Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Παρααινετικά

Ἐφραίμ ὁ Σύρος

Προσευχή, νήψη και αόρατος πόλεμος

Προτροπή σε αδιάλειπτη προσευχή και φύλαξη των αισθήσεων για την αντιμετώπιση των δαιμονικών πειρασμών και λογισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

〈Ἀποσπάσματα παραινέσεων〉 Ἀδιαλείπτως τῷ Κυρίῳ προσεύχεσθαι χρή, κρείττους ἡμᾶς ὀφθῆναι τῆς τῶν δαιμόνων ἐπιβουλῆς. Οὐ γὰρ μόνον ἐν ἡσυχίᾳ κατὰ μόνας ὄντας ἐκθλίβουσιν, ἀλλὰ 〈καὶ〉 ἐν οἴκῳ Θεοῦ συνελθοῦσιν ἡμῖν σφοδρῶς ἐπανίστανται, καὶ τὰς τῶν ἀρρένων ὄψεις ἀναιδῶς τε καὶ ἀφυλάκτως ὁρᾶν ὑποβάλλουσιν, ἄχρι τοῦ καὶ αὐτῆς τῆς μυσαρᾶς πράξεως τὴν φαντασίαν ἡμῖν ὑπογράφοντες, ἵνα φυρμόν τινα λογισμῶν ταῖς φρεσὶν ἡμῶν καταχέωσι, καὶ τρόπῳ τοιῷδε τῶν τοῦ Χριστοῦ κωλύσωσι μυστηρίων· ἀλλ᾽ ὅμως διὰ τῆς τῶν ὀφθαλμῶν φυλακῆς καὶ τῆς τοῦ νοῦ προσοχῆς περίεσται τούτων ὁ ἐγκρατής, τῆς χάριτος συνεργούσης. Πάσῃ φυλακῇ τὴν ἑαυτῶν καρδίαν καὶ τὰς αἰσθήσεις συντηρητέον, καθότι μέγας ἡμῶν ὁ πόλεμος καὶ πολλὴ τῷ ἐχθραίνοντι καθ᾽ ἡμῶν ἡ μανία· ἀλλ᾽ οὐ παρὰ τοῦτο τὸν ἀγῶνα παραιτητέον, ἀλλ᾽ ἐνεργοὺς αὐτοῦ τὰς ἐνθυμήσεις μὴ ποιητέον, καὶ οὕτως ἐῶμεν αὐτὸν διαρρήγνυσθαι· οἶδε γὰρ ὁ Κύριος τὸν θλίβοντα ἡμᾶς, καὶ ἡλίκους ταῖς ἡμῶν καρδίαις τοὺς καυτῆρας ἐμβάλλει. Πλὴν τῶν πυκτευόντων ἐπὶ τὸ καλῶς προσέχοντας μὴ παραδέξασθαι τὴν πυγμήν· ὁ δέ γε πρὸς τὰ πάθη σπενδόμενος, ποῖον ἀνέληται τὸν πρὸς αὐτὰ πόλεμον; Ὅπου γὰρ ἔχθρα, ἐκεῖ καὶ πόλεμος· καὶ ὅπου πόλεμος, ἐκεῖ καὶ ἀγών· ὅπου δὲ ἀγών, ἐκεῖ καὶ στέφανοι. Ὥστε εἴ τις βούλοιτο τῆς πικρᾶς ἀπαλλαγῆναι δουλείας, πόλεμον πρὸς τὸν Ἐχθρὸν συναπτέτω.