Ἔργον
Ἐφραίμ ὁ Σύρος – Παραίνεσις πρὸς ἀσκητάς
Αλφαβητικές παραινέσεις και θεμέλια της ασκητικής ζωής
Ασκητικές υποθήκες σε αλφαβητική διάταξη, με επίκεντρο τον φόβο του Θεού, τον ενάρετο βίο και τη συνεχή πνευματική εγρήγορση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αλφαβητικές παραινέσεις και θεμέλια της ασκητικής ζωής
Ασκητικές υποθήκες σε αλφαβητική διάταξη, με επίκεντρο τον φόβο του Θεού, τον ενάρετο βίο και τη συνεχή πνευματική εγρήγορση.
Παραίνεσις ἀσκηταῖς κατὰ στοιχεῖον Ἀρχὴ ἀποταγῆς μοναχοῦ φοβεῖσθαι τὸν Κύριον· ἄφοβος δὲ μοναχὸς ἔξω τῶν πυλῶν τῆς βασιλείας τοῦ Θεοῦ αὐλισθήσεται. Ἀρχὴ ζωῆς ἀγαθῆς μοναχοῦ γνῶσις Θεοῦ· ἀγνωσία δὲ Θεοῦ σκοτίζει ψυχὴν μοναχοῦ. Ἀγαθὴ κληρονομία μοναχοῦ σωφροσύνη καὶ ἁγιασμός· ἀποκληρονόμος δὲ γίνεται πατέρων ὁ ἐκτὸς τούτων μοναχός. Ἄσκησις μοναχοῦ μελέτη τῶν γραφῶν καὶ ποίησις ἐντολῶν Θεοῦ· ἀνάσκητος δέ ἐστιν ὁ μὴ ἐν τούτοις ἀναστρεφόμενος μοναχός.
Βρῶσις μοναχοῦ τὸ ποιεῖν τὸ θέλημα 〈τοῦ Θεοῦ, βρῶμα δὲ〉 αἰσθητὸν οὐ παρίστησι τῷ Χριστῷ μοναχόν, ἀλλ᾽ εἰς κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκπορεύεται. Βῆμα μοναχοῦ σεμνῶς κινούμενον ἐκτριβέτω βαθμοὺς ἐκκλησίας· βῆμα δὲ μοναχοῦ ἄσεμνον μὴ ἐκπορευέσθω ἐξ οἰκίας εἰς οἰκίαν.
Βίος μοναχοῦ ἀκηλίδωτος ἔστω, μὴ χλευαζόμενος ὑπὸ γυναικαρίων σεσωρευμένων ἁμαρτίαις· βέλος γὰρ πειρατηρίου ἐστὶν ἐν καρδίᾳ μοναχοῦ γυνὴ ἑταιριζομένη ἐν οἰκίᾳ. Βουλὴ μοναχοῦ μετὰ συνετοῦ γινέσθω· βουλὴ δὲ ἀσυνέτου μὴ κατοικείτω ἐν καρδίᾳ μοναχοῦ.
Γρηγορῶν μοναχὸς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐκδιώκει νυκτερινὰς φαντασίας. Γαυριῶν μοναχὸς ἐπὶ κατορθώμασι καὶ καθεύδων, ἱστοὺς ἀράχνης ὑφαίνει. Γενναῖος μοναχὸς τῷ σταυρῷ τοῦ Χριστοῦ ἐκφεύγει βρόχους διαβολικούς. Γήϊνος μοναχός, καὶ εἰς γῆν νενευκώς, πᾶσι σατανικός. Γνώμη μοναχοῦ διαπαντὸς ἔστω πρακτικὴ ἔργων ἀγαθῶν. Γυμνάσιον μοναχοῦ λογισμοὶ ἐπάλληλοι. Γρηγόρησις μοναχοῦ πιστοῦ πραΰνει λογισμοὺς ῥυπαρούς. Γεώργιον μοναχοῦ ψυχὴ ἀγαθὴ καρποφοροῦσα εὐαγγελικῶς. Γεωργῶν ταύτην μοναχός, φάγεται τὸν καρπὸν αὐτῆς. Γλυκὺς καρπὸς ἐν στόματι, τῶν ἰδίων ὁ μισθός.
Δύναμις ἀθάνατος μοναχοῦ ἀκτημοσύνη βαστάζουσα τὸν σταυρόν· δεινὸν γὰρ παρὰ μοναχοῖς φιλαργυρία, ἀποκλείουσα βασιλείαν οὐρανῶν. Δὸς καρδίαν, μοναχέ, εἰς ὤμους σου, ἵνα τῷ νοῒ καὶ τῷ πρακτικῷ ἀποδιώξῃς ἀπὸ σοῦ τὸν ἀντικείμενον. Δῶρον ἀγαθὸν μοναχοῦ παρθενία, ἁρματηλάτην αὐτὸν εἰς οὐρανοὺς ἀνάγουσα σὺν τῷ Ἠλίᾳ· διό, μοναχέ, ταύτης ἐραστὴς γενόμενος, ἐπίβηθι τῷ πυρίνῳ ἅρματι δροσιζόμενος ὀχετοῖς δυσίν. Δάκρυον ἐξ ὀφθαλμῶν προχεόμενον, δένδρον ζωῆς εἰς ὕψος ἐγειρόμενον ταπεινοφροσύνης δυνάμει· κεκτημένος τοῦτο μοναχὸς τρυγήσει τοὺς ἀγαθοὺς καρπούς.
Δύναμις παρθενίας ἀποχὴ βρωμάτων· ὁ δὲ κραιπαλῶν μοναχὸς σπιλώσει σάρκα αὐτοῦ. Δημοσιεύων μοναχὸς δόμα αὐτοῦ, βδελυχθήσεται, καὶ ἀκούσεται παρὰ Χριστοῦ· ἀπέχεις τὸν μισθόν σου· δυσωπούμενος δὲ ἐξειπεῖν, λήψεται μισθὸν παρὰ τοῦ τὰ κρύφια γινώσκοντος Χριστοῦ. Διδοὺς μοναχὸς τὰ τοῦ Θεοῦ τῷ Θεῷ, μὴ ἐπαιρέσθω· δεόμενος δὲ τοῦ Θεοῦ λεγέσθω· Δέσποτα, ἐκ τῶν σῶν τὰ σὰ προσφέρω· παρὰ σοῦ λύτρωσιν ψυχῆς μόνον ζητῶ.
Εὐχομένου μοναχοῦ καθαρῶς ἐν νυκτεριναῖς προσευχαῖς, εἰσακούσεται Κύριος· ἐν ἡμέρᾳ δὲ τοῦτον λαμπρυνεῖ ὁ Θεὸς καὶ ὡς ἡμέραν καθ᾽ ἡμέραν ἀναδείξει αὐτόν. Ἐλεήμων μοναχὸς φιλάδελφος ἔσται καὶ κληρονομήσει τὴν γῆν τὴν ἀγαθήν. Ἐν ὑπερηφανίᾳ μοναχοῦ οὐκ ἀναπαύσεται Κύριος· ἐν ταπεινοφροσύνῃ δὲ αὐτοῦ ἀναπαύσεται τὸ Πνεῦμα τὸ Ἅγιον. Ἐνθύμησις μοναχοῦ διαπαντὸς ἔστω ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ ἐν τάχει κληρονομήσει αὐτήν. Ἐν παντὶ καιρῷ ἔστω ὁ χιτὼν τοῦ μοναχοῦ ἄσπιλος· οὐχ ὁ ὑφαντός, ἀλλ᾽ ὁ πνευματικός· ἐν μέσῃ γὰρ νυκτὶ ὁ τοιοῦτος συνεισελεύσεται τῷ Νυμφίῳ. Ἔλαιον ἐπικομιζέσθω μοναχός, εἰς ἀπάντησιν τοῦ Νυμφίου· ἔξω γὰρ μένει μοναχὸς μετὰ τῶν μωρῶν πέντε παρθένων, ὁ μὴ ἐλαίῳ φαιδρύνων τὴν ἑαυτοῦ λαμπάδα.
Ζωὴ μοναχοῦ κατὰ μίμησιν Ἀγγέλων γινέσθω, καταφλέγουσα ἁμαρτίας· ζωὴ γάρ ἐστιν ἡ τῶν μετανοούντων ὁλοκάρπωσις. Ζωὴ μοναχοῦ χαρακτηριζέτω τὰ μέλη αὐτοῦ νενεκρωμένα πρὸς ἐπιθυμίαν ὑπάρχοντα· ζωὴ γὰρ Ἰωάννου καὶ βίος, ὑπογραμμὸς γέγονε τῶν μοναχῶν. Ζάλη δαιμόνων ἀπὸ μοναχῶν φευγέτω· γαλήνη Ἀγγέλων παρὰ μοναχοῖς χορευέτω. Ζάλης δαιμονικῆς ἐπερχομένης κρατείτω μοναχὸς θυμοῦ· ζωὴ γὰρ μοναχοῦ ἐν πρᾳότητι καὶ ὑπομονῇ γνωρίζεται. Ζέων τῷ πνεύματι μοναχὸς ἀποδιώκει τὸν Διάβολον· ζηλῶν δὲ ἀνόμως ὁ μοναχὸς τὸν ἀδελφὸν αὐτοῦ, ἀνόμως ἐπισπᾶται τὸν Διάβολον. Ζύμη κακίας μὴ ὀνομαζέσθω παρὰ μοναχοῖς· ἀγάπη δὲ εἰλικρινὴς κρατείτω μοναχῶν.
Ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ τοῦ μοναχοῦ. Ἥσυχος μοναχὸς οὐ ταράσσει ἀδελφούς· κραυγὴ δὲ μοναχοῦ διαστρέφει μονήν. Ἦχον ψαλμῳδίας μὴ ἀπαναίνου, μοναχέ· αὕτη γὰρ ἡ τῶν Ἀγγέλων ὑμνολογία. Ἦχον θεάτρων διαβολικῶν φεῦγε, μοναχέ· αὕτη γὰρ ἡ τῶν δαιμόνων ἀπάτη.
Ἤτω ἐπὶ τοῦ μετώπου σου διαπαντὸς ὁ σταυρὸς τοῦ Χριστοῦ, μοναχέ· ἤτω καὶ ἐν τῇ καρδίᾳ σου διαπαντὸς ὁ τοῦ Θεοῦ φόβος, ἀσκητά. Ἡσυχία μοναχοῦ μετὰ καθαρᾶς καρδίας, δυσωπεῖ τὸ Πνεῦμα τὸ Ἅγιον. Ἦθος χρηστὸν μοναχοῦ φιλαδελφίαν ἐργάζεται καὶ μάχην ἀποδιώκει. Ἡρμοσμένος τῷ Κυρίῳ μοναχὸς μὴ ἐκδιδότω ἑαυτὸν τῷ Διαβόλῳ, ἵνα μὴ καταισχυνθῇ ἐπὶ τοῦ νυμφῶνος.
Θυρεὸς μοναχοῦ ἀκαταμάχητος, ὕμνος Ἀγγέλων ἐν τῷ στόματι αὐτοῦ· θάνατος δὲ μοναχοῦ ὕπνος ὑπὲρ ὕμνον ἀγαπώμενος. Θησαυρὸς μοναχοῦ ἀκτημοσύνη ἑκούσιος· θειότατός ἐστιν ὁ ταύτην ἐπανῃρημένος μοναχός. Θησαύρισον, μοναχέ, ἐν οὐρανῷ· ἀπέραντοι γὰρ οἱ τῆς ἀπολαύσεως αἰῶνες.
Θεωρίᾳ μοναχοῦ ἐν Γραφαῖς ἁγίαις γινέσθω. Θύρα μοναχοῦ μὴ μοχλοῖς σιδηροῖς κλειέσθω, ἀλλὰ τῷ ἀκρογωνιαίῳ λίθῳ στηριζέσθω. Θεοσέβεια μοναχοῦ ἐν φιλοξενίᾳ γνωριζέσθω, καὶ ἐν ἀγαλλιάσει κατευθυνέσθω. Θαυμαστὸν πρόσωπον μοναχοῦ διὰ προσευχῆς γίνεται, καὶ διὰ ἐλεημοσύνης γνωρίζεται.
Ἱλαρὸς τῇ ὄψει μοναχὸς ἀσκητῶν ἀνάπαυσις ἔσται καὶ λογισμῶν πονηρῶν καθαιρέτης. Ἰωάννης σου ὑπογραμμὸς γενέσθω, μοναχέ, τρίχας καμήλου περιβεβλημένος, ἵνα Ἠλίας τῇ μηλωτῇ σκεπάσας εἰς οὐρανοὺς ἀναγάγῃ σε. Ἰάκωβος χαίρειν προτρέπεται ἐπὶ ταῖς προσπιπτούσαις συμφοραῖς ὑπομονὴν ἐκδιδάσκων. Ἰωάννης σε πρὸς τὸν ἐν ἀρχῇ Λόγον καθωδήγησεν.
Ἰκμὰς ἐν μετώπῳ ἱλαρότητος πνευματικῆς γινομένης μοναχοῦ, εὐφραίνει πλῆθος μοναχῶν. Ἰταμὸς μοναχὸς σκορπίζει σύλλογον ἀδελφῶν. Ἰσότης ἐπὶ μοναχῶν ὑπερηφανίαν ἐξορίζει καὶ ταπεινοφροσύνην εἰσοικίζει. Ἰσάγγελος γίνεται μοναχός, κοιλίας καταφρονῶν καὶ κραιπάλην οὐκ ἀγαπῶν.
Κάλλος ἀμήχανον ἐν ψυχῇ μοναχοῦ, παρθενία ἐκλάμπουσα· κάκιστον δὲ πρόσωπον μοναχοῦ, παρθενίας ἐσπιλωμένης. Κάκιστον μοναχῷ κακία συνείσακτος ὡς πῦρ ἐπὶ καλάμης. Κόσμον πατήσας μοναχός, Χριστῷ συνόμιλος γίνεται· κόσμου δὲ πράγμασιν ἐμπεπλεγμένος, οὐκ ἀρέσει τῷ στρατολογήσαντι Χριστῷ. Κῆρυξ πιστότατος βασιλείας οὐρανῶν μοναχὸς ἀφιλάργυρος· κακῶς δὲ ἀπολλύμενος ὁ φιλαργυρίαν νοσῶν. Κόσμος νεανίσκου μοναχοῦ σωφροσύνη ἀνεπισκότητον κεκτημένη παρθενίαν. Κειμήλιον μοναχοῦ ὑπακοή· ὁ κεκτημένος αὐτὴν εἰσακουσθήσεται παρὰ Κυρίου. Κακία μὴ αὐλιζέσθω ἐν καρδίᾳ μοναχοῦ· ἀγαθωσύνη δὲ πλεοναζέσθω ἐν ἔργοις αὐτοῦ.
Λόγον ἀγαθὸν ἐξερευγέσθω μοναχός, καὶ λαλείτω ἐν στόματι αὐτοῦ λόγους Ὑψίστου. Λιμὸν ἑκούσιον ἀναλαβέτω μοναχὸς τοῦ ταπεινῶσαι γήϊνον σῶμα καὶ ὑψῶσαι οὐρανοπολίτην ψυχήν. Λόγον ἀληθείας φθεγγέσθω μοναχός, καὶ ψεῦδος ἐξοριζέσθω ἐκ τοῦ στόματος αὐτοῦ. Λόγον σκληρὸν ἐὰν ἀκούσῃ μοναχός, μὴ θρασυνέσθω, ἀλλὰ ὑποπιπτέτω· λήψεται γὰρ τῆς εἰρήνης μισθὸν πιστόν, καὶ υἱὸς Ὑψίστου κληθήσεται, τῆς εἰρήνης μεσίτης γενόμενος. Λιγυρῶς φθεγγόμενος μοναχὸς ἐν ταπεινοφροσύνῃ καὶ ἐκ λιθίνης καρδίας προσκαλεῖται δάκρυα. Λέων φοβερὸς τοῖς ὀνάγροις· οὕτως μοναχὸς λογισμοῖς ἐπιθυμίας. Λύων μοναχὸς ἀκαίρως νηστείαν, ὡς ὁ κατασκάπτων πύργον ἐκ θεμελίων. Λαῖλαψ ἐγείρων κονιορτὸν ἐν τῷ πεδίῳ, οὕτως μοναχὸς ὑπερήφανος ἐγείρων ὀργὰς ἐν μοναστηρίῳ. Λιμὴν ἀχείμαστος πλοίοις, οὕτως ἔστω μοναχὸς ἐν μοναστηρίῳ.
Μίμημα Ἀγγέλων μοναχὸς ἐπὶ γῆς ἀγαθῆς, ὃς οὐκ ἐτρώθη τοξεύματι ἡδονῆς. Μὴ σπεύσῃς, μοναχέ, ἐν ὑπερηφανίᾳ, ἵνα μὴ πέσῃς πτῶμα ἐξαίσιον. Μιμητὴς γενοῦ, μοναχέ, τῆς ταπεινοφροσύνης Παύλου, ἵνα καὶ συγκληρονόμος γένῃ τῶν Ἁγίων. Μίμησαι τὸν τελώνην, μοναχέ, ἵνα μὴ σὺν τῷ Φαρισαίῳ κατακριθῇς. Μωυσέως τὸ πρᾷον ἐπίλεξαι, μοναχέ, ἵνα σου τὴν καρδίαν ἀκρότομον οὖσαν εἰς λίμνας ὑδάτων μεταβάλῃ Θεός. Μετὰ ταῦτα λέξεις, ὡς πεῖραν λαβών· τί καλὸν ἡ πρᾳότης! Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Μὴ σκληρὸς φανῇς, μοναχέ· μνήσθητι ὅτι οὐδεὶς σκληρὸς γεγονὼς ὑπέμεινεν. Μὴ τὸν Ἄβελ καταλιπών, μοναχέ, τῷ ὑπερηφάνῳ Κάϊν προστεθῇς, καὶ τῶν ἐκείνου τιμωριῶν συμμέτοχος γένῃ. Μάθε ὡς καλὸν ἡ ταπεινοφροσύνη, καὶ ταύτην ἔκλεξαι σεαυτῷ· ἀνάγει γὰρ πρὸς οὐρανόν. Μισθὸς ἀγαθός σοι πρόκειται, μοναχέ, τῆς ταπεινοφροσύνης, ἡ τῶν οὐρανῶν βασιλεία· ταύτης μὴ ἀμελήσῃς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.