Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Παραίνεσις πρὸς ἀσκητάς

Ἐφραίμ ὁ Σύρος

Πνευματική προετοιμασία, σωφροσύνη και αντιμετώπιση των πειρασμών

Οδηγίες για την άσκηση μέσω της νηστείας, της αγρυπνίας και της ακτημοσύνης, καθώς και για την αντιμετώπιση της οργής και των πονηρών λογισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Νέος μοναχὸς στηριζέσθω ἐπὶ σωφροσύνῃ, κενοδοξίαν παρορῶν. Νεόφυτον ἡγιασμένον ὑπὸ Θεοῦ μοναχὸς σωφροσύνῃ ἀρδευόμενος. Νηστεία χαλινὸς μοναχοῦ· ὁ ῥίπτων αὐτήν, ἵππος θηλυμανὴς εὑρίσκεται. Νέος μοναχὸς ἀχαλίνωτος ἀφειδῶς ἁμαρτάνει. Νίπτων μοναχὸς πόδας ὁσίων, λαμπρύνει καρδίαν αὐτοῦ, καὶ ἕξει θησαυρὸν ἐν οὐρανοῖς. Νίπτων μοναχὸς πόδας ἁμαρτωλῶν ἀδιακρίτως, εὐλογίαν ἀπολλυμένων ἐφ᾽ ἑαυτὸν ἐπισπᾶται. Νύκτα καὶ ἡμέραν ἐργάζεται μοναχὸς ἐγρήγορος, εὐχαῖς προσεδρεύων. Νύσσων μοναχὸς καρδίαν αὐτοῦ, προχέει δάκρυον καὶ οὐρανόθεν ἔλεον προσκαλεῖται.

Νᾶμα θεῖον ἐν στόματι μοναχοῦ, ψαλμὸς ἐξομολογήσεως· ὁ κεκτημένος αὐτὴν τέλειός ἐστι. Ξύλον ζωῆς ἐπὶ γῆς μοναχὸς ἀπαθής. Ξύλον ζωῆς αἰωνίου ἐν οὐρανοῖς μοναχὸς ἀπλανής. Ξένον θέαμα ἐν οὐρανοῖς μοναχὸς ἐπὶ γῆς ἀγγελικὸν ἐπανῃρημένος βίον. Ξίφος ὀξύτατον κατὰ τοῦ Διαβόλου ψαλμὸς ἐν στόματι μοναχοῦ. Ξύλον ξηρὸν ἐπὶ Ἐλισσαίου σίδηρον εἵλκυσεν ἐκ βυθοῦ· ξηρὸν δὲ σῶμα ὑπὸ νηστείας γενόμενον ἐπὶ μοναχοῦ, ψυχὴν ἐκ βυθοῦ ἀνιμᾶται. Ξηραίνει ἡδονῶν ὀχετοὺς νηστεία μοναχοῦ. Ξίφος κατὰ τῶν παθῶν γρηγόρησις μοναχοῦ ἐν προσευχαῖς ἀκουομένη. Ξενισμὸς μοναχοῦ μετὰ λαχάνων, γινόμενος ἐν ἀγάπῃ, ἀγαθὸν ὑπὲρ στέαρ ὁλοκαυτωμάτων. Ξένια καὶ δῶρα ἀπατᾷ σοφούς· ὁ δεχόμενος αὐτὰ ἐπὶ ἀδικίᾳ ἑτέρων, οὐκ ἔστιν ἀσκητής.

Ὅρος νηστείας μοναχοῦ ἀποβίωσις· πρὸ τελευτῆς μὴ ἀπόσχῃ αὐτῆς. Ὅρος προσευχῆς μοναχοῦ ἀόριστος· ἐν παντὶ γὰρ καιρῷ εὐλογεῖν τὸν Κύριον, ἀγαθόν. Ὁ ὀνειδίζων μοναχοὺς ἀσκητὴς ἀδόκιμος, καὶ παρὰ ἀνθρώποις βδελυκτός. Ὁ μὴ κρατῶν γλώσσης αὐτοῦ μοναχὸς ἐν ἡμέρᾳ ὀργῆς, οὐδὲ παθῶν κρατήσει εὐχερῶς ὁ τοιοῦτος. Ὀργιζόμενος μοναχὸς ἀναιρεῖ ψυχὴν αὐτοῦ καὶ κατατιτρώσκει βέλεσιν ὀξυτάτοις τὸν ἔγγιστα αὐτοῦ. Οὐαὶ μοναχῷ τῷ δικαιοῦντι αὑτὸν ἐνώπιον τῶν ἀνθρώπων· βδελυκτὸς γὰρ ὁ τοιοῦτος παρὰ Θεῷ. Ὀκνηρὸς μοναχὸς μελετήσει λόγους ματαίους καὶ ἡ ὁμιλία αὐτοῦ ἔσται ἀπατηλή. Ὀξὺς μοναχὸς ἐμπεσεῖται εἰς πειρασμόν, ὁ δὲ πρᾷος καταπαύει ὀργήν. Ὁ πεποιθὼς ἐπὶ τῇ δυνάμει αὐτοῦ μοναχὸς πεσεῖται· ὁ δὲ πεποιθὼς ἐπὶ εὐλαβείᾳ στήσεται. Ὁ ἐξουθενῶν τὸν πλησίον, ὡς ἁμαρτωλόν, ταλαίπωρος, ὁ δὲ προτιμῶν τὸν ἔγγιστα αὐτοῦ ὑψωθήσεται.

