσπόται εὑρίσκονται. Θέλω δὲ ἐλευθερωθῆναι, καὶ γίνομαι δι᾽ αὐτῶν δοῦλος πολύπρατος. Σπεύδω ἐκκόψαι αὐτῶν τοὺς δεσμούς, καὶ ὑπὸ ἑτέρων δεσμῶν κατέχομαι.

Καὶ σπουδάζων ἀπαλλαγῆναι τῆς στρατείας τῆς ἐν τοῖς πάθεσι διὰ τῶν προκοπῶν καὶ τῶν παροχῶν ὡς οἰκονόμος αὐτῶν εὑρίσκομαι. Ὢ τοίνυν ἀπὸ τῆς δουλείας τοῦ Δράκοντος, ὅτι δουλεύουσα κυριεύει· ὢ ἀπὸ τῆς ἐξουσίας τῶν παθῶν, ὅτι κολακείᾳ καταδουλοῦνται πάντας· ὢ ἀπὸ τῆς ἁμαρτίας τῆς τριβακῆς, ὅτι πρὸς τὴν φύσιν καὶ τὰς συνωνὰς πεποίηκεν. Αὕτη δὲ καὶ τοὺς ἀρραβῶνας δέδωκεν, ἵνα πωλήσῃ αὑτῇ τὴν διάνοιαν. Ἐκολάκευσε τὴν σάρκα, ἵνα παραστήσῃ αὑτῇ εἰς λειτουργίαν τὴν ψυχήν· τὴν νεότητά μου προκατέλαβεν, ἵνα μὴ γνῷ ὁ νοῦς τὸ γινόμενον· πρὸς ἑαυτὴν ἥνωσε τὴν ἀτελῆ ἔννοιαν καὶ κρατεῖ δι᾽ αὐτῆς, ὡς ἐν σχοινίῳ χαλκῷ, τὴν εὐτελῆ διάνοιαν· θέλουσαν δὲ φυγεῖν οὐκ ἐᾷ διὰ τὸν σύνδεσμον, καὶ βουλομένην κλέψαι τὴν σάρκα, ὀνειδίζει ὡς ἀγνώμονα. Ἀσφαλίζεται ἡ ἁμαρτία τὴν διάνοιαν, καὶ κλείει τὴν θύραν τῆς γνώσεως· ἀεὶ τηρεῖ τὸν νοῦν ἡ κακία, ἵνα μὴ πρὸς τὸν Θεὸν συμφωνήσας κωλύσῃ πραθῆναι τὴν σάρκα.

Ὄμνυσιν ὅτι οὐ κακόν ἐστι τῇ σαρκὶ προσεδρεύειν, καὶ ὅτι οὐκ ἔσται περὶ τοῦ μικροῦ τούτου ἔτασις. Παράγει τὸ πλῆθος τῶν συμπεπλεγμένων λογισμῶν, καὶ πείθει ὅτι οὐ δυνατὸν γνῶσιν εἶναι περὶ αὐτῶν. Προβάλλεται τὴν λεπτότητα καὶ πληροφορεῖ ὅτι λήθη τὰ τοιαῦτα παραβληθήσεται. Ὅταν νικήσω, τὴν δίκην προβαλλόμενος, ἀναδέχεται τὴν κόλασιν· καὶ ὅτε εἴπω ὅτι ἁμαρτία ἐστί, λέγει ὅτι ἐγὼ ἀπολογήσομαι. Ὅτε εἴπω ὅτι ἐμοὶ ἐπήρτηται ἡ κόλασις, λέγει, πῶς ὅτι ἐγὼ ὑπέβαλον; Ἐὰν εἴπω ὅτι ἐγὼ κρίνομαι ὡς ὑπακούσας, λέγει μοι, ὅτι ἀμερίμνει, ὅτι ἐγώ σε βιάζομαι, φησί, καὶ πῶς ὑπακούεις ὃ προαιρέσει οὐ ποιεῖς;

Τούτοις με συνέχει, τούτοις με καταδεσμεῖ, τούτοις με πωλεῖ καὶ ἀγοράζει, τούτοις με πλανᾷ καὶ περιφέρει, τούτοις με κολακεύει καὶ ὑποτάσσει. Εἶπε Παῦλος περὶ τοῦ κατ᾽ ἐμὲ ἁμαρτωλοῦ, ὅτι σάρκινός ἐστι. Ἁμαρτία συμφώνοις διαπέπραται, τὰ δὲ ἔθη ἐστὶ τὰ τῇ φύσει καὶ τῇ ἁμαρτίᾳ μεσιτεύοντα· καὶ τὰ πάθη ἐστὶν ἡ δόσις τῆς ἁμαρτίας καὶ ἡ λῆψις τῆς φύσεως. Ἡ χρῆσίς ἐστιν ἡ ὑποταγὴ τῆς ψυχῆς, καὶ ἡ διαφορὰ τῆς διανοίας δουλεία ἐστίν. Ἡ γὰρ ἁμαρτία ἐν τῇ σαρκὶ οὖσα δεσπόζει τῆς διανοίας καὶ κρατεῖ τῆς ψυχῆς, δι᾽ αὐτῆς αὐτὴν ὑποτάσσουσα.

Ἐπιτρόπῳ τῇ σαρκὶ ἡ ἁμαρτία κέχρηται· ἔτι δὲ τὴν ψυχὴν δι᾽ ἑαυτῆς καταπονεῖ, καὶ ἔστιν αὐτῆς ὥσπερ οἰκονόμος, ὅτι δίδωσι, καὶ τὸ ἔργον εἰσπράττεται. Ἐὰν δεήσῃ μαστίξαι, δι᾽ αὐτῆς αὐτὴν καταπονεῖ. Ἐποίησε γὰρ τὴν σάρκα ὡς ἰδίαν ἅλυσιν, καὶ κρατεῖ ἐν αὐτῇ τὴν ψυχὴν ὡσεὶ πρόβατον ἐπὶ σφαγήν, καὶ ὡσεὶ πετεινὸν ὑψιπετὲς ἐν αὐτῇ ταύτην κατέδησε, καὶ ὡς ἰσχυρὸν γίγαντα δι᾽ αὐτῆς τέως ἐν ξίφει ἔτεμε πόδας καὶ χεῖρας αὐτοῦ. Οὔτε φυγεῖν δύναμαι, οὔτε βοηθῆσαι ἐμαυτῷ. Νεκρὸς γάρ εἰμι ὁ ζῶν, καὶ τυφλὸς ὁ βλέπων· γέγονά τε ὡς κύων ὁ ἄνθρωπος, καὶ νοερὸς ὡς κτῆνος παραδέχομαι.