Ἔργον
Ἐφραίμ ὁ Σύρος – Παραίνεσις πρὸς ἀσκητάς
Υπομονή, ειρηνική αναστροφή και σταυρικός βίος
Συμβουλές για την ειλικρινή υποταγή, την υπομονή στις θλίψεις, την αποφυγή της καταλαλιάς και την αφοσίωση της ψυχής στον Χριστό.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Υπομονή, ειρηνική αναστροφή και σταυρικός βίος
Συμβουλές για την ειλικρινή υποταγή, την υπομονή στις θλίψεις, την αποφυγή της καταλαλιάς και την αφοσίωση της ψυχής στον Χριστό.
Τολμηρὸς μοναχὸς ἐμπεσεῖται εἰς πειρασμὸν καὶ παγίδα τοῦ Διαβόλου· τὸν δὲ πρᾷον καταλήψεται εἰρήνη καὶ στέφανος ἁγιάσματος. Τρυφητὴς μοναχὸς ἐν ἀπάταις ἔσται καὶ φαντασίαις νυκτεριναῖς· τοῦ δὲ νηστεύοντος ἄσπιλος ἡ κοίτη καὶ ἀφαντασίαστος ὁ ὕπνος αὐτοῦ. Τῷ φοβουμένῳ τὸν Θεὸν μοναχῷ οὐ συναντήσεται πρᾶγμα πονηρόν· τὸν γὰρ τοιοῦτον φυλάττει ὁ Κύριος, καὶ ἐν ἡμέρᾳ τελευτῆς ἕξει ὁ τοιοῦτος ἱλασμόν.
Ὑποταγὴ μοναχοῦ οὐκ ἐν τῷ μείζονι γνωρίζεται, ἀλλ᾽ ἐν πειρασμοῖς δοκιμάζεται. Ὑπομονὴ μοναχοῦ ἐν ταῖς θλίψεσι παρὰ πιστοῦ τελειουμένη, ἐλπίδα περιποιεῖται μὴ καταισχύνουσαν. Ὑπομονὴ μοναχοῦ ἕως ἐσχάτης ἀναπνοῆς αὐτοῦ· ὁ γὰρ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. Ὑμνολογία μοναχοῦ ἀκατάπαυστος ἔστω· τὰ γὰρ Σεραφὶμ ἀκαταπαύστως δοξολογεῖ.
Ὕμνος πνευματικὸς ἔστω ἐν στόματί σου, μοναχέ, ἐπικουφίζων σοι τὸ βάρος τῶν ἐπερχομένων πειρασμῶν. Ὑπόμεινον, μοναχέ· βραχὺς γὰρ τῆς ὑπομονῆς ὁ καιρός, ἀπέραντοι δὲ οἱ τῆς ἀπολαύσεως αἰῶνες. Ὑπήκοος μοναχὸς εὐπαρρησιάστως τῷ σταυρῷ παραστήσεται· ὁ γὰρ ἐπὶ τοῦ σταυροῦ Κύριος, 〈ὑπήκοος μέχρι θανάτου,〉 θανάτου δὲ σταυροῦ.
Φωνὴ μοναχοῦ μὴ ἀνυψούσθω πρὸς τὸν ἀδελφὸν αὐτοῦ ἐν πικρίᾳ ψυχῆς αὐτοῦ. Φωνὴ μοναχοῦ ἐν πρᾳότητι προσευχῆς εἰλικρινῶς ἀναπεμπέσθω πρὸς τὸν Θεὸν ἀκινήτοις χείλεσι. Φωστὴρ ἀληθινὸς ἐπὶ τῆς γῆς μοναχός, ὃς οὐκ ὠλίσθησεν γλώσσῃ αὐτοῦ. Φίλος Χριστοῦ ὁ τοιοῦτος, καὶ ὃς οὐκ ἐσπίλωσεν ἁμαρτίαις σῶμα αὐτοῦ. Φόβος Θεοῦ συνέχων μοναχόν, ὡς πύργος ἀκαταμάχητος. Φόβον Θεοῦ μὴ κεκτημένος μοναχός, εὐάλωτος ἔσται τοῖς ὑπεναντίοις. Φῶς καθαρὸν ἐπὶ γῆς μοναχός, παρ᾽ ᾧ οὐχ εὑρέθη φιλαργυρία· φιλαργυρία γὰρ οὖσα ῥίζα πάντων τῶν κακῶν, οὐ τίκτει καρποὺς ἀγαθούς.
