Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ὅτι οὐ δεῖ γελᾶν ἀλλὰ πενθεῖν

Ἐφραίμ ὁ Σύρος

Μνήμη θανάτου και ικεσία για σωτηρία

Υπενθύμιση της ώρας του θανάτου, της ματαιότητας των εγκοσμίων και εκτενής προσευχή στον Κύριο για προστασία και αξίωση της ουράνιας βασιλείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Φοβεροὺς καὶ φρικώδεις τόπους μετ᾽ οὐ πολὺ μέλλομεν διέρχεσθαι, ἀδελφοί· οὐ δυνατὸν μὴ διοδεύειν ἐκείνην τὴν ὁδόν. Οὐδεὶς τῶν ἐνταῦθα ἐπὶ βοηθείᾳ συνοδεύσει ἡμῖν· οὐ γονεῖς, οὐκ ἀδελφοί, οὐ φίλοι, οὐ γένος, οὐ πλοῦτος, οὐδέ τι τῶν ὁμοίων. Μὴ οὖν ἀμελήσωμεν τῶν ἀγαθῶν πράξεων, ἃς εὑρήσομεν ἐν καιρῷ τῆς χρείας. Νήψωμεν ἐν τῷ νῦν αἰῶνι, ἵνα μετὰ τὸν χωρισμὸν τοῦ σώματος μὴ κατάσχωσιν ἡμᾶς οἱ ἄρχοντες τοῦ σκότους. Καὶ τίς βοηθήσει καὶ λυτρώσηται ἡμᾶς ἐκ χειρὸς αὐτῶν; Ἐάνπερ γυμνοὶ εὑρεθῶμεν ἐν τῇ ὥρᾳ ἐκείνῃ τῆς τοῦ Θεοῦ σκέπης, πικροὶ ὑπάρχουσι καὶ ἀνιλεεῖς οἱ ἄρχοντες τοῦ σκότους. Οὐ βασιλέα φοβοῦνται, οὐ τυράννους τιμῶσιν, οὐ μικρόν, οὐ μέγαν, εἰ μὴ μόνον τὸν ἐν θεοσεβείᾳ ζήσαντα, τὸν ἐν ἔργοις ἀγαθοῖς καταληφθέντα· ἐκ προσώπου τούτου φοβηθήσονται, ὑποχωροῦσιν ἔμφοβοι ὄντες, δίοδον παρέχοντες μετὰ πολλῆς σπουδῆς· καθὼς γέγραπται· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ. Καὶ πάλιν λέγει· δικαίων ψυχαὶ ἐν χειρὶ Κυρίου, καὶ οὐχ ἅψηται αὐτοὺς βάσανος· προπορεύεται γὰρ ἡ δικαιοσύνη αὐτῶν πρὸ προσώπου αὐτῶν, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ αὐτούς· τότε βοήσονται, καὶ ὁ Θεὸς εἰσακούσεται αὐτῶν· ἔτι λαλούντων αὐτῶν ἐρεῖ· ἰδοὺ πάρειμι· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος. Μακάριος ὁ εὑρεθεὶς ἐλεύθερος ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ.

Μὴ οὖν ἀμελήσωμεν, ἀδελφοὶ ἀγαπητοί· μὴ ἕλκωμεν πρὸς ἑαυτοὺς τὰ ἀλλότρια, τὰ πάντως φθειρόμενα. Ἐκείνη ἡ ὁδὸς τὰ πάντα καταλύει. Φθασάσης γὰρ τῆς ὥρας τοῦ χωρισμοῦ αἱ ἡδοναὶ μαραίνονται, ἡ τρυφὴ καὶ ἡ κενοδοξία παύσονται, ὁ πλοῦτος καὶ ἡ φιλαρχία ἐκλείπει. Παραγεναμένης τῆς ὥρας τοῦ χωρισμοῦ, πάντα ταῦτα διαλυθήσεται, καὶ τὰ τούτων ὅμοια.

Κύριε, τὴν ὥρα ἐκείνην λαβὼν κατὰ νοῦν, προσπίπτω τῇ σῇ ἀγαθότητι, μὴ παραδοθῆναί με τοῖς ἀδικοῦσί με. Μὴ καυχήσωνται οἱ ἐχθροί σου κατὰ τοῦ δούλου σου, ἀγαθὲ Κύριε, τρίζοντες ὀδόντας καὶ ἐκφοβοῦντες τὴν ἁμαρτωλήν μου ψυχήν· μὴ εἴπωσιν· εἰς χεῖρας ἡμῶν ἐλήλυθας, ἡμῖν παρεδόθης, πλὴν αὕτη ἡμέρα ἣν προσδοκῶμεν. Μή, Κύριε, μὴ ἐπιλάθου τῶν σῶν οἰκτιρμῶν· μή, Κύριε, μὴ ἀποδῷς μοι κατὰ τὰς ἀνομίας μου, καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ· μηδὲ εἴπῃς μοι, ἀμὴν λέγω σοι, οὐκ οἶδά σε. Σύ, Κύριε, παίδευσόν με, πλὴν ἐν οἰκτιρμοῖς, καὶ ὁ Ἐχθρὸς μὴ ἐπιχαιρέτω μοι. Ἀλλὰ σβέσον αὐτοῦ τὴν ἀπειλήν, καὶ πᾶσαν αὐτοῦ τὴν ἐνέργειαν κατάργησον· καὶ δός μοι τὴν πρὸς σὲ ὁδὸν ἀνύβριστον καὶ ἀνεπηρεαστικόν.

