Ἔργον
Ἐφραίμ ὁ Σύρος – Πανοπλία πρὸς μοναχούς
Η ορθή πρακτική της προσευχής και η υποταγή στο θείο θέλημα
Προτροπές για καρτερία στην προσευχή, εκζήτηση του πνευματικού συμφέροντος και πλήρη εμπιστοσύνη στη θεία πρόνοια μέσα στις θλίψεις.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ορθή πρακτική της προσευχής και η υποταγή στο θείο θέλημα
Προτροπές για καρτερία στην προσευχή, εκζήτηση του πνευματικού συμφέροντος και πλήρη εμπιστοσύνη στη θεία πρόνοια μέσα στις θλίψεις.
Μὴ εἶπεν ἄλλο, εἰ μὴ τὸν πόνον τῆς καρδίας αὐτῆς; Ὁμοίως δὲ καὶ πάντες ὅσοι προσῆλθον αὐτῷ, οὐ τὸν πόνον τῆς καρδίας αὐτῶν ἔλεγον αὐτῷ; Ὥσπερ καὶ ἡ αἱμορροοῦσα, οὐ περὶ τῆς ῥύσεως τοῦ αἵματος αὐτῆς προσῆλθεν; Εἰ δὲ καὶ πάλιν ἄρρωστος προσέλθῃ τῷ ἰατρῷ, οὐ τὸ ἄλγος αὐτοῦ δεικνύει; Καὶ σύ, ἀδελφέ μου, τὸν πόνον τῆς ψυχῆς σου πρόσφερε αὐτῷ· ὅρα δὲ αὐτὸν διὰ τῆς πίστεως τοῖς ὀφθαλμοῖς νοητοῖς, κατὰ τὸ γεγραμμένον, καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰς στρατιὰς τῶν Ἀγγέλων καὶ Ἀρχαγγέλων παρισταμένας αὐτῷ. Καὶ ῥίψας ἑαυτὸν ἐνώπιον τῆς ἀγαθότητος αὐτοῦ, ἔκχεε ἐνώπιον αὐτοῦ τὴν δέησίν σου. Πρῶτον ἐξαγορεύων τὰς ἁμαρτίας σου, καὶ οὕτω λοιπὸν ἀπάγγειλον ἐνώπιον αὐτοῦ τὰ ῥήματά σου, ἤτοι τὴν θλῖψίν σου, ἵνα σπλαγχνισθῇ ἐν ἀγαθότητι αὐτοῦ, καὶ ἐκχέῃ ἐπὶ σὲ τοὺς οἰκτιρμοὺς αὐτοῦ. Ὧ ψυχή, μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς θέλεις.
Ἄκουσον, ἀγαπητέ· ἐὰν δὲ καὶ ἀνακριθεὶς τοῦ λαβεῖν τὴν αἴτησίν σου, μὴ παύσῃ βοῶν πρὸς αὐτόν, μὴ ῥᾳθυμήσῃς, ὡς μὴ εἰσακουσθείς. Μνήσθητι τῆς Χαναναίας, καὶ ζήλωσον τὴν ὑπομονὴν αὐτῆς, πῶς ἀνεκρίθη τοῦ τυχεῖν τοῦ αἰτήματος αὐτῆς, ὥστε τοὺς μαθητὰς αὐτοῦ προσελθεῖν περὶ αὐτῆς καὶ λέγειν, ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Μὴ ἀπέρριψεν αὐτὴν εἰς τέλος; Οὐκ ὀλίγον ἀνέκρινεν αὐτήν, καὶ ἔδωκεν αὐτῇ τὸ αἴτημα αὐτῆς; Πρὸς ἡμῶν διδαχθεῖμεν, ἵνα μάθωμεν ἀνακρινόμενοι ἐμμένειν τῇ αἰτήσει, καὶ ὄντως λαμβάνωμεν, εἰ καὶ ἁμαρτωλοὶ ἐσμέν, ὡς καὶ αὕτη ἡ ἀλλόφυλος Χαναναία οὖσα, καθὼς καὶ ὁ Κύριος ἐνετείλατο, λέγων· τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ· φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος μοι παρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω, ὃ παραθήσω αὐτῷ· κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· μή μοι κόπους πάρεχε· ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μετ᾽ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ, ὅσων ἂν χρῄζῃ. Κἀγὼ λέγω ὑμῖν· αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν. Ὡς καὶ ἐν τῷ ψαλμῷ λέγει· ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Διό, ἀδελφέ μου, μὴ ἐκκακήσῃς ὑπομένων, καὶ λαμβάνεις ὅσων ἂν χρῄζῃς. Ἄκουσον δέ μου, ἀδελφέ, καὶ συμβουλεύω σοι λόγον· ἐὰν αἰτῇς παρὰ τοῦ Θεοῦ σου περί τινος πράγματος, μὴ ἀποτόμως αὐτὸ αἰτοῦ λαβεῖν, ἀλλὰ καταλιμπάνων αὐτὸ ἅμα καὶ τῷ αὑτοῦ θελήματι. Οἷόν τι λέγω· πολλάκις θλίβουσί σε αἰσχροὶ λογισμοί, καὶ λυπεῖσαι ὑπὲρ τούτου, καὶ βούλει παρακαλέσαι τὸν Θεόν, ὅπως κουφισθῇς τοῦ πολέμου· πολλάκις δὲ εἰς συμφέρον σοί ἐστιν, ἀδελφέ μου. Λέγω γὰρ πολλάκις τοῦτό σοι γίνεται, ἵνα μὴ ὑπεραίρῃ, ἀλλ᾽ ἵνα ταπεινοφρονῇς. Βλέπε γὰρ τὸν τηλικοῦτον στύλον τῶν Ἀποστόλων, πῶς εἰς τὸ συμφέρον αὐτῷ ἐδόθη σκόλοψ τῇ σαρκί, ἄγγελος Σατᾶν, ἵνα αὐτὸν κολαφίζῃ. Διατί; Ἵνα μὴ ὑπεραίρηται.
Εἰ οὖν ὁ τοιοῦτος ἔλαβε ταύτην παιδείαν, ἵνα μὴ ἐπαρθῇ, πόσῳ μᾶλλον ἡμεῖς οἱ ἀσθενεῖς καὶ δοκοῦντες ἑαυτοὺς εἶναί τι, χρείαν ἔχομεν κολαφίζεσθαι, ἵνα μὴ ὑπεραιρώμεθα; Εἰ δὲ καὶ πάλιν θλῖψις ἐπέλθῃ σοι καὶ στενοχωρία, μηδὲ ἀπὸ τούτων ῥυσθῆναι ἀποτόμως αἰτοῦ· πολλάκις γάρ, ἀδελφέ μου, καὶ τοῦτο συμφέρει.
Λέγω γὰρ πολλάκις ἐν τῷ εὔχεσθαι καταφρονεῖς τῆς ἑαυτοῦ σωτηρίας, καθὼς καὶ ὁ Ἰσραὴλ ἔπαθε· φησὶ γάρ· καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· καὶ ἐγκατέλιπε Θεὸν ποιήσαντα αὐτόν. Εἰ δὲ καὶ πάλιν περί τινος πράγματος αἰτεῖσαι λαβεῖν, μηδὲ τοῦτο ἀποτόμως αἰτοῦ λαβεῖν. Λέγω γάρ, πολλάκις σὺ ὡς ἄνθρωπος νομίζεις αὐτὸ συμφέρον σοι εἶναι, καὶ πολλάκις οὐ συμφέρει. Ἐὰν δὲ καταλείψῃς τὸ θέλημά σου, καὶ τῷ θελήματι αὐτοῦ βουληθῇς πορεύεσθαι, ἄφοβος ἔσῃ· αὐτὸς γὰρ ὁ τὰ πάντα προγινώσκων πρὶν γενέσεως αὐτῶν, κατὰ τὴν αὑτοῦ ἐπιείκειαν ποιμαίνει ἡμᾶς· οὐ γὰρ οἴδαμεν ἡμεῖς, εἰ συμφέρει ἡμῖν περὶ ὧν αἰτούμεθα. Πολλοὶ γὰρ κατατυχόντες τῆς ἑαυτῶν ἐπιθυμίας, ὕστερον εἰς μετάμελον ἦλθον· πολλάκις δὲ εἰς κακὰ πολλὰ ἐνέπεσαν, μὴ ἐκζητήσαντες ἀκριβῶς εἰ ἔστι θέλημα Θεοῦ, ἀλλὰ δόξαντες αὐτὸ καλὸν εἶναι, καὶ ἐμπαιχθέντες ὑπὸ τοῦ Διαβόλου διά τινων δικαιωμάτων, ἐκινδύνευσαν σφόδρα. Καὶ εἰς πολλὰ πράγματα τοιαῦτα πολλάκις γίνεται μετάμελος, διὰ τὸ τῇ ἰδίᾳ ἐπιθυμίᾳ ἐξακολουθεῖν. Ἄκουε δὲ τοῦ Ἀποστόλου λέγοντος· οὐ γὰρ οἴδαμεν καθὸ δεῖ προσεύξασθαι· πάντα γάρ μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ.
Τὸ συμφέρον οὖν καὶ οἰκοδομούμενα ἕκαστον ἡμῶν αὐτὸς οἶδεν. Αὐτῷ οὖν κατάλειπε. Τοῦτο οὖν λέγω, οὐχ ἵνα ἐκκόψω σε αἰτεῖσθαι τὰ αἰτήματά σου παρ᾽ αὐτοῦ, ἀλλὰ μᾶλλον παρακαλῶ σε τοῦ αἰτεῖσθαι ἀπὸ μικροῦ ἕως μεγάλου.
Ἀλλὰ τοῦτό ἐστιν ὃ λέγω· ἵνα ὅταν εὔχῃ καὶ ἀπαγγέλλῃς ἐνώπιον αὐτοῦ ὃ ἔχει ἡ καρδία σου, λέγε πρὸς αὐτόν· πλὴν τὸ σὸν θέλημα, μὴ τὸ ἐμόν. Ἐὰν συμφέρῃ, καθὼς οἶδας, ποίησον. Οὕτω γὰρ γέγραπται, ὅτι ἀποκάλυψον πρὸς τὸν Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπ᾽ αὐτόν, καὶ αὐτὸς ποιήσει. Βλέπετε δὲ καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν οἰκονομικῶς εὐχόμενον καὶ λέγοντα· Πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ.
Διό, ἀδελφέ μου, ἐὰν αἰτῆσαί τι παρ᾽ αὐτοῦ, ἔμμενε τῇ αἰτήσει σου, ἀποκαλύπτων αὐτῷ καὶ λέγων· Δέσποτα, ἐάν ἐστι σοῦ θέλημα ὅπως γένηται τοῦτο τὸ πρόσταγμα, σὺ ποίησον καὶ εὐόδοσον. Εἰ δὲ οὐκ ἔστι σοῦ θέλημα, μὴ ἐάσῃς γενέσθαι, ὁ Θεός μου· μὴ παραδῷς με τῇ ἰδίᾳ ἐπιθυμίᾳ μου· σὺ γὰρ γινώσκεις τὴν ἀφροσύνην μου. Μὴ οὖν παραδῷς με τῇ βουλῇ μου καὶ τῇ ἀφροσύνῃ μου, ἀλλὰ σύ, ὡς οἶδας, τῇ σῇ ἐπιεικείᾳ ποίμανόν με. Εἰ δὲ καὶ περὶ θλίψεως προσεύχῃ καὶ περὶ λογισμῶν, λέγε· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. —Βλέπε τί λέγει ὁ Προφήτης—. Ἀλλὰ βλέψον, Δέσποτα, καὶ ἴδε, ὅτι γῆ καὶ σποδός εἰμι, καὶ οὐδὲν δύναμαι ὑπενεγκεῖν. Μὴ παραδῷς με, Κύριε, ταῖς ἁμαρτίαις μου, καὶ μὴ παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀλλὰ δὸς δόξαν τῷ ὀνόματί σου, ἀμνησίκακε, καὶ μὴ μνησθῇς τῶν ἁμαρτιῶν μου, καὶ ἐπάκουσόν μου. Καὶ εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾽ ἐμοῦ θλῖψις αὕτη· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ· μόνον τὴν ψυχήν μου στήριξον καὶ διαφύλαξον.
Καὶ ἰσχύσω ὑπενεγκεῖν, ὅπως εὕρω χάριν ἐνώπιόν σου, καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι. Καὶ ἐπίρριψον ἐπ᾽ αὐτὸν τὴν μέριμνάν σου, καὶ αὐτὸς ποιεῖ τὸ συμφέρον. Τοῦτο γὰρ γίνωσκε, ὅτι ἀγαθὸς ὑπάρχων, πάντα τὰ περὶ σωτηρίας ἡμῶν θέλει· διὰ τοῦτο γὰρ τὴν ψυχὴν τὴν ἰδίαν ἔθηκεν ὁ ποιμὴν ὁ καλός. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.