Παγκρατιάζων μοναχὸς βδελυχθήσεται, καὶ ἐν ὄψεσιν ἀξίων ἀτιμασθήσεται. Πρὸ πειρασμοῦ καθόπλιζε σεαυτόν, μοναχέ· συμβήσεται γάρ, ἵνα ἐν τῷ πειρασμῷ δόκιμος ἀναφανῇς. Πλοῦτον καὶ πολυσαρκίαν μὴ κτήσῃ, μοναχέ· ἡ γὰρ στενὴ καὶ τεθλιμμένη ὁδὸς τὰ μὴ συμφέροντα ἀπωθεῖται.

Παύλου γενόμενος μαθητής, λέγε σὺν αὐτῷ· ἥγημαι πάντα σκύβαλα, ἵνα Χριστὸν κερδήσω. Πῦρ καιόμενον ἐντὸς μοναχοῦ, ἡδονὴ ἐκ κραιπάλης ἀναπτομένη. Πηγὴ ἀέναος ὁ Χριστός· ἐκ ταύτης ἀρυόμενος, μοναχέ, τὴν δυσώδη πυρκαϊὰν κατάσβεσον. Πλοῦτος ἐν χερσὶ κατεχόμενος, καὶ πολυσαρκία ἐκ κραιπάλης συνισταμένη, οὐκ εἰσδεχθήσονται εἰς πύλας οὐρανῶν. Πεποιθὼς οὖν ἔσο, μοναχέ, μὴ ἐπὶ πλούτῳ καὶ πολυσαρκίᾳ, ἀλλ᾽ ἐν ἀκτημοσύνῃ καὶ ἐγκρατείᾳ, ἵνα μὴ ἔξω τῶν πυλῶν στῇς. Πεποιθὼς μοναχὸς ἐπὶ περιβολῇ γένους καὶ εὐγενείᾳ σώματος ταπεινωθήσεται· ὁ δὲ διὰ Χριστὸν ταπεινός, ὑψωθήσεται.

Ῥῆμα πονηρὸν μὴ προφερέτω μοναχός· ἄμπελος γὰρ ἀκανθοφόρος γίνεται. Ῥήμασι γλυκυτάτοις λαλείτω μοναχὸς τῷ πλησίον· μέλι γὰρ πικρίαν οὐκ ἔχει. Ῥᾴθυμος μὴ γινέσθω προστάτης δικαιοσύνης ἔργων· ἡ γὰρ μέλισσα διαπαντὸς ἐργάζεται. Ῥεῖθρον Ἰορδάνου καθάρσιον ἁμαρτημάτων· Χριστὸς τοῦτον ἡγίασεν. Ῥεῖθρον δακρύων μοναχοῦ, ἄφεσις ἁμαρτημάτων· ὁ Χριστὸς εἶπε· μακάριοι οἱ κλαίοντες νῦν ὅτι γελάσονται. Ῥιπίζεται κοῦφος μοναχὸς ὑπὸ λαίλαπος λογισμῶν· ῥήμασι δὲ εὐαγγελικοῖς στηρίζει ἑαυτὸν ὁ κρατῶν. Ῥῦσαι τὸν πλησίον, μοναχέ, ἀπὸ ἁμαρτίας, χωρὶς ὀνειδισμοῦ, ὅση σοι δύναμις· Θεὸς γὰρ τοὺς ἐπιστρέφοντας οὐκ ἀπωθεῖται. Ῥῆμα κακίας καὶ πονηρίας μὴ ἀποκλείσῃς ἐν καρδίᾳ σου κατὰ τοῦ ἀδελφοῦ σου, μοναχέ, ἵνα δυνατὸς ᾖς τοῦ λέγειν· ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Ῥᾴθυμος μοναχὸς πνιγήσεται ὑπὸ λογισμῶν, ὡς ὑπὸ ἀκανθῶν σίτος.

Στέφανος καυχήσεως μοναχοῦ εἰρήνη καὶ ἁγιασμός· ὁ κεκτημένος αὐτὰ ὄψεται τὸν Κύριον. Σωφροσύνη μοναχοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἐν μέσῳ πολλῶν δοξάσει αὐτήν. Σοφία μοναχοῦ μὴ ἐν κοπολογίᾳ γινέσθω, ἀλλ᾽ ἐν εὐσταθίᾳ καὶ πρᾳότητι δοξαζέσθω. Σοφὸς ἔσται ὁ τοιοῦτος, καὶ πιστὸς οἰκονόμος εἰς πλῆθος ἀδελφῶν ἀποδειχθήσεται· σοφὸς γὰρ ἀληθῶς ἐστιν οὐχ ὁ τῷ λόγῳ διδάσκων, ἀλλ᾽ ὁ τῷ ἔργῳ παιδεύων. Συνετὸς μοναχὸς φάλαγγι δαιμόνων πυκτεύσας ἄτρωτος διαμένει τῶν ἐκεῖθεν βελῶν. Στηριζόμενος μοναχὸς τῷ σταυρῷ τοῦ Χριστοῦ συντρίψει τὴν κεφαλὴν τοῦ Δράκοντος.

Στόμα μοναχοῦ ἀνοιγέσθω λόγῳ Θεοῦ, καρδία δὲ αὐτοῦ μελετάτω λόγια Κυρίου ἀμετεωρίστως. Τίμιον κτῆμα μοναχοῦ παρθενία φωτὶ ἐλεημοσύνης καταλαμπομένη· τοῦτο φυλάξας μοναχὸς ἀσφαλῶς εἰσελεύσεται εἰς τὸν νυμφῶνα. Τήρησον ἐντολὰς Ὑψίστου, μοναχέ, καὶ πατέρων παραγγελίαν φυλάξαι σπούδασον, ἀσκητά· ταῦτα γὰρ ποιῶν κληρονόμος τῆς τῶν οὐρανῶν βασιλείας ἀναδειχθήσῃ.