Παρακλήθητι, ἀγαθὲ Κύριε, οὐ διὰ τὰς δικαιοσύνας μου, ἀλλὰ διὰ τοὺς σοὺς οἰκτιρμοὺς καὶ τὴν πολλήν σου ἀγαθότητα· σῶσον ψυχὴν τεθλιμμένην ἐκ θανάτου. Μνήσθητι, ἀγαθὲ Κύριε, ὅτι καὶ ἁμαρτήσας καὶ παραπλήσιον θανάτου πληγείς, οὐ προσέφυγον πρὸς ἄλλον ἰατρόν, οὐκ ἐξέτεινα χεῖράς μου πρὸς Θεὸν ἀλλότριον, ἀλλὰ πρὸς τὴν σὴν ἀγαθότητα. Σὺ γὰρ εἶ ὁ τῶν ὅλων Κύριος, ὁ ἔχων ἐξουσίαν πάσης πνοῆς. Σὺ εἶπας, Κύριε· αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν. Καθάρισόν με, Κύριε, πρὸ τοῦ τέλους ἀπὸ πάσης ἁμαρτίας. Μὴ ἀπώσῃ τὴν δέησίν μου, ἀγαθὲ Κύριε· στόμα ἀνάξιον βοᾷ πρὸς σέ, καὶ καρδία οὐκ ἀγαθή, καὶ ψυχὴ ἐν ἁμαρτίαις σπιλωθεῖσα. Ἐπάκουσόν μου, Κύριε, διὰ τὴν σὴν ἀγαθότητα· οὐ γὰρ ἀπορρίπτεις τὴν δέησιν τῶν μετανοούντων σοι ἐν ἀληθείᾳ. Ἐμοῦ δὲ ἡ μετάνοια οὐ καθαρὰ ὑπάρχει, ἀλλὰ διεφθαρμένη· ὥραν μετανοῶ καὶ δύο παροργίζω.

Στήριξόν μοι τὴν καρδίαν, ἀγαθὲ Κύριε, ἐν τῷ φόβῳ· στῆσον τοὺς πόδας μου ἐπὶ πέτραν μετανοίας. Νικήσῃ ἡ ἀγαθότης σου, Κύριε, τὴν ἐμὴν κακίαν· νικήσῃ τὸ φῶς τῆς χάριτός σου τὸ ἐν ἐμοὶ σκότος. Κύριε, ὁ ἀνοίξας ὀφθαλμοὺς τυφλοῦ, ἄνοιξον τοὺς ἐσκοτισμένους ὀφθαλμοὺς τῆς καρδίας μου.

Ὁ λόγῳ καθαρίσας λεπρούς, καθάρισον τοὺς σπίλους τῆς ψυχῆς μου. Γενηθήτω ἡ χάρις σου ἐν ἐμοί, Κύριε, ὡς πῦρ, φλογίζουσα τοὺς ἐν ἐμοὶ ἀκαθάρτους λογισμούς. Σὺ γὰρ εἶ ὁ μόνος ἀγαθός· τὸ φῶς τὸ ὑπὲρ πᾶν φῶς· ἡ χαρὰ ἡ ὑπὲρ πᾶσαν χαράν· ἡ ἀνάπαυσις ἡ ὑπὲρ πᾶσαν ἀνάπαυσιν· ἡ ζωὴ ἡ ἀληθινή· σωτηρία διαμένουσα εἰς τοὺς αἰῶνας.

Σοὶ τῷ μόνῳ ἀγαθῷ προσπίπτω δεόμενος ἐγὼ ὁ πάσης τιμωρίας ἔνοχος, ἐγὼ ὁ πάσης κολάσεως ὑπεύθυνος· σὲ τὸν λυτρωτὴν ἱκετεύω, μὴ εἰς τέλος καταλάβῃ με ὁ ἐξεναντίας· ἀλλὰ σύ, Κύριε, ὡς ἀγαθὸς καὶ ἀμνησίκακος καὶ ἐλεήμων, ἀνέγειρόν μου τὰ μέλη, ἃ κατέρρηξεν ἡ ἁμαρτία, καὶ ζωοποίησον τὴν ψυχήν μου, ἣν ἐνέκρωσεν ἡ ἀνομία, καὶ φώτισόν μου τὴν καρδίαν, ἣν ἐσκότισεν ἡ πονηρὰ ἐπιθυμία, καὶ ῥῦσαί με ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ ἔνθου ἐν ἐμοὶ τὴν σὴν τελείαν ἀγάπην, Κύριε Ἰησοῦ Χριστέ, σῶτερ τοῦ κόσμου, καὶ ἔγγραψον τὸ ὄνομα τοῦ δούλου σου ἐν βίβλῳ ζωῆς, τέλος ἀγαθὸν χαριζόμενός μοι, ὅπως νῖκος ἀράμενος κατὰ τοῦ Διαβόλου προσκυνήσω ἀνεπαισχύντως ἐνώπιον τοῦ θρόνου τῆς βασιλείας σου σὺν πᾶσι τοῖς δικαίοις. Ὅτι σοὶ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.