Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Μετάνοια καὶ ἐξομολόγησις

Ἐφραίμ ὁ Σύρος

Ομολογία της ανθρώπινης αδυναμίας και ικεσία για λύτρωση

Τελική ομολογία της πνευματικής αστάθειας, έντονη δέηση προς τον Θεό για την άφεση των αμαρτιών πριν από τον θάνατο και καταληκτική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Οὐκ ἔστι μοι παρρησία πρὸς τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς. Οὐδεὶς ὁ δυνάμενος ἰάσασθαί μου τὸ ἄλγος τῆς ψυχῆς, εἰ μὴ αὐτὸς ὁ ἐπιστάμενος τὰ βάθη τῆς καρδίας. Ὁσάκις ἔθηκα ἐν ἐμαυτῷ ὅρους, καὶ τείχη ἀνῳκοδόμησα μεταξὺ ἐμοῦ καὶ τῆς ἀνόμου ἁμαρτίας, καὶ τῶν ἐναντίων ἐξ ἐναντίας συμβαλόντων εἰς πόλεμον, ἡ διάνοια τοὺς ὅρους παρέβη καὶ τὰ τείχη κατεσκάφη, διὰ τὸ τοὺς ὅρους μὴ ἔχειν ἀσφάλειαν φόβῳ τοῦ κρείττονος, καὶ τὰ τείχη μὴ θεμελιοῦσθαι ἐπὶ εἰλικρινοῦς μετανοίας.

Ὅθεν καὶ νῦν κρούω, ἵνα ἀνοιγῇ μοι. Ἐπιμένω δεόμενος, ὅπως ἐπιτύχω τοῦ αἰτήματος. Ὡς ὁ ἀναιδὴς ἐλεηθῆναι ζητῶ, Κύριε. Σὺ τὰ ἀγαθὰ παρέχεις, Σωτήρ, ἐγὼ τὰ πονηρὰ ἀντιδίδωμι. Μακροθύμησον ἐπ᾽ ἐμοὶ τῷ σκολιῷ. Οὐ περὶ ῥημάτων ἀργῶν συγγνώμην ἀξιῶ, ἀλλὰ καὶ περὶ πράξεων ἀνοσίων ἄφεσιν αἰτῶ παρὰ τῆς σῆς ἀγαθότητος. Ἐλευθέρωσόν με, Κύριε, ἀπὸ παντὸς ἔργου πονηροῦ, πρὶν καταλάβῃ με τὸ τέλος, ὅπως εὕρω χάριν ἐνώπιόν σου ἐν ὥρᾳ τοῦ θανάτου· ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι. Σῶσόν μου τὴν ψυχήν, Κύριε, ἐκ τοῦ φόβου τοῦ μέλλοντος, καὶ τὸν σπιλωθέντα μου χιτῶνα λεύκανον διὰ τοὺς σοὺς οἰκτιρμοὺς καὶ τὴν σὴν ἀγαθότητα, ὅπως κἀγὼ ὁ ἀνάξιος, λαμπροφορῶν, καταξιωθῶ τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ἐν τῇ ἀνεικάστῳ χαρᾷ γενόμενος εἴπω· δόξα τῷ ῥυσαμένῳ ψυχὴν τεθλιμμένην ἐκ στόματος λέοντος, καὶ θεμένῳ ἐν παραδείσῳ τρυφῆς. Ὅτι, σοὶ τῷ παναγίῳ Θεῷ πρέπει δόξα εἰς πάντας τοὺς αἰῶνας.

Ἀμήν.