Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Παρααινετικά

Ἐφραίμ ὁ Σύρος

Αποφυγή της κοσμικής οικειότητας και της ανθρωπαρεσκείας

Σύσταση για την αποστροφή προς τη ραθυμία και την επιπόλαιη συναναστροφή, πλαισιωμένη από πατερικά παραδείγματα που τονίζουν την περιφρόνηση της ανθρώπινης δόξας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Φεύγωμεν οὖν τὴν παρρησίαν καὶ τὸν γέλωτα· ταῦτα γὰρ καταστρέφει τὴν ψυχὴν μοναχοῦ. Διὸ λέγει· μακάριος ἀνήρ, ὃς καταπτήσσει πάντα δι᾽ εὐλάβειαν. Καὶ τοὺς γελοιαστὰς ἀνθρώπους καὶ ἀπροσεχεῖς ἐκτρεπώμεθα· τίς γάρ, φησί, μερὶς πιστῷ μετὰ ἀπίστου; Ἢ τίς κοινωνία Χριστοῦ πρὸς Βελίαλ;

Ἔλεγεν ὁ ἀββᾶς Ἰωάννης ὁ Κολοβὸς τῷ μαθητῇ αὐτοῦ· τέκνον, τιμήσωμεν τὸν ἕνα, καὶ πάντες τιμῶσιν ἡμᾶς· ἐὰν δὲ καταφρονήσωμεν τοῦ ἑνός, ὅς ἐστιν ὁ Θεός, καταφρονοῦσιν ἡμῶν πάντες, καὶ εἰς ἀπώλειαν ὑπάγομεν.

Διηγήσατό τις τῶν πατέρων περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ τῆς Φέρμης, ὅτι ἀπῆλθόν ποτε τῇ δείλῃ πρὸς αὐτόν, θέρους ὄντος, καὶ εὗρον αὐτὸν φοροῦντα κεκομμένον λεβίτωνα, καὶ τὸ στῆθος αὐτοῦ γυμνόν, καὶ τὸ κουκούλιον αὐτοῦ ἔμπροσθεν κείμενον. Καὶ ὁμιλούντων ἡμῶν, ἰδού, τὶς κόμης ἦλθεν ἰδεῖν αὐτόν. Καὶ ὡς ἔκρουσεν, ἐξῆλθεν ὁ γέρων ἀνοῖξαι· καὶ ὑπαντήσας αὐτῷ ἐκάθισεν εἰς τὴν θύραν σὺν τῷ ἐλθόντι, καὶ ἐλάλει αὐτῷ· ἐγὼ δὲ ἔλαβον κόμμα μαφορίου καὶ ἐσκέπασα τοὺς ὤμους αὐτοῦ. Ὁ δὲ γέρων τῇ χειρὶ κρατήσας ἔρριψεν αὐτό. Καὶ ὡς ἀπῆλθεν ὁ κόμης, εἶπον αὐτῷ· ἀββᾶ, τί τοῦτο ἐποίησας; Ἦλθεν ὁ ἄνθρωπος ὠφεληθῆναι· μὴ γὰρ σκανδαλισθῆναι. Καὶ ἀπεκρίθη ὁ γέρων· τί λέγεις μοι, ἀββᾶ; Ἀκμὴν τοῖς ἀνθρώποις δουλεύειν ὀφείλομεν; Ἐποιήσαμεν τὴν χρείαν, καὶ παρῆλθεν. Ὁ θέλων οὖν ὠφεληθῆναι, ὠφεληθήτω, καὶ ὁ θέλων σκανδαλισθῆναι, σκανδαλισθήτω· ἐγὼ δὲ ὡς ἂν εὑρεθῶ, οὕτως ἀπαντῶ. Παρήγγειλε δὲ καὶ τῷ μαθητῇ αὐτοῦ, ἵνα ἐάν τις ἔλθῃ ἰδεῖν θέλων τὸν γέροντα, μὴ εἴπῃ αὐτῷ τίποτε ἀνθρώπινον, ἤτοι ψεῦδος δι᾽ ἀνθρωπαρέσκειαν λεγόμενον· ἀλλὰ ἐὰν τρώγῃ ὁ γέρων, εἰπεῖν τῷ ἐλθόντι ὅτι τρώγει, καὶ ἐὰν κοιμᾶται, εἰπεῖν ὅτι κοιμᾶται. Οὕτως ὑπερβαλλόντως ὁ γέρων τὴν ἀνθρωπίνην δόξαν ἐμίσησεν!

Ἡμεῖς δὲ καὶ ὡς ἀσθενεῖς, τὴν θαυμαστὴν ταύτην ἐργασίαν τοῦ γέροντος ἐντελῶς μιμήσασθαι οὐ δυνάμεθα, καὶ τὴν ἀνθρωπαρέσκειαν οὕτω πατῆσαι· ἀλλὰ κἄν γε, ἐν οἷς μολύνομεν τὴν συνείδησιν αὐτήν, βδελυξώμεθα, καὶ μὴ διὰ τὸ ἀνθρώποις ἀρέσαι ἐχθροὶ τοῦ Θεοῦ γενώμεθα.