Φαγεῖν κρέα καὶ πιεῖν οἶνον, ἄμεινον μοναχῷ, ἢ φαγεῖν ἐν καταλαλιαῖς σάρκας ἀδελφοῦ αὐτοῦ. Φάγε, μοναχέ, ἄρτον σου μετὰ μέλιτος, πικρίας ἀπεχόμενος, καὶ πίε οἶνόν σου μετὰ γάλακτος, νηπιάζων τῷ πνεύματι· μέλι γὰρ πικρίαν οὐκ ἔχει 〈καὶ〉 γάλα κακίαν οὐκ οἶδε.
Χρυσὸς δοκιμάζεται ἐν καμίνῳ πυρὸς καὶ μοναχὸς ἐν πλήθει μοναζόντων γνωρισθήσεται. Χεῖρες μοναχοῦ ἔστωσαν ὁσίως ἀναπεπετασμέναι πρὸς τὸν Θεόν· χερσὶ γὰρ προτυπώσας τὸν σταυρὸν Μωυσῆς, κατηγωνίσατο τὸν Ἀμαλήκ. Χάρις ἀγαθὴ ἐπὶ μοναχῷ ἐσταυρωμένῳ καὶ καθ᾽ ἡμέραν ἀποθνῄσκοντι· χαίρουσι γὰρ ἐπ᾽ αὐτῷ Ἄγγελοι εἰσδεχόμενοι αὐτὸν εἰς βασιλείαν οὐρανῶν. Χαλινὸς παθῶν μοναχοῦ νηστεία, ἀναίρεσις δὲ αὐτῶν προσευχὴ μετὰ ἐλεημοσύνης. Χάλαζα φθοροποιὸς ἀμπέλῳ ἄρτι τοὺς ἕλικας προβαλλομένῃ, χεῖρες μοναχοῦ κακῶς ἁπτόμεναι ἐν μοναστηρίῳ, ἄρτι συνισταμένῳ.
Χιόνος λαμπρότερος μοναχός, ἀνώτερος σαρκικῶν ἐπιθυμιῶν ὑπάρχων· Χριστὸν γὰρ ἀντὶ χρυσοῦ ποθῶν, ὄψεται αὐτὸν ἐν ἡμέρᾳ ἀγαθωσύνης στεφανοῦντα αὐτόν. Ψίθυρος μοναχὸς διασκορπίζει πλῆθος μοναχῶν καὶ διασκεδάζει φίλους· ψάλλων δὲ μοναχὸς συνεχῶς συγκροτήσει φιλίαν πνευματικήν. Ψιθυρίσας ὁ ὄφις τὴν Εὔαν τοῦ παραδείσου ἐξώρισε· ψιθυρίζων δὲ μοναχὸς ἐκείνῳ ὅμοιος ἔσται· τὴν γὰρ ψυχὴν τοῦ πλησίον ἀπόλλυσι καὶ τὴν αὑτοῦ οὐ διασῴζει. Ψάλλων δὲ συνετῶς ἐν καρδίᾳ αὐτοῦ, ἐπακουσθήσεται ὑπὸ τοῦ Θεοῦ. Ψυχὴ μοναχοῦ ἀμετεώριστον ἐχέτω τὸ ὄμμα πρὸς τὸν Θεόν· ψυχὴ γὰρ μοναχοῦ ἀποταξαμένη τῷ κόσμῳ καὶ νυμφευθεῖσα τῷ Χριστῷ τῶν ἐπιγείων καταφρονήσει. Ψελλίῳ τρυπήσει τὴν κεφαλὴν τοῦ Δράκοντος μοναχὸς ἔργοις ἀγαθοῖς περιβεβλημένος· ψυχὴ γὰρ μοναχοῦ εὐωδιάζουσα πνευματικῶς, φράσσει τὴν ὄσφρησιν τοῦ Δράκοντος ὁσίως, μὴ ὀσφρανθῆναι ἐν αὐτῷ μολυσμὸν ἡδονῆς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.