Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πανοπλία πρὸς μοναχούς

Ἐφραίμ ὁ Σύρος

Εξομολογητική προσευχή συντριβής

Προσωπική προσευχή μετανοίας και θερμή ικεσία για την επίκληση του θείου ελέους και την άφεση των αμαρτιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 7

Οἴμοι, οἴμοι τῷ ἐν ἁμαρτίαις ἀνηκέστοις συλληφθέντι! Ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης ἥμαρτον, καὶ κατακάμπτομαι ἐξ αὐτῶν, ὡσεὶ ἀπὸ πολλῶν δεσμῶν σιδήρου. Οὐ γάρ ἐστί μοι παρρησία ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ.

Πρὸς τίνα οὖν καταφύγω, εἰ μὴ πρὸς σέ, φιλάνθρωπε, εἰ μὴ πρὸς σέ, ἀμνησίκακε; Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Πρὸς σὲ καταφεύγω διὰ τὴν πολλήν σου εὐσπλαγχνίαν. Σὲ παρώργισα, καὶ πρὸς σὲ καταφεύγω διὰ τὴν πολλήν σου ἀμνησικακίαν. Σὲ ἠθέτησα, καὶ πρὸς σὲ καταφεύγω διὰ τὴν πολλήν σου ἀγαθότητα καὶ φιλανθρωπίαν, καὶ δεόμενος βοῶ· ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον, διὰ τὸ ὄνομά σου καὶ μόνον· οὐδὲν γὰρ ἔχω, ὃ προσενέγκω σοι, οὐ πρᾶξιν ἀγαθήν, οὐ καρδίαν καθαράν, ἀλλὰ θαρρῶν εἰς τοὺς οἰκτιρμούς σου ἐπιρρίπτω ἐμαυτὸν εἰς αὐτούς, ὅπως κτίσῃς ἐν ἐμοὶ καρδίαν καθαρὰν καὶ πνεύματι ἡγεμονικῷ στηρίξῃς με, ἵνα μὴ καταπίπτω πάλιν εὐκόλως εἰς ἁμαρτίαν, ἀλλ᾽ ἀπὸ τοῦ νῦν λατρεύσω σοι ἐν ὁσιότητι καὶ δικαιοσύνῃ πάσας τὰς ἡμέρας μου· ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ τὸ κράτος εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.