Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ὅτι οὐ δεῖ γελᾶν ἀλλὰ πενθεῖν

Ἐφραίμ ὁ Σύρος

Ο κίνδυνος του γέλωτος και οι καρποί του πένθους

Ανάλυση των πνευματικών κινδύνων που προκαλεί ο γέλως στην ψυχή του μοναχού και περιγραφή του αληθινού πένθους ως μέσου καθαρμού και αποκτήσεως των αρετών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Ὅτι οὐ δεῖ γελᾶν καὶ μετεωρίζεσθαι, ἀλλὰ μᾶλλον κλαίειν καὶ πενθεῖν ἑαυτούς Ἀρχὴ καταστροφῆς ψυχῆς μοναχοῦ γέλως καὶ παρρησία. Ὅταν ἐν τούτοις ἴδῃς σεαυτόν, μοναχέ, γίνωσκε σεαυτὸν εἰς βάθη κακῶν καταντήσαντα.

Μὴ παύσῃ δεόμενος τοῦ Θεοῦ, ὅπως ῥύσηταί σε τοῦ θανάτου τούτου. Ὁ γέλως καὶ ἡ παρρησία εἰς πάθη αἰσχρὰ ἐπιρρίπτει τὸν μοναχόν· οὐ μόνον νεωτέρους, ἀλλὰ καὶ γέροντας. Ὁ γέλως καὶ ἡ παρρησία κάτω φέρει τὸν μοναχόν.

Εἶπέ τις τῶν Ἁγίων περὶ τῆς παρρησίας· ἡ παρρησία ἀνέμῳ καυσοῦντι ὁμοία, διαφθείρουσα τοὺς καρποὺς τοῦ μοναχοῦ. Περὶ δὲ τοῦ γέλωτος νῦν ἄκουε· ὁ γέλως τὸν μακαρισμὸν τοῦ πένθους ἔξω βάλλει καὶ τὰ οἰκοδομηθέντα καταλύει· ὁ γέλως τὸ Πνεῦμα τὸ Ἅγιον λυπεῖ· ψυχὴν οὐκ ὠφελεῖ, σῶμα δὲ διαφθείρει· ὁ γέλως τὰς ἀρετὰς ἐκδιώκει· οὐκ ἔχει μνήμην θανάτου, οὐδὲ μελέτην τῶν κολάσεων. Περιελοῦ ἀπ᾽ ἐμοῦ, Κύριε, τὸν γέλωτα, καὶ δώρησαί μοι πένθος καὶ κλαυθμόν, ὃν ἐπιζητεῖς παρ᾽ ἐμοῦ, ὁ Θεός.

Ἀρχὴ πένθους τὸ γνῶναι σεαυτόν. Ἔστω τὸ πένθος ἡμῶν μὴ κατὰ ἄνθρωπον, μηδὲ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, ἀλλὰ κατὰ Θεὸν τὸν γινώσκοντα τὰ κρύφια τῆς καρδίας, ὅπως παρ᾽ αὐτοῦ μακρισθῶμεν. Ἐσώμεθα τοιγαροῦν φαιδροὶ τῷ προσώπῳ, ἀγαλλιώμενοι ἐν Πνεύματι Ἁγίῳ ἐπὶ ταῖς δωρεαῖς τοῦ Κυρίου, κλαίοντες δὲ καὶ πενθοῦντες τῷ φρονήματι, Θεὸν δυσωποῦντες, ὅπως διαφυλάξῃ ἡμᾶς ἀπὸ παντὸς εἴδους πονηρίας, εἰς τὸ μὴ στερηθῆναι τῆς βασιλείας τῶν οὐρανῶν καὶ τῶν ἀγαθῶν ὧν ἡτοίμασε τοῖς εὐαρεστοῦσιν αὐτῷ.

Τὸ πένθος οἰκοδομεῖ καὶ διαφυλάσσει· τὸ πένθος τὴν ψυχὴν ἀποσμήχει διὰ τῶν δακρύων καὶ καθαρὰν αὐτὴν ἀποκαθίστησι. Τὸ πένθος σωφροσύνην γεννᾷ, ἡδονὰς ἀποκόπτει, ἀρετὰς κατορθοῖ. Καὶ τί ἔτι λέγω; Τὸ πένθος ὑπὸ Θεοῦ μακαρίζεται καὶ ὑπὸ Ἀγγέλων παρακαλεῖται. Ὅθεν ἔλεγέν τις τῶν μαθητῶν τοῦ Κυρίου· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήσεται, καὶ ἡ χαρὰ εἰς κατήφειαν· ταπεινώθητε ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Κυρίου, καὶ ὑψώσει ἡμᾶς.