Μὴ οὖν διαλίποιτε δεόμενοι τοῦ φιλανθρώπου Θεοῦ, ὅπως ἐλευθερωθῇ μου ἡ καρδία τῆς δουλείας τῶν ἀτίμων παθῶν. Πεπώρωταί μου ἡ καρδία, ἠλλοίωταί μου ὁ εὐσεβὴς λογισμός, ἐσκότωταί μου ἡ διάνοια. Ἐπιστρέφω ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον· καὶ οὐκ ἔστι μου ἡ μετάνοια καθαρά. Οὐκ ἔστι μοι δάκρυα ἐν προσευχῇ. Κἂν στενάξω, ψύγω μου τὸ πρόσωπον τὸ ἐν αἰσχύνῃ γεγονός. Κρούσω μου τὸ στῆθος τὸ οἰκητήριον τῶν παθῶν. Δόξα σοι, ὁ ἀνεχόμενος· δόξα σοι, μακρόθυμε· δόξα σοι, ἀνεξίκακε· δόξα σοι, ἀγαθέ· δόξα σοι, μόνε σοφέ· δόξα σοι, εὐεργέτα ψυχῶν καὶ σωμάτων· δόξα σοι, ὁ ἀνατέλλων τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους· δόξα σοι, ὁ τρέφων πάντα τὰ ἔθνη, καὶ πᾶσαν τὴν ἀνθρωπείαν φύσιν ὡς ἕνα ἄνθρωπον· δόξα σοι, ὁ τρέφων τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ θηρία καὶ ἑρπετὰ καὶ ἔνυδρα, ὡς στρουθίον εὐτελές. Πάντα γὰρ πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον· μεγάλη γάρ σου ἡ δυναστεία καὶ οἱ οἰκτιρμοί σου ἐπὶ πάντα τὰ ἔργα σου, Κύριε. Διὸ δέομαι, Κύριε, μὴ μὲ ἀπορρίψῃς μετὰ τῶν λεγόντων σοι, Κύριε, Κύριε, καὶ μὴ ποιούντων τὸ θέλημά σου, πρεσβείαις πάντων τῶν εὐαρεστησάντων ἐνώπιόν σου· σὺ γὰρ γινώσκεις τὸ ἐν ἐμοὶ κεκρυμμένον πάθος· σὺ ἐπίστασαι τὰ τραύματα τῆς ψυχῆς μου. Